Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 35
ΛΟΓΟΣ ΛΕ΄.
Παθῶν κάθαρσιν τὴν μετάνοιαν λέγειν.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Τίς ὁ λόγος τῆς ἐμῆς ταπεινώσεως; Ἢ τί μέγα ποιῶ κατηχῶν ὑμᾶς; Οὐχὶ εἰς τοῦτο ἐξελέχθην παρ᾽ ἡμῶν; Οὐκ ἐν τούτῳ σκοπόν με τέθεικε, εἴπερ φέρει τὴν βλασφημίαν, ὁ θεὸς; Ἀλλὰ τί ὅτι ἀναξίως, ὅτι σκοτεινῶς, ὅτι ἀπείρως; πλὴν ὅτι προθυμοῦμαι ἐκ τῶν σαρκῶν μου καὶ ἐκ τῶν ὀστέων μου τῶν ταπεινῶν προσφέρειν καὶ διατρέφειν ὑμῶν τὰς τιμίας ψυχὰς ἑκάστοτε. Ἐπεὶ οὖν εἰς τοῦτο τέταγμαι ἀνάγκη μοι εὐαγγελίζεσθαι, ἀπειλεῖν, ἐπιτιμᾶν, ἀναμιμνήσκειν, εἴ τι ἄλλο ἐπιτελεῖν εἰς ὁδηγίαν τοῦ κρείττονος. Μὴ δὴ φανῶμεν ἡμεῖς βαρυκάρδιοι καὶ δυσήκοοι καὶ ἀμείλικτοι καὶ δυσήνιοι· ἀλλ᾽ ὑποδεχώμεθα καὶ ἐνωτιζώμεθα καὶ μαλασσώμεθα καὶ εἴκωμεν καὶ πειθώμεθα πρὸς πᾶσαν βουλὴν θεοῦ καὶ πρᾶξιν εὐσεβείας. Ἤδη δὲ ἐστὲ τινές οἵους ζητεῖ ὁ λόγος, ἀλλ᾽ οὐχ οἱ πλείους· ἵνα τί δὲ μὴ οἱ πάντες συναναστῶμεν καὶ ὡς ἐξ ὕπνου βαθέος τῆς ἀμελείας ἐκνήψαντες ἴδωμεν φῶς γνώσεως, καὶ ἐπιθυμήσομεν ζωῆς αἰωνίου ἀπόλαυσιν. Ἵνα τί μὴ νεκρώσομεν τὰ μέλη τὰ ἐπὶ γῆς, καθὼς διδάσκει ὁ ἀπόστολος, πορνείαν ἀκαθαρσίαν καὶ πᾶσαν ἐπιθυμίαν, καὶ γενώμεθα ναοὶ θεοῦ ζῶντος, σκεύη ἐκλογῆς, ἐν οἷς κατοικεῖ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα; Ἵνα τί μὴ φυλάττομεν τὴν μοναδικὴν κατάστασιν παρατετηρημένως ἔργῳ τε καὶ λόγῳ, ὡς μήτε στρηνιᾶν, μήτε γελοιάζειν, μήτε πονηρεύεσθαι, μηδ᾽ αὖ γογγύζειν, μηδὲ ὑπερηφανεύεσθαι κατὰ τοῦ πλησίον· μηδὲ μεγαλοῤῥημονεῖν, ὡς ἂν λέγειν· ἦν μοι ποτὲ τὸ καὶ τὸ, καὶ τάδε μοι καὶ τάδε ὑπῆρχεν. Ἀλλ᾽ ἐσώμεθα ἄγγελοι ἐπὶ τῆς γῆς, καὶ φωστῆρες ἐν μέσῳ τῆς ἀδελφότητος ᾠφελοῦντες καὶ ᾠφελούμενοι, σωφρονίζοντες καὶ σωφρονιζόμενοι, διδάσκοντες καὶ διδασκόμενοι, καὶ ἀλλήλοις ὡς ἔπος εἰπεῖν στάθμαι καὶ κανόνες ὄντες. Ἔως πότε οὖν ὁ τῆς ἀργολογίας δαίμων καταλήψεται ἡμᾶς; Ἔως τίνος ὁ τῆς παρακοῆς ἀπατεὼν διαχειρίζεται ἡμᾶς; Ἔως πότε ὑψωθήσεται ἡ καρδία ἡμῶν κενοδοξοῦσα ἐν μικροῖς καὶ μηδαμινοῖς, καὶ παραπληκτίζουσα τὸν ἀδελφὸν, φυλαττομένη ἐν γοργολογίας ἀναγνώσεως ἢ ἐν πείρᾳ λέξεως, ἢ ἐν καταλήψει νοήματος, ἢ ἐν προφορᾷ διαλαλήσεως, ἢ ἐν εὐφυίᾳ ἐγχειρήσεως, ἢ ἐν ἄλλοις τοιούτοις; Ἐπίβλεψον εἰσάκουσον μου, κύριε, φώτισον τοὺς ὀφθαλμοὺς ἡμῶν, μήποτε ὑπνώσωμεν εἰς θάνατον· μήποτε εἴπῃ ὁ ἐχθρὸς· ἴσχυσα πρὸς αὐτούς. Ἐν γὰρ τοῖς σαλεύμασι τούτοις οἱ θλίβοντες ἡμᾶς ἀγαλλιάσονται.
