Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 33

ΛΟΓΟΣ ΛΓ΄.
Μὴ λαθροφαγεῖν, μηδὲ κρύπτειν πταιστέα.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἐπαχθὴς μὲν ἡ ἀσθένεια, ἐφ᾽ ἧς πεπέδημαι νῦν καὶ τὰ μέλη καὶ τὴν γλῶτταν· ἀλλ᾽ ἵνα μὴ διακόψω τὴν συνήθειαν· καὶ λυπήσω τινὰς ὑμῶν τῇ στερήσει· ἄλλως τε καὶ διὰ τὸ τὰ ἐγκάρδιά μου ἐκλαλοῦντά με λαμβάνειν τινὰ ῥᾳστώνην, ἤχθην τοῦ λαλεῖν. Οὐκ οἶδα εἰ μὴ αὐτοὶ ἀπεχθάνεσθε καὶ τὰ ὦτα ἀποβύσσετε· οὔπω δὲ τοῦτο ἐλπίζω διὰ τὸ φιλεῖν με ὑμᾶς καὶ ἐπαισθάνεσθαι καὶ ἀντιποθεῖσθαι ἀφ᾽ ὑμῶν. Ἐγὼ ὁμολογῶ ὑμᾶς ἔχειν τὴν ψυχὴν, καὶ διάνοιαν, καὶ χαρὰν, καὶ στέφανον, καὶ ἐλπίδα, καὶ προσδοκίαν, καὶ εὐπραγίαν, καὶ σωτηρίαν. Καὶ οὐδὲ αὐτή με πιέζει ἡ νόσος εἴπερ αὐτοὶ εὐθυμεῖτε καὶ εὐδοκιμεῖτε· εἴπερ αὐτοὶ ὑγιαίνετε καὶ εὐκαταστατεῖτε· εἴπερ αὐτοὶ βδελύσσεσθε τὰ ἐν κόσμῳ καὶ ἀγαπᾶτε τὰ ἐν οὐρανῷ· εἴπερ αὐτοὶ ἀποζεύγνυσθε τῶν σαρκικῶν σχέσεων, καὶ συνδέδεσθε τῇ ἀγάπῃ τοῦ θεοῦ. Ναὶ, ναὶ, παρακαλῶ ὑμᾶς, τέκνα μου, οὕτως περιπατεῖτε, οὕτως βουλεύεσθε, οὕτως διαζῆτε, ὡς ὄντες καὶ μὴ ὄντες ἐν τῷ κόσμῳ τούτῳ, ὡς κτώμενοι καὶ μὴ κατακτώμενοι τὰ ἐνταῦθα· ὡς ἤδη ἐν σαρκὶ ὄντες πλέον δὲ ὑπὸ Πνεύματος ἀνηγμένοι. Εὐλογητὸς κύριος ὁ πλουτίζων ὑμᾶς ἐν ἀρεταῖς, ὁ ἐπὶ τοσοῦτον πλῆθος συζῆν ὑμᾶς κατὰ μίμησιν τῶν ἐν ταῖς Πράξεσιν ἀναγορευομένων ἁγίων ἀνδρῶν εὐδοκῶν.

Καὶ ὑμεῖς οὖν ἐστὲ, εἰ θέλοιτε, φῶς τοῦ κόσμου, ἅλας ζωτικὸν, χωρὸς ἀγγελικὸς, μέρις κυρίου, οὐρανὸς ἐπίγειος, ὥσπερ καὶ ἤκουσα τινὸς ἡγουμένου ἐγκωμιάζοντος ὑμᾶς. Μόνον μὴ καταπέσητε, μὴ φιλοσαρκήσητε, μὴ φιλοϊδιάσητε, ἵνα τὰ μέλλοντα κερδήσητε. Καὶ εἰ μὲν οἱ πατέρες ἡμῶν σαρκὶ καὶ αἵματι ἔζων ἡδονεύοντες ἐκραιπάλων, ἐψευδολόγουν ἐσυκοφάντουν, καλῶς ἂν ἔχοι καὶ ὑμᾶς τοιαῦτα ποιεῖν. Εἰ δὲ ἐν τοῖς τοιούτοις τις πορευόμενος οὐκ ἐπέτυχε βασιλείας οὐρανῶν, τί ματαιοκοποῦμεν οἱ ματαιοκοποῦντες;

