Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 34

ΛΟΓΟΣ ΛΔ΄.
Ἔχειν μέριμναν θανάτου καθημέραν.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Τί θέλετε ἀναγγεῖλαί με ὑμῖν; Πρὸς τοὺς ἀποσταλέντας παρὰ Ἰωάννου, καὶ ἐπερωτήσαντας· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; καθὼς εἶχεν ἡ ἀνάγνωσις, τί φησὶν ὁ Χριστὸς πρὸς αὐτούς; Ἀπαγγείλατε Ἰωάννῃ· τυφλοὶ βλέπουσι, κωφοὶ ἀκούουσι, λεπροὶ καθαρίζονται, νεκροὶ ἀνίστανται, καὶ μακάριός ἐστι, ὃς μὴ σκανδαλισθῇ ἐν ἐμοί. Κἀγὼ τοίνυν λέγω ὑμῖν· οἱ προφῆται προεκήρυξαν, οἱ πατέρες ἐβεβαίωσαν προστάττοντες, ἀπειλοῦντες, ὑποδεικνύοντες τὰ φευκτέα, ἐνάγοντες πρὸς τὰ σωτήρια, παριστῶντες τὰ μέλλοντα. Μακάριος τοίνυν ἐστὶν, ὃς οὐκ ἀκροατὴς μόνον, ἀλλὰ καὶ τοῦ νόμου γενήσεται ποιητὴς· ὡς καὶ πάλιν ὁ Χριστός. Εἰ ταῦτα οἴδατε, μακάριοι ἐστὲ ἐὰν ποιῆτε αὐτά. Εἰ δὲ καὶ πλεῖον τούτων θέλετέ με λέγειν οὐκ ἔχω πλὴν τῶν ἐμῶν ἁμαρτιῶν· ὅτι μυριόπτωτός εἰμι· ὅτι μόνος ἁμαρτωλὸς καὶ ὑπεύθυνος πάσης κολάσεως, νοῶ κατὰ τὸ δυνατὸν, τὸν φοβερὸν καὶ ἀκατανόητον θεὸν οἷον καὶ ἡλίκον ἐστι φῶς καταλάμπον πάντα νοῦν καὶ πᾶσαν ψυχὴν ἀνθρώπου, καὶ πᾶσαν κτίσιν ἀφανῆ τε καὶ φανερὰν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ πράττων, ἀποτυφλοῦμαι ὁρᾶν αὐτὸν· ὃν πάντως μετὰ τὴν δύστηνον τοῦ σώματός μου ἀπαλλαγὴν ἴδω ὡς πῦρ φλογιζόμενον. Διαβλέπω τὰ κάλλη τοῦ παραδείσου τοῖς νοεροῖς ὀφθαλμοῖς καὶ τὴν ἀμήχανον τῶν ἐν αὐτοῖς ἐμφερομένων εὐφροσύνην· καὶ λῃστεύων τοῖς λογισμοῖς τὴν ψυχὴν, οὐχ εὑρίσκω τὴν φωνὴν ἀφιέναι τοῦ ἐκ δεξιῶν συσταυρωθέντος ἐπαινομένου λῃστοῦ. Τεθέαμαι ὁμοιοτρόπως τὰς τῶν ἁγίων ἀγγέλων χοροστασίας, καὶ τὰς τῶν ἁγίων ἁπάντων ἀποῤῥήτους εὐφροσύνας καὶ ἀγαλλιάσεις, καὶ δι᾽ ὧν ἐκεῖνοι τούτων ἐπέτυχον ἀπολιμπανόμενος, θυροκρουστῶ ἀποκεκλεισμένος τῆς βασιλείας τῶν οὐρανῶν καὶ ἀκούω· Ἀποχώρει πλάνε, οὐκ οἶδα σε. Εἰ δὲ καὶ τὰς κολάσεις εἴποιμι, βάλλομαι εἰς τὸ πῦρ τὸ ἄσβεστον κατὰ τὴν τῆς ἁμαρτίας μου φλόγα, καὶ καταδικάζομαι εἰς τὸ σκότος τὸ ἐξώτερον κατὰ τὸν ζόφον τῶν ἔργων μου. Ὑπάγομαι τῷ ἀκοιμήτῳ σκόληκι, κατὰ τὸν γαργαλίζοντα καὶ κατατρωγόντα με ὄφιν τῆς ἁμαρτίας. Συνδεσμοῦμαι χεῖρας καὶ πόδας, καὶ ὑποπέμπομαι εἰς τὸ χάος τὸ μέγα κατὰ τὸν βυθὸν τῆς κακίας μου. Κατακρίνομαι εἰς τὸν τετρώδη βρυγμὸν τῶν ὀδόντων κατὰ τὸν τῶν παθῶν μου κλύδονα. Καὶ τέλος συνδεδεμένος τοῖς δαίμοσι, ὧν ἠσπασάμην τὸ θέλημα, ὑπὸ τῶν ἁγίων ἀγγέλων κατατύπτομαι καὶ καταμαστίζομαι συνωθούμενος ἐπὶ τὸ αὐτὸ κολαστήριον. Καὶ ταῦτα μόνος ἐν ἀνθρώποις διαλογίζομαι ὑποστῆναι, καθὸ μόνος τοσαῦτα πεπλημμέληκα. Εἰ μὴ τι ἄρα χάριτι σωθείην· ἥδε ἡ ἐμὴ οὐσία, ὦ τέκνα, καὶ τὸ ἐμὸν κακὸν πλοῦτος;

