Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 32

ΛΟΓΟΣ ΛΒ΄.
Φωτῶν ἑορτὴ μὴ πάθει σκοτιστέον.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Πάλιν προεόρτιος ἡ κατήχησις ἀπὸ τῆς τῶν γενεθλίων τοῦ Χριστοῦ εἰς τὴν τῶν Ἐπιφανείων ἡμέραν καταντήσασα οὐ σχοῦσα μὲν, οὐδὲ ἔχουσά τι πρὸς ἀξίαν. Οὐ λέγω τῶν θείων πανηγύρεων· τοῦτο γὰρ ἁγίων καὶ θεοφόρων ἔργον· ἀλλὰ τῆς ἡμῶν προσηκούσης ὑπομνήσεως. Πλὴν καὶ τοίνυν καταβλητέον ἡμῖν τὸ εἰς δύναμιν. Ἐδιδάχθημεν οὖν πρότερον τὸ Χριστοῦ γενέθλιον· ὅτι ὁ Χριστὸς ἐφανερώθη ἐν σαρκὶ, ὥφθη ἐν κόσμῳ· ἦλθε γὰρ εἰς τὰ ἴδια, κἂν οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο πάντες· ἡμεῖς δὲ ἐπεὶ ἐδεξάμεθα αὐτὸν· καὶ γὰρ τοῖς τῆς πίστεως ὀφθαλμοῖς καὶ εἴδομεν ἐν σπηλαίῳ τεχθέντα παρθενικῶς τε καὶ ἀπερινοήτως ἐκ τῆς προφήτιδος· καὶ προσεκυνήσαμεν ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ σὺν ἀγγέλοις τὴν τῆς εὐδοκίας αὐτοῦ ὑμνολογίαν ἀνεπέμψαμεν· ἐλάβομεν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· ὡς ὁ θεῖος εὐαγγελιστὴς βοᾷ· ἀποῤῥίψαντες τὰ ἐκ σαρκὸς καὶ αἵματος καλύμματα τῶν παθῶν, εἰς τὸ τὰ ἱερὰ αὐτοῦ Ἐπιφάνεια θεάσασθαί τε καὶ ἀποδύσασθαι. Ἄπεισιν ὁ Λόγος πρὸς τὴν Φωνήν. Καιρὸς γὰρ ἦκε τῆς τελειώσεως· μέχρι γὰρ τῆς δεῦρο τριακονταετίᾳ ὑποτάσσεται ἀνθρωπίνως τοῖς γονεῦσι, τυπῶν ἡμῖν τὸ ὑποτακτικὸν· καὶ τοῦτο ὡς βούλει, εἴτε φυσικῶς λαβεῖν, εἴτε πνευματικῶς, ὁ νυμφίος πρὸς τὸν νυμφαγωγὸν, ὁ δεσπότης πρὸς τὸν δοῦλον, ὁ ἐνσώματος θεὸς πρὸς τὸν ἔνσαρκον ἄγγελον. Ὑπέξεισι γὰρ ἄρτι ὁ Ἰωάννης ἐκ τῆς ἐν ἐρήμῳ διαγωγῆς, ὅλος θεοφορούμενος καὶ πατροκινήτως διδασκόμενος ἑτοιμᾶσαι τὰς ὁδοὺς Κυρίου, εὐθείας ποιῆσαι τὰς τρίβους αὐτοῦ· κατασκευάσαι λαὸν περιούσιον. Ἐπεὶ δὲ ταῦτα ἐγεγόνει διὰ τοῦ ἐν μετανοίᾳ βαπτίσματος, ὑπαντᾷ τὸν Ἰησοῦν ἄρτι ὁ Ἰωάννης ἐρχόμενον, καὶ ἀνακράζει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐπιζητεῖ ὁ Χριστός μου πρὸς αὐτοῦ βάπτισμα· θάμβους πληροῦται ὁ Ἰωάννης· καταπείγει αὐτὸν ὁ δεσπότης εἰς ὑπακοὴν· ἀναδύεται καὶ ἀναβάλλεται ὁ ὑπηρέτης τὰ θεοπρεπῆ ἐκπληρῶσαι.