Ἀκούω γὰρ ἐν ὑμῖν, συγχωρήσατε μοι λέγοντι ὅτι ψευδολογίαι γίνονται. Καὶ διὰ τί; Ἀλλ᾽ ἢ διὰ μίαν κρᾶσιν οἴνου· ὁ γὰρ τυχὼν ἀπέρχεται εἰς τὸν κελλαρίτην, καὶ λαμβάνει ὅπερ ζητεῖ, καὶ κατέρχεται εἰς τὸν ἑσθιάτορα λέγων οὐκ ἔλαβον· εἶτα καὶ πρὸς τὸν νοσοκόμον ὡς μηδαμοῦ λαβὼν, αἴρει κἀκεῖθεν. Βαβαὶ τοῦ φρονήματος, οὐχὶ διὰ μηδαμινὰ πράγματα ἀπόλλυμεν τὰς ψυχὰς ἡμῶν; Ναὶ λέγω ὑμῖν εἰ μὴ προσέχωμεν. Βλέπετε δὲ μὴ καὶ λαθροφαγία γίνωνται· φοβήθητε τὸν θεὸν μὴ ἀπολέσητε μετὰ τῶν ψυχῶν ὑμῶν καὶ τὴν μυριαπόλεστόν μου ψυχήν. Μὴ λαθροφαγοῦντί σοι λέγω, ἀλλ᾽ ἀσφαλιζόμενος διὰ σου πᾶσι. Μὴ λαθροφάγει ὀψοποιέ, μὴ σὺ μάγκιψ. Μηδὲ συγκρύπτετε τὰ ἁμαρτήματα ἀλλήλων· ὃς μὴ ἀναγγείλῃ τὸ τοῦ ἀδελφοῦ ἰδὼν πταῖσμα, φονεύς ἐστι τοῦ ἀδελφοῦ αὐτοῦ, κατὰ τὸν ἄγιον Βασίλειον· καὶ τὰ ἐπιτίμια βαρέα ἐπ᾽ αὐτοῦ.

Ἀκούω δέ τινας ἄχθεσθαι ἐν ὑμῖν ἐν τισι πράγμασιν, ῶν οὐκ ἐπιμνημονεύειν εὔκαιρον. Ποιήσατέ με ὑποτακτίτην. Ἐγὼ κἂν παραφρονῶν λέγω, ἐπεὶ πεπείραμαι τοῦ πράγματος. Τί γὰρ τοῦ τοιούτου μακαριώτερον; Ὅλος ἐστὶ καθαρὸς· ὡς ἔξω, οὕτως καὶ ἔνδον φαινόμενος τῷ Πατρὶ αὐτοῦ, μηδὲν ἀνεξάγγελτον καταλιμπάνων· ὁ τοιοῦτος ἰσάγγελος· τοιούτου οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ὑμάντα τῶν ὑποδημάτων. Ἐγὼ ὡς μέλη μου περικαίομαι ὑμᾶς· καὶ οὐ θέλω ἔν τινι παραβλάπτεσθαι ὑμᾶς, καὶ αὐτοὶ μωρολογεῖν με δοκεῖτε. Ἐλπίζω δὲ εἰς θεὸν ὅτι πάντες σωθῆναι θέλετε, καὶ πάντας σώους ὑμᾶς ἀπολήψεται Κύριος. Μὴ οὖν τέκνα μου, διὰ βραχείαν ἡδονὴν λοιπὸν, διὰ ὀλίγον αἰῶνα, μᾶλλον δὲ μικρὰς ἡμέρας, στερηθῶμεν τῆς τρυφῆς τοῦ παραδείσου, τῆς γλυκείας χοροστασίας τῶν ἁγίων καὶ δικαίων, τῆς ἐπισκοπῆς καὶ δόξης τοῦ Κυρίου, τῆς ἀειλαμποῦς φωτοδοσίας τῆς ἀειζώου ἀφθαρσίας τῶν ταγμάτων ἐκείνων, τῶν στάσεων καὶ παραστάσεων, τιμῶν τε καὶ δοξῶν, ἐνδοτέρων τε τε καὶ ἐξωτέρων, ἐγγιατέρων τε καὶ μακροτέρων. Πολλαὶ γὰρ μοναὶ παρὰ τοῦ Πατρός μου, φησὶν ὁ Κύριος. Ὁρῶ οὖν διὰ τοῦ νοός μου, πῶς περιεπέσετε εἰς ἀσθένειαν οἱ πολλοὶ, καὶ τὸ πῶς οἱ ἐναπομείναντες ἐν τῇ ὑπηρεσίᾳ ἀτονεῖτε· πῶς λειψαὶ αἱ τροφαὶ ὑμῶν, πῶς τὰ πότα στενὰ, τὰ ἐνδύματα οὐ ταλπικὰ, καὶ χαίρομαι καὶ λυποῦμαι· τὸ μὲν ὅτι ἐν ἴχνεσι τῶν ἁγίων περιπατεῖτε· τὸ δὲ διὰ τὸ σαρκίον τοῦτο τὸ περιπαθὲς, καὶ διὰ τὴν τῶν τινῶν ὀλιγοψυχίαν καὶ τῶν ἄλλων τὴν ἀήθειαν· πλὴν ὅτι οὐ μὴ ἀπολέσῃ ἕκαστος τὸν μισθὸν αὐτοῦ· ἀλλὰ δικαίᾳ κρίσει κατὰ τὴν ἑκάστου ἕξιν, καὶ θέσιν, καὶ ἀστειότητα, καὶ γνώμην, καὶ ζωὴν, καὶ ἀγωγὴν, καὶ πολιτείαν, δῴη ὁ θεὸς τὰς αἰωνίους ἀμοιβάς.