Ἀλλ᾽ ὑμεῖς ἀνανήψατε, ἀνακαινίσθητε, ἀναδράμετε, λάβετε πτέρυγας καὶ μετέλθετε· ἁγνίσατε τὰς ψυχάς τε καὶ τὰ σώματα· καθάρατε τὸν νοῦν καὶ τὴν διάνοιαν. Μὴ τοίνυν ὁ νέος ὁ μηλάκιος ὁ ἠβάσας ὡς ἀρνίον κατασκυρτώμενος δι᾽ ἀταξίας εὐθὺς ἄρτι τῇ τοῦ θανάτου μαχαίρᾳ κατασφαγῇ. Εἴθε γὰρ ἵνα ὡς ἄλογον μετὰ τῶν ἐρίφων ἐκείνων καταταχθῆναι εἰς κολαστήριον· μηδὲ ὁ τελειοήλιξ καὶ ἀκρόγηρως, καὶ ὁ πολιοῦχος ἐν ἀμεριμνίᾳ διατελῶν καὶ ὑποθήκαις μακροβιώσεως ἀποβουκολούμενος ἀκούσῃ ἐκεῖνο· Ἄφρον, ἄφρον, τῇ νυκτὶ ταύτῃ τὴν ψυχήν σου αἴρουσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασα τίνι ἔσται; Μὴ τι τοιοῦτον ἐν ὑμῖν, ὦ τέκνα, πρὸς δὲ τοὺς πίπτοντας. Μὴ ὁ πίπτων οὐκ ἀναστήσει; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Μὴ οὐκ ἐστι ῥητίνη ἢ μάλαγμα ἐν Γαλαὰδ, καθὼς ὁ Ἰερεμίας φάσκει; Μὴ οὐκ ἔσται μοτῶσαι καὶ συνοχοῦσαι δι᾽ ἐλέους τοῦ τῶν ψυχῶν ἰατροῦ, τὰ τραύματα; Μὴ οὐκ ἔσται σκυθρωπάσαι καὶ ἀκοῦσαι ἐκ θεοῦ· Ὅτι ἴδον σε στυγνὸν, καὶ ἰασάμην τὰς ὁδούς σου; Μικροὶ τοίνυν καὶ μεγάλοι, ὡς εἴρηται, πρεσβύται τε καὶ νέοι, πρῶτοι καὶ μέσοι, τελευταῖοι, ἐγείρεσθε· ἄγωμεν ἐντεῦθεν τῶν παθῶν τῆς ἁμαρτίας. Ὁδοιπορήσωμεν μικρὸν· ἐπὶ θύραις τὸ κατάλυμα. Πυκτεύσωμεν τρέχοντες· ἤγγικε γὰρ τὸ στάδιον. Κωπηλατήσωμεν μικρὸν· πρὸς αὐτὸ γὰρ τὰς εἰσόδους τοῦ ἀειζώου λιμένος ἐσμέν. Διατοῦτο πάντα ἡμῖν καὶ ῥητέα καὶ ποιητέα καὶ γνωστέα· καὶ εὐλαβηθῶμεν, καὶ ἡσυχάσωμεν καὶ ἀπαῤῥησιασώμεθα, ἀγρυπνήσωμεν, καὶ ἀνυμνήσωμεν, ἀλλοτριωθῶμι τῶν κατὰ σάρκα γονέων, ἀδελφῶν, συγγενῶν καὶ ἐξ αὐτῆς τῆς ψυχῆς· ἵνα μᾶλλον συγγειάσωμεν καὶ υἱοθετηθῶμεν Χριστῷ τῷ θεῷ ἡμῶν. Οὕτως γὰρ θέλει· οὕτως ἡμᾶς ἔπλασε. Ἐκεῖνος ἡμῶν ὁ πρῶτος πατὴρ· ἐκεῖνος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν· ἐκεῖνος ὁ δοὺς πνοὴν ζωῆς ἐν ἡμῖν. Ἴσως γνωρίζω ἐν τούτοις. Ἀλλ᾽ ἐγὼ ἄφρων ὢν ἠφρονευσάμην, ὡς καὶ πάντοθεν καὶ νῦν. Χριστὸς δὲ ὁ θεὸς ἡμῶν καθαρίει τὰ φρονήματα ἡμῶν, καὶ ζωώσει, καὶ σθενώσει, καὶ τελειώσει τῇ συνεργείᾳ τῶν εὐχῶν τῶν πατέρων ἡμῶν· καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ· ὅτι αὐτῷ τῷ κυρίῳ ἡμῶν ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·