Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 4
ΛΟΓΟΣ Δ΄
Ἀκηδίας πόῤῥωθεν ἄττειν ἐν κόποις.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ὥσπερ ἕκαστος ὑμῶν ἀπαιτούμενός ἐστι τὸ τῆς οἰκείας διακονίας ἔργον, οὕτως κἀγὼ χρεωστῶ ὑμῖν τὸν τῆς κατηχήσεως λόγον· εἴθε δὲ τοιοῦτον εὐπόρουν, ποικίλον καὶ διάφορον, ὡς δύνασθαι πᾶσι προσφυῆ εἶναι καὶ ἁρμόδιον διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Πολλοὶ γάρ εἰσιν ἐν ὑμῖν, ἀδελφοί μου, οἱ χρήζοντες παρακλήσεως, οἱ ἐπιδεεῖς παραμυθίας, οἱ χρήζοντες στηριγμοῦ, ἄλλοι ὑπομνήσεως, ἕτεροι διορθώσεως, καὶ μέν τοι τινὲς ἐλεγμοῦ, καὶ ἄλλοι ἐπιτιμίου, καί τινες συγκαταβάσεως· ἔνιοι δὲ ἀτιμίας καὶ ἀδοξίας· πολλῶν γὰρ ὄντων καὶ διαφόρων τῶν ἠθῶν, ἀναλόγως καὶ ὁ διδασκαλικὸς τρόπος ὀφείλει γίνεσθαι· ᾧ γὰρ τρόπῳ οὗτος θεραπεύεται, ἕτερος τυχὸν βλάπτεται· καὶ δι᾽ οὗπερ ἄλλος εὐαρεστεῖται, συμβαίνει τὸν ἕτερον καταλύεσθαι· καὶ καθ᾽ οἷον λόγον τις οἰκοδομεῖται, συμβαίνει τὸν ἕτερον ζημιοῦσθαι· ὅθεν οὐ μικρὰ ἡ διακονία μου· ἀλλὰ τῷ ὄντι χαλεπὴ καὶ δυσάνηστος· χρήσομαι δὲ αὐτῇ, χειραγωγούμενος ταῖς εὐχαῖς τῶν ἁγίων πατέρων ἡμῶν· καὶ οὐδ᾽ αὐτῆς ἀμελήσαιμι ἕως ἐμπνέω· μοχθήσω δὲ καὶ ἀγωνίσομαι τοὺς κυρίους μου καὶ πατέρας μου, ὑπομιμνήσκειν τὰ δέοντα.
Πάντες οὖν εὐδοκίᾳ θεοῦ τῶν σωζομένων ἐστὲ, καὶ πάντες ἐπὶ τῷ σωθῆναι ἐληλύθατε· καὶ πάντων ὑμῶν οὐδὲν ἄλλο τὸ ζήτημα, ἢ τὸ σωτηρίας ἐπιτυχεῖν· ἀλλ᾽ ἐπεὶ διάβολός ἐστι παντὶ ἀγαθῷ ὑπεναντίος, πειραζόμεθα οἱ πολλοὶ, ὡς οὐ βουλόμεθα· τοὺς μὲν γὰρ ταῖς ἡδοναῖς φλογίζει συλλαμβανόμενος εἰς ἐπικουρίαν τὴν ἔμφυτον ὄρεξιν τῆς νεότητος· τοὺς δὲ τῇ φιλαρχίᾳ καταβάλλει, δι᾽ ἣν καὶ αὐτὸς ἐκ τῶν ὑψίστων κατέπεσε· τοὺς δὲ ἀμελείᾳ χαυνοῖ καὶ ἀκηδίᾳ δεσμεῖ, καὶ ἄγεται, ὡς βούλεται καὶ ὅπη βούλεται· ἀπιστίᾳ παραλύει καὶ ἰδιοῤῥυθμίᾳ παραλαμβάνων, παρασκευάζει ἔκτοπα πράττειν· καὶ ἵνα τι ἓν καθ᾽ ἓν λέγω, δι᾽ ὧν ὑποσκελίζειν ἡμᾶς πειρᾶται καθεκάστην ἡμέραν πρὸς αὐτὸ τοῦτο παριστάμενος καὶ ἀναμένων τὴν κατάλυσιν ἡμῶν· ἀλλ᾽ ἐπιτιμήσει αὐτῷ Κύριος ὁ θεὸς, ὁ εἰπὼν τῇ θαλάσσῃ σιώπα πεφίμωσο· καὶ ἀποσκορακίσει αὐτὸν πόῤῥω που ἀφ᾽ ἡμῶν. Τοῦτο δὲ γίνεται, ἐάν περ εἰς ἑαυτοὺς γενοίμεθα, καὶ ἀναλογισώμεθα τὸν πρῶτον σκοπὸν τῆς ἐνταῦθα ἡμῶν ἐλεύσεως· πᾶσαν γὰρ θλίψιν καὶ στενοχωρίαν μέχρι θανάτου ὑπὸ μάρτυρι θεῷ καθωμολογήσαμεν ὑποστῆναι. Διὰ τοῦτο ἀποῤῥίψατε πάντες τὰ πάντα· οἱ ἀθυμοῦντες τὴν ἀθυμίαν, οἱ φιλαρχοῦντες, τὴν φιλαρχίαν, οἱ ἀκηδιῶντες τὴν ἀκηδίαν, οἱ φιληδονοῦντες τὴν φιληδονίαν, οἱ ὑπερηφανευόμενοι τὴν ὑπερηφανίαν, οἱ κενοδοξοῦντες τὴν κενοδοξίαν, οἱ παῤῥησιαζόμενοι τὴν παῤῥησίαν, οἱ ἀτακτοῦντες τὴν ἀταξίαν, οἱ πολυλογοῦντες τὴν πολυλογίαν, οἱ φιλοκοσμοῦντες τὴν φιλοκοσμίαν, οἱ φιλοσαρκοῦντες τὴν φιλοσαρκίαν· οἱ συλλυπούμενοι