Πῶς θέλετε, τέκνα μου, οὐκ ἐν πᾶσιν ἀγαπᾶτε πατρικῶς ἡμᾶς πορεύεσθαι; πᾶσαι οὖν αἱ διακονίαι οὐχ ἑνὶ ἀποδίδοσθαί, φησιν, ἔχουσιν· ἀλλ᾽ ὁ μὲν τήνδε κρατεῖ ὁ δὲ τήνδε· καὶ μεταβαλλόμενοι, οὐκέτι δυσχεραίνειν ὀφείλετε· καὶ προσεπιτιθεμένων τῶν διακονιῶν, χαίρειν προσήκει. Διὰ τοῦτο οὐ πάντες πρὸς τὰς προόδους, ἀλλ᾽ οὓς ἀπέταξα ἔσθωσαν· μηδὲ πρὸς τὰς διαπράσεις, μηδὲ πρὸς τὰς ἀγορασίας, λοιπὸν, τέκνα μου, στέργετε. Τὸ αὐτὸ καὶ ὁ κελλαρίτης λόγον ἀποδιδότω περὶ ὧν διανείμῃ τῇ ἀδελφότητι, τῷ οἰκονόμῳ· ὁ δὲ μάγκιψ, τῷ κελλαρίτῃ. Λοιπὸν μέτρῳ δεδόσθωσαν καὶ οἱ ἄρτοι· καὶ ὁ ὀψοποιὸς περὶ κόκκον ἀπολογείσθω τῷ αὐτῷ κελλαρίτῃ· ὅ τε βεστιάριος, ὅ τε σκυτεὺς, εἴ τις ἄλλος τῷ αὐτῷ οἰκονόμῳ. Καὶ τὸ πότε, καὶ τὸ πῶς, ἵνα τὸ ἀβλαβὲς καὶ τὸ ἀπαθὲς τῶν ψυχῶν ὑμῶν διαγινώσκηται. Ἐρωτῶ· καλῶς λέγω; Πάντως μοι συμφήσετε. Λοιπὸν μὴ βαρεῖσθε. Πᾶσαν οὖν εὐστάθειαν ἀγαθῶν τρόπων, πᾶσαν εὐλάβειαν, πᾶσαν σύνεσιν καὶ ἐπιστήμην χαρίσηται ὑμῖν ὁ Κύριος εἰς τὸ ἀπροσκόπως περιστᾶν τῷ θεῷ ὡς καθαρὰν θυσίαν τὴν πολιτείαν ὑμῶν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·