Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 30
ΛΟΓΟΣ Λ΄.
Σαρκὸς πυρώσεις ἐγκρατείᾳ σβεννύειν.
ΠΑΤΕΡΕΣ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ὁ μὲν σκοπὸς τῆς κατηχήσεως πρὸς ψυχικὴν σωτηρίαν ἡμῶν τε καὶ ἐμοῦ τοῦ ἀθλίου καταγίνεται. Οὐκ οἶδα δὲ εἰ τὸ ἔργον μου εὐαπόδεκτον τῷ Κυρίῳ διὰ τὸ μὴ κατ᾽ ἀξίαν πάντως προϊέναι. Εἴθε δὲ εὐπόρουν βίον καὶ λόγον τὸν δυνάμενον καταρτίσαι τὴν ἑκάστου ψυχὴν εἰς μέτρον τελειότητος, πλὴν οὐκ ἀπευδοκῶ, ἀλλὰ καὶ πάλιν, ἐπὶ τοῖς αὐτοῖς εἰμὶ ἀνασκαλεύων ὑμῶν τὸν ἐγκείμενον σπινθῆρα τῆς ἐπιποθουμένης βασιλείας τῶν οὐρανῶν, εἰ ἄρα γε καὶ δυναίμην. Τίς δὲ ὁ λόγος, ἵνα γρηγορῶμεν, τέκνα, καὶ νήφωμεν καὶ γινώσκωμεν τὰ ἑαυτῶν μέτρα; Τί ἦμεν τὸ πρότερον, καὶ τί γεγόναμεν διὰ τοῦ σχήματος; Οὐκ ἀπὸ σκότους πρὸς τὸ φῶς ἀνεβλέψαμεν; οὐκ ἐκ Σοδόμων πρὸς τὸ τῆς σωτηρίας ἡμῶν ὄρος ἀπεσώθημεν; Οὐκ ἀπὸ πελάγους ἁμαρτημάτων εἰς λιμένα ζωῆς διεσώθημεν; Κοινῶς δὴ ἀναλογισώμεθα ὁπόσα καὶ πηλίκα ᾠφελήσαμεν ἐνώπιον Κυρίου παντοκράτορος, καὶ ὅσης ἀπηλαύσαμεν εὐεργεσίας καὶ χάριτος· ἄρτι λοιπὸν οὐ τῆς τυχούσης ἐπιμελείας χρεία, ἵνα μὴ πρὸς τὸν αὐτὸν παλινδρομήσωμεν βόθυνον· καὶ βαρύτερον τὸ κρῖμα κατὰ κεφαλῆς ἡμῶν ἐπιγραψώμεθα.
Διὸ παρακαλῶ, στήκετε ἑδραῖοι καὶ ἀμετακίνητοι εἷς ἕκαστος ὑμῶν ἐν τῷ κανόνι τῆς ἀσκήσεως, ἐν τῇ καθημερινῇ σπουδαιολογία ὑμῶν. Οἴδατε οἱα βάλλων κατατοξεύει ἔνδοθεν καὶ ἔξωθεν· περιστατῶν ἡμᾶς ἐπικίνδυνα καὶ ὀλέθρια τοὺς γαργαλισμοὺς, τὰς πυριφλέκτους κινήσεις, τὰς ὀλλυμένας ἡδονὰς, τὸν τιναγμὸν καὶ ἀνατιναγμὸν, τὸν ἐν τούτοις τῆς καρδίας τάραχον, καίων καὶ φλέγων τὰ πάθη, καὶ χαλδαϊκῶς εἰπεῖν νάφθαν καὶ πίσσαν καὶ στυπεῖον καὶ κληματίδα τὰς πρηστηριώδεις ἐννοίας ὑποβάλλων καὶ ὑποκαίων τὴν κάμινον περὶ πήχεις τεσσαράκοντα ἐννέα κατὰ τὸ δὴ λεγόμενον. Τίς οὖν ὁ ἐκφευξόμενος; Τίς ὁ μὴ προσκυνῶν τῇ εἰκόνι χρυσῇ καὶ κάμψας γόνυ τῇ Βάαλ; Τίς ὁ λέγων, τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· ἀλλ᾽ ἐκεῖνος, ὃς φυλάσσει ἑαυτὸν ἁγνὸν καὶ τῇ ἐξαγορευτικῇ συμμαχίᾳ κατασβεννύων αὐτὴν καὶ ἀποτεφρῶν τέλειον κἂν ὁσάκις ἀνάπτῃ τῆς ἡμέρας. Ὧδε γὰρ καὶ ἡ βάσανος τῆς νίκης, καὶ μακάριός ἐστιν, ὅτι σὺν τοῖς τρισὶ τῆς ὁμολογίας καὶ ἀθλήσεως τὸν στέφανον ἀπολαμβάνει.