τὴν ἄλογον λύπην· εἰ δὲ καὶ φθονεῖ τίς, τὸν φθόνον· εἰ ἐρίζει, τὴν ἔριδα· εἰ μάχεται, τὴν μάχην· εἰ ἀργεῖ, τὴν ἀργίαν· ταῦτα καὶ τὰ τοιαῦτα τοῦ σκότους ἔργα, τῆς κακίας εἴδη, τοῦ πονηροῦ θελήματα καὶ εὑρήματα· τὰ δὲ τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν, ἡ εἰρήνη, ἡ πρᾳότης, ἡ ταπείνωσις, ἡ ὑπακοὴ, ἡ ἀφθονία, ἡ πίστις, ἡ ἐλπὶς, ἡ εὐταξία, ἡ προσοχή· ταῦτα τοῦ φωτὸς ἔργα, ταῦτα τὰ τῆς δικαιοσύνης ἔπαθλα· τὰ τῶν ἁγίων κατορθώματα· εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος· παρακαλῶ ὑμᾶς διὰ τὴν ἀγάπην τοῦ Κυρίου, ἀνανήψατε οἱ κεκαρωμένοι τοῖς τοιούτοις πάθεσι· γρηγορήσατε οἱ καθεύδοντες τοῖς τηλικούτοις προσκόμμασιν. Εἰ θέλομεν οὖν ζῆσαι καλὴν ζωὴν, καὶ εἰ ἀγαπῶμεν ἰδεῖν ἡμέρας ἀγαθὰς, ἀκούσωμεν τοῦ λέγοντος· Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· καὶ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. Καὶ ποῦ οἱ ὀφθαλμοὶ Κυρίου, ἀλλ᾽ ἢ ἐπὶ τοὺς φοβουμένους αὐτόν; Ποῦ δὲ τὸ παρωργισμένον πρόσωπον τοῦ Κυρίου, ἀλλ᾽ ἐπὶ τοὺς ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν· ὅλον τὸ ἑξῆς τοῦ ψαλμοῦ νουθεσίαν ἡμῖν ἀρίστην ὑποδείκνυσιν, εἰ θέλομεν προσέχειν· καὶ τοῦτο μὲν, οὕτως.
Ἐν ταῖς ἡμέραις δὲ ταύταις, οὐκ ὀλίγοι τῶν ἀδελφῶν ἀσθενοῦσιν· ἔστι γὰρ ὁ καιρὸς νοσερός. Βοηθήσωμεν οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν· οἱ δὲ ἀσθενοῦντες, τὴν παιδείαν Κυρίου, ὡς σωτήριον δεξώμεθα· καὶ ὑπομονητικῶς φέρωμεν, καὶ εὐχαρίστως ἀποδεχώμεθα τὰ διδόμενα ὑμῖν· ἡνίκα δ᾽ ἂν ἀφεθῶμεν τῆς νόσου, μὴ εἰκῆ καὶ μάτην περιφερώμεθα, ἀλλ᾽ ἐν τοῖς ἔργοις ὑμῶν παριστάμεθα· οὐ γάρ εἰσιν ἐν ἡμῖν δοῦλοι ἀργυρώνητοι εἰς αὐτὸ τοῦτο τὸ τῆς δουλείας σχῆμα ἀφωρισμένοι· ὅπερ ἡ ἁμαρτία προεξένησε καὶ ὁ ἀπόστολος παρεχώρησε τοῖς κατὰ κόσμον· ἀλλ᾽ ἡμεῖς ἑαυτῶν δοῦλοι τε καὶ δεσπόται, δουλεύοντες καὶ δουλευόμενοι· ὥστε προσέχειν ὀφείλει τις ἵνα μᾶλλον δουλεύῃ καὶ μὴ δουλεύηται ἀκαίρως. Οἶδεν οὖν ὁ Κύριος ἕκαστον ὑμῶν καὶ τὸ ἔργον αὐτοῦ καὶ τὴν διακονίαν· οἶδεν οὖν τίνος ἐγένετο, καὶ ὅστις ἦν πρότερον, καὶ ὅπως ἦν ἐν τῷ κόσμῳ, καὶ πῶς ἐστιν ἄρτι, καὶ πῶς βιάζεται καὶ ὑπομένει· καὶ τίσι συνηρίθμηται· καὶ πόσος ἐστὶν ἐν στάσει καὶ οἵους ἔχει προηγουμένους· καὶ μεθ᾽ ὧν ἑστιᾶται καὶ συναναστρέφεται καὶ καθεύδει· καὶ οἵοις κέχρηται ἱματίοις καὶ ὑποδήμασι· καὶ πρὸς ταῦτα πάντα ὁ ἀκριβὴς ζυγοστάτης ὁ δίκαιος ἐξισωτὴς, ὁ ἀλάθητος ὀφθαλμὸς, ἀποδώσει καθὼς γέγραπται ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Λοιπὸν μηδεὶς ἀθυμείτω· μηδεὶς ἕτερόν τι λογιζέσθω παρ᾽ ὃ λογίζεσθαι χρή. Θεῷ γὰρ πεφανερώμεθα, ἀλλὰ καὶ παραστησόμεθα ἐνώπιον τοῦ φοβεροῦ καὶ φρικτοῦ αὐτοῦ κριτηρίου, ὅτε τῶν βεβιωμένων ἡμῖν ἀποτίννυμεν λόγον· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.