Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 31

ΛΟΓΟΣ ΛΑ΄.
Ἐν τῷ κυκλοῦν ὄφλημα πατέρων βίους.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Πρὸς τὰς συμβαινούσας ἡμῖν θλίψεις καὶ δυσχερείας σχεδὸν εἰπεῖν καθ᾽ ἑκάστην ἡμέραν· εἰ ἑώρων σωματικῶς, εἶχον ἂν πάλαι ἐξατονῆσαι καὶ δοῦναι ἄλλῳ τὰς ἡνίας τῆς προστασίας. Ἐπεὶ δὲ πρὸς θεὸν ὁ ταπεινός μου νοῦς ἀναβλέπει, δι᾽ ὃν καὶ ὑμεῖς κεκλῆσθε ἐνταῦθα, κἀγὼ παρέδωκα ὑμῖν ἐμαυτὸν, οὐκ ἀπευδοκῶ κἂν ἀνευδόκητός εἰμι· οὐδὲ ἀπολέγομαι κἂν ἄλογός εἰμι, οὐδὲ ἀπαγινώσκω, κἂν ἀπεγνωσμένος εἰμὶ· ἀλλ᾽ ἐπείγομαι καὶ συγκαίομαι, καὶ συνθλίβομαι καὶ συντρίβομαι, καὶ πάντα ἑτοίμως ἔχω παθεῖν τοῦ Χριστοῦ δυναμοῦντος ἕνεκεν ὑμῶν τῶν ποθητῶν μου· μᾶλλον δ᾽ ἀληθὲς εἰπεῖν, δι᾽ αὐτὸν τὸν κύριόν μου καὶ δεσπότην. Εἰ γὰρ αὐτὸς ὁ κτίσας τοὺς σύμπαντας αἰῶνας κατεδέξατο δι᾽ ἐμὲ (τοῦτο δὲ ἑκάστῳ ἀφαρμόζει), καὶ εἴλετο τῷ τῆς οἰκονομίας μυστηρίῳ πειρασθῆναι; ὀνειδισθῆναι, σταυρωθῆναί τε καὶ λογχευθῆναι καὶ τεθνάναι, τί μὴ ὑποστήσομαι, μᾶλλον δὲ τί ὑποστησόμεθα συμβουλευτικῶς; Ἀλλὰ θλίψεις, ἀλλὰ στενοχωρίας, ἀλλὰ τοῦτο, ἀλλ᾽ ἐκεῖνο. Καὶ γὰρ ἂν καλῶς πραγματευσώμεθα καὶ γρηγορήσωμεν καὶ διασπουδάσωμεν, κερδανούμεθα τὰ ἀθάνατα καὶ αἰώνια. Ἐὰν δὲ ῥαθυμήσωμεν καὶ ἀποκνήσωμεν, θησαυρήσομεν ὀργὴν ἐν ἡμέρᾳ κρίσεως καὶ ἀποκαλύψεως θεοῦ. Ὦ ποῦ ποτέ εἰσιν αἱ ἅγιαι ψυχαὶ ἐκεῖναι; Ὦ ποῦ ποτέ ἀπέλιπεν ὁ κατ᾽ ἐκείνους πόθος καὶ δρόμος; Χαρὰ αὐτοῖς ἦν καὶ εὐφροσύνη σωματικὴ θλίψις, καὶ δόξα καὶ μεγαλωσύνη ἄκρα ἡ ταπεινοφροσύνη· ἔρως καίων φλέγων ἀνενδότως τὸ φίλτρον τοῦ κυρίου ἐπιθυμία ἀκόρεστος· οὐ τὸ οἰκεῖον θέλημα ἐκπληρῶσαι, ἀλλὰ τοῦτο πανσθενεὶ μὴ ποιῆσαι ἔφεσις ἀνεκδιήγητος οὐ τὸ ἄρχειν, ἀλλὰ τὸ ἄρχεσθαι καὶ ὑποτάσσεσθαι ἕως γήρους. Ποῦ μὴ ἡ γηραλέα καὶ μακαρία κεφαλὴ ἐκείνη, ἡ ἐν τῇ τραπέζῃ παρασταθεῖσα μέχρις ἐγέρσεως Οἶδας ὁ ἀναγινώσκων· ποῦ μοι ὁ πολυπείραστος ἐκεῖνος μαργαρίτης τῆς ὑπακοῆς κατὰ τριακονταετίαν; Ποῦ μοι ὁ τίς δε καὶ τίς δε· ὡς γὰρ χορεία ἀστέρων περίεστί μοι τῇ διανοίᾳ πᾶσα ἡ ἱεροσύλλεκτος πληθὺς ἐκείνη. Τίς ἔσχε τὴν ὑπακοὴν ἀνυπόκριτον καὶ ἐδοξάσθη ἐν τάχει;

Δράμωμεν ταῖς ἐννοίαις, τέκνα, ἐπὶ τὸ ἐκείνου μοναστήριον· ἴωμεν ἐπὶ τὰ τοῦ μεγάλου Παχωμίου συστήματα. Βλέψωμεν τὸν ἀοίδιμον Ἰωνᾶν, Πετρώνιον τὸν τρισόλβιον, Θεόδωρον τὸν ἡγιασμένον. Εἶτα πορευσόμεθα ἐπὶ τὸ τοῦ ἀοιδίμου Θεοδοσίου ἁγιαστήριον· ὀψόμεθα κἀκεῖσε Βασίλειον τὸν ἀείζωον, Λέτιον τὸν θαυμάσιον, τὸν δεῖνα καὶ τὸν δεῖνα, Κἀκεῖθεν ἀπελευσώμεθα πρὸς τὸ τοῦ θεσπεσίου Θεοκτίστου σεμνεῖον, πρὸς τὸ τοῦ παναγίου Εὐθυμίου καὶ Σάβα ἐργαστήριον, καὶ ἁπλῶς συντόμῳ λόγῳ, τὰ ἐν τοῖς ἄνω χρόνοις καὶ μέσοις καὶ τελευταίοις· πῶς καὶ πόσον καὶ ποταπῶς ἠγωνίσαντο εἷς ἕκαστος τὸν ἀγαθὸν αὐτοῦ δρόμον. Ὁμοιοτρόπως οὖν, τέκνα καὶ ἡμεῖς εἴπερ καὶ θέλομεν εὑρεῖν τὴν ζωὴν καὶ τὸ φῶς ἀληθινὸν πορευσώμεθα· πάντα φέροντες, πάντα στέγοντες, μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία τοῦ ἔργου ἡμῶν· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς εὐπιστίας· ἐν ᾧ δυνήσεσθε σβέσαι τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα· ἄμαχοι καὶ ἀφιλένδεικτοι διαμένοντες, χαίροντες καὶ συγχαίροντες τῇ ἀλλήλων εὐδοκιμήσει, συναρμολογούμενοι ἐν μιᾷ συμπνοίᾳ τοῦ πνεύματος, ὡς ἕν τι σῶμα Χριστοῦ· εὐχόμενοι καὶ ὑπὲρ τῆς δυστήνου μου καὶ ταλαιπώρου ψυχῆς· ἵνα ὁ θεὸς τῆς εἰρήνης χορηγήσῃ πνεῦμα δυνάμεως εἰς τὸ ἰσχύειν διεξάγειν ὑμᾶς κατὰ τὸ βούλημα αὐτοῦ, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·