Πῶς οἴει τὸν πρόδρομον ἐν μεταικμίῳ δύο παθῶν γενόμενον· τὸ μὲν πρὸς ὑπακοὴν συνωθούμενον· τὸ δὲ πρὸς συναίσθησιν τῆς οἰκίας ἀναξιότητος ἀντωθούμενον· ἐνενόει γὰρ, ὡς εἰκὸς, καὶ ἐφθέγγετο τοιαῦτα. Πῶς τελετάρχου σχῆμα ὑποδύσομαι ὁ βραχὺς ἐγὼ καὶ ἀτέλεστος, καὶ σὲ τὸν παντέλειον θεὸν τελεταρχήσω; Πῶς ἄψομαι κορυφῆς τοῦ κλίναντος οὐρανοὺς καὶ καταβάντος· τοῦ μετροῦντος τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ, καὶ πᾶσαν τὴν γῆν σπιθαμῇ; Πῶς καταδύσω ἐν τοῖς ὕδασι, καὶ γυμνὸν ἴδοιμι τὸν ἀπερίληπτον καὶ περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις; Ἀλλ᾽ ὅμως ὁ Χριστός μου; Οὕτω πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὦ τῆς μεγάλης συγκαταβάσεως τὴν ἐσθῆτα ἀπαμφιέννυται, εἰς τὸ ῥεῖθρον κάτεισι, βαπτίζεται. Καὶ ἡ μὲν θάλασσα, ὡς ὁ ἱεροψάλτης Δαυῒδ, εἶδε καὶ ἔφυγε, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς κατῆλθεν· ἡ δὲ φωνὴ πατρόθεν ἐπιμαρτυροῦσα· Οὗτός ἐστι ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Εἶτα ἄνεισιν ἐκ τοῦ ὕδατος ὁ Χριστὸς καὶ φωστὴρ καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὦ μακαρίας χειρὸς τῆς ἁψαμένης τῆς κεφαλῆς, δι᾽ ἧς κεφαλὴ πάντων τῶν προφητῶν ἀγορεύεται. Ὦ παλάμης παμμεγέθους, κρατησάσης κάραν τοῦ ἐν οὐρανῷ καὶ γῇ καὶ τοῖς πᾶσιν ἀχωρήτου. Ὦ ἱερέως θεοχειροτονήτος, καὶ πάντων ἱερέων ὑψηλοτέρου, θεὸν καταξιωθέντος ἐν σαρκὶ βαπτῖσαι! Πῶς φῶς ἔλαμψε ἀνίσχοντος ἐκ τοῦ ὕδατος τοῦ ἡλίου τῆς δικαιοσύνης κατὰ τὴν τῇδε ἡμέραν καὶ ἀνοηθῶς καὶ αἰσθητῶς. Γήθει καὶ ἀγάλλεται καὶ φαιδρύνεται ἥ τε γῆ Ζαβουλὼν καὶ Νεφθαλεὶμ, ἥ τε Γαλιλαία τῶν ἐθνῶν, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, μᾶλλον δὲ πᾶσα ἡ οἰκουμένη.

Πρὸς ταῦτα δοξάσωμεν, πρὸς ταῦτα φωτισθῶμεν καὶ ἡμεῖς φῶς γνώσεως, καὶ οἷον τῇ θεωρίᾳ γενόμενοι κατὰ τὸν Ἰορδάνην, ἴδωμεν τὸ μέγα φῶς τὸν Χριστὸν ἡμῶν βεβαπτισμένον, καὶ προσπτυξώμεθα τὰ ἐν τοῖς ὕδασι ἴχνη αὐτοῦ ἀκατάληπτα· καὶ μηκέτι πρὸς τὸ σκότος ἐπιστρέψωμεν τῆς ἁμαρτίας· ἀλλὰ συνίωμεν καὶ συμβαπτισθῶμεν αὐτῷ. Ἔξεστι γὰρ τὸ καθ᾽ ἡμέραν, εἰ βουλόμεθα, τῷ τῶν δακρύων βαπτίσματι λέγω· τὸ γὰρ καθαρτήριον καὶ ἀείφωτον. Οἴκοθεν ἡμῖν τὰ νάματα, ἔχομεν καὶ ἡμεῖς Ἰορδάνην τῷ τῆς κατανύξεως ῥείθρῳ φωτιζόμενοι· τὸ καθ᾽ ἑκάστην συνεπώμεθα κἂν εἰς τὸ ὄρος ἀνέλθοι, συνανίωμεν αὐτῷ· κἂν πειράζεται ὑπὸ τοῦ διαβόλου τὸν πειραστὴν ἐλεῖν βουλόμενος, συμπειρασθῶμεν αὐτῷ πρὸς μικρὸν, ἵνα εἰς ἀγῶνας ἀνενόχλητοι διαμείνωμεν· κἂν νηστεύῃ ὡς ἄνθρωπος τεσσαρακονθήμερον, τῷ ἐφημερησίῳ κανόνι, ἢ καὶ τῷ ὑπερημερησίῳ ἐν καιρῷ συννηστεύσωμεν αὐτῷ ἵνα τρυφήσωμεν τὰ ὑπὲρ ἔννοιαν ἀγαθὰ ἀϊδίως. Οὐκ ἐτέρφθη ὁ Χριστὸς τῷ εἴδει πασῶν τῶν ὑποδειχθεισῶν βασιλειῶν τῆς γῆς πρὸς τοῦ σατανᾶ· μηδ᾽ ἡμεῖς καταθελχθῶμεν τοῖς τερπνοῖς τοῦ παρόντος βίου, ἢ καὶ ταῖς τῆς παρούσης πόλεως περικαλλίαις καὶ ἀπατωσύναις. Καὶ ἐν τούτῳ οὔτε πεσούμεθα, οὔτε προσκυνήσομεν τῷ Σέραπι. Οὐκ ἠπατήθη ὁ Χριστὸς ἡμῶν εἰπεῖν τοὺς λίθους ἄρτους γενέσθαι· μή τι γε καὶ ἡμεῖς, ὡς ὑποβάλλει ὁ δράκων τὰ πονηρὰ ἢ ἐν τῇ καρδίᾳ ἢ ἐν τῇ γλώσσῃ, φθεγγοίμεθα. Ἀλλ᾽ εἴπωμεν θεολέκτως· Ἄπελθε ὀπίσω μου σατανᾶ· ἂν οὕτως ἀποκρουσώμεθα αὐτὸν, καὶ οὕτω ποιήσωμεν, οἰχήσεται καὶ ἀφανισθήσεται· μᾶλλον δὲ καταρπηθήσεται· καὶ ἄγγελοι ὀφθήσονται διακονούμενοι, καὶ συγκαταβησόμεθα τῷ Χριστῷ, καὶ εἰς μαθητὰς αὐτοῦ ταχθησόμεθα, καὶ τῇ ἀπαθείᾳ περίδοξοι ἐσόμεθα, ὡς φῶτα τέλεια ἐν κόσμῳ, ἐν αὐτῷ Ἰησοῦ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·