Τίς δὲ μέθοδος καὶ ὅπως ἀνταγωνισόμεθα; Προσβάλλει ἐκεῖνος τὸν λειὸν τῆς ἡδονῆς, ἡμεῖς ἀνιστορήσωμεν τὴν ἐπιθυμίαν τῶν μελλόντων ἀγαθῶν. Ἀνάπτει τὸ πάθος, ἡμεῖς αἰδοίμεθα τὸ νοερὸν ἡμῶν τῆς ψυχῆς, ὡς κατ᾽ εἰκόνα θεοῦ· ἢ καὶ τὸ τῆς γεέννης πῦρ ὃ ὑπολήψεται τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ἁπλῶς οἵοις τρόποις ἁλισκόμεθα, φυλακὴν παρατηρήσωμεν. Φύγωμεν τὰς περιέργους πρὸς ἀλλήλους θέας, καὶ εἰς ἡμᾶς αὐτοὺς βλέπωμεν, καὶ κατανοῶμεν τὸ τεφρῶδες τῆς οὐσίας. Ἴδωμεν οὖν, ἀδελφοὶ, τί ἐσμὲν, καὶ τί μετ᾽ ὀλίγον ἐσόμεθα, οὐκ ἄρα σκώληξ καὶ σαπρία καὶ εἰδεχθές τι θέαμα; Ὄψει σαυτὸν, ἀδελφὲ, ἐγκύψας τῷ μνήματι· διὸ διάσχωμεν τὸ κάλυμμα τῆς ἀγνοίας καὶ τῆς ἐπισκοτήσεως τοῦ νοῦ. Βλέψωμεν ὑψηλῶς τὰ πράγματα, βίου τὸ εὐπερίτρεπτον καὶ εὐμετακίνητον· καὶ ὀνειρῶδες καὶ διατρέχον, καὶ τὸ ἐν οὐδενὶ ἐπίμονον· καὶ ὡς ἂν εἶποι τις τὴν παλιῤῥοίαν τοῦ εὐρίπου τούτου. Χθὲς ἐφάνη ἐκεῖνος ὑψηλὸς καὶ ἐν ἀξιώματι, πλούσιος καὶ περίβλεπτος, τρυφῶν καὶ τὰ πρῶτα μῦρα χριόμενος· καὶ ἐπὶ στιβάδος ὑψηλῆς ἀναπίπτων· πολύς τε ὢν κατὰ τὸν ἀπολλύμενον καὶ ῥέοντα πλοῦτον· βρίθων τε ἐν ἀνδραπόδων ἀγέλαις καὶ ἐπαιρόμενος· ἐν πολλῇ τῶν ἄλλων περιουσίᾳ μεγάλα καυχώμενος· καὶ σήμερον ὑπὸ σκίμποδος φερόμενος καὶ τάφῳ παραπεμπόμενος, μηδὲν ὧν ἐκέκτητο συνάρας, ἢ τὰς πράξεις, ἃς διετέλεσεν ἐν βίῳ, καὶ ὁδυρμὸς ἐπὶ τὸν εὐφραινόμενον, καὶ κοπετὸς ἐπὶ τὸν ἐξυμνούμενον. Τὸ αὐτὸ ἐπὶ βασιλεῦσιν, ἐπὶ μικροῖς τε καὶ μεγάλοις, ἐπὶ πᾶσι τοῖς περὶ τὰ ἐνταῦθα ἐπτοημένοις καὶ δοκοῦσιν εἶναί τι τὰ ὄντως ἀπολλύμενα.
Ἡμεῖς δὲ τούτων πάντων ἐῤῥύσθημεν χάριτι τοῦ καλέσαντος ἡμᾶς θεοῦ· καὶ εἰς τὴν ἀκλυδώνιστον ζωὴν πάρεσμεν ἐν τῇ αὐτῇ αὐλῇ αὐτοῦ, ἐν τῇ ποίμνῃ, ἐν τῇ μελέτῃ τῶν ἐντολῶν καὶ προσταγμάτων αὐτοῦ, διὰ τῆς ἀναγνώσεως καὶ ἐντεύξεως τῶν θείων γραφῶν· καθ᾽ ἑκάστην μετὰ τῶν ἁγίων πάντων συνδιατρίβοντες. Πῆ μὲν τῷ Μωσεῖ συλλαλοῦμεν; πῆ δὲ τῷ Παύλῳ τῷ τῶνδε πατρὶ καὶ τῶνδε διδασκάλῳ, καὶ ἀρχιποίμενι, εὐαγγελιστῇ καὶ ἱστοριογράφῳ; καὶ ὡς ἀληθῶς οὐράνιος ἐστὶν ἡ καθ᾽ ἡμᾶς διαγωγή τε καὶ πολιτεία· Ἴδετε, ἀδελφοί μου καὶ τέκνα, ἡ καλλίστη ζωὴ, καὶ τὰς ἀποδόσεις τῆς αἰωνίου μακαριότητος ἔχουσα, εἰ δὲ οὐ τρυφῶμεν καὶ λιπαίνομεν ἑαυτοὺς ὡς χοίρους ἐν ἡμέρᾳ σφαγῆς· εἰ δὲ οὐ πηδῶμεν καὶ σκιρτῶμεν καὶ ἀνακαγχάζωμεν· εἰ δὲ οὐ συνοσιαζώμεθα, ἶσα καὶ κτηνῶν, καὶ γαυριῶμεν ὡς ἐπὶ ἵππων, καὶ φιλοκάλοις ἑσθήμασιν εἰ δαινόμεθα ὡς παμφόλυγες, καὶ ματαιοφρονοῦμεν ἶσα καὶ μειρακίων παιζόντων. Τοῦτο ὑμᾶς μὴ καταπιεζέτω, μηδὲ ἀποκναιέτω· ἀλλὰ καὶ μᾶλλον προθυμώμεθα καὶ πενδῶμεν καὶ σκυθρωπάζωμεν ἐπὶ τοὺς τὰ τοιαῦτα ἐνεργοῦντας. Ὑπεμνήσαμεν περὶ τοῦ ἑνὸς πάθους· εἴπωμεν δὴ καὶ τὰ ἄλλα.
Ὑπακοὴν ἐξασκεύητε, τέκνα μου, πρωτολόγως, τὴν ἀφθονίαν μεταδιώκετε, τὴν ἀγογγυσίαν περικαλλωπίζεσθε, τὸ ἐργάζεσθαι νυκτὸς καὶ ἡμέρας μὴ κατοκνεῖτε, ἀλλήλοις χαριζόμενοι τὰ ὑπὸ θεοῦ δεδωρημένα ὑμῖν προτερήματα· ταπεινοφρονοῦντες ἐν ἅπασι, τοῖς λυπουμένοις συναλγοῦντες καὶ ὀρέγοντες χεῖρα ὁ ἐγγὺς τῷ πέλας, ὁ μείζων, τῷ μακροτέρῳ, ὁ ἴσος, τῷ παραπλησίῳ. Θέλω ὑμᾶς καὶ χαίρεσθαι καὶ συλλαλεῖν μετ᾽ ἀλλήλων καὶ συμπαρηγορεῖσθαι, ἀλλ᾽ οὖν καὶ ἀναπαύεσθαι τῇ σαρκὶ, καὶ παρακαλεῖσθαι μέτρια· μόνον ἐν προσοχῇ, μόνον προσηκόντως, καὶ ἐφόσον ἄξιον, καὶ ὅσον ἡ δύναμις, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.