Οἶδα ὅτι γελάσετε τὴν ἐμὴν ἄντικρυς βλέποντες πολυπάθειαν· καὶ τάχα ἐκεῖνο ἐρεῖτε ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις· ὁ ἀπειλῶν μὴ κλέπτειν, κλέπτεις. Ἰατρὲ πρῶτον θεράπευσον σεαυτόν. Ἀλλὰ μεθ᾽ ὑμῶν καὶ ἐμαυτῷ, τέκνα, ταῦτα ἐπάδω, καὶ τὴν κακίαν μου ἀποκλέομαι, καὶ θρηνῶ μου τὴν ἀπώλειαν καὶ τὴν ματαίαν ἀνάλωσιν τῶν ἡμερῶν. Καὶ τὸ πῶς οὐκ ἀγαπῶ θεὸν, ἀλλὰ διάβολον· καὶ τὸ πῶς οὐ τρέχω πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης, ἀλλ᾽ εἰσδύομαι τὸ σκότος τῶν παθῶν. Ἐπεὶ τί κάλλιον καὶ τερπνότερον θεοῦ ζῶντος, λαμπρότητος ἀρετῶν, καὶ καθαρότητος ψυχῆς, ἐκλάμψεως νοὸς, καὶ ἐπάρσεως πρὸς τὰ ἄνω διανοίας. Ταῦτα ἀγαπητὰ εἰ καὶ ἐμοὶ φευκτέα. Ποθῶ εἶναι ἐν τούτοις, καὶ οὐ ποθῶ τοὺς τρόπους ἔχειν, δι᾽ ὧν εἰς ταῦτά ἐστιν με ἐλθεῖν. Οὐχ ὑποδείκνυμι εἰ ἄρα ἔλαβον τόπον καὶ καιρὸν κατανύξεως καὶ προσευχῆς φωτεινῆς καὶ δακρύων καθαρτικῶν. Εἰ ἄρα ἐκολλήθη ἡ ψυχή μου ὀπίσω τῆς ἐντολῆς θεοῦ, καὶ ἐπορεύθην ἐν ὁδῷ ἀμώμῳ τῶν αὐτοῦ προσταγμάτων· εἰ ἄρα ἐπέβην ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν πολυμόρφων παθῶν κατὰ τὴν ἀποστολικὴν ὁδὸν, ἐν ὁσιότητι πορευόμενος· εἰ ἄρα πᾶν μου μέλος κατήρτισα καὶ ἡγίασα εἰς δόξαν θεοῦ, ὥστε εἶναι τὴν μὲν γλῶσσάν μου πλῆκτρον θεοῦ, τὴν δὲ καρδίαν μου, ναὸν τοῦ ἁγίου Πνεύματος, τὰς δὲ βλέψεις μου ὁράσεις θεοῦ, τὰς δὲ ἐπινοίας μου ἐννοίας οὐρανῶν. Νῦν δὲ κινδυνεύω χαλεπῶς καὶ ὀλεθρίως διακείμενος. Ἀλλὰ δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον κυρίου ἀναλάβωμεν, καὶ δῶμεν ἀλλήλοις δεξιὰς ἐπὶ τῇ ἀλλήλων σωτηρίᾳ καὶ μηδεὶς ἔστω ὁ ἐναπομένων, ἐπεὶ ἐκβληθήσεται τῆς μονῆς, ὡς ὁ ἀπομακρυνόμενος τῶν συνοδιτῶν.
Ἕως οὖν ἐσμὲν ἐν σαρκὶ, ἕως ἐστι ὑπολειπαζόμενος ὁ καιρὸς τῆς παροικίας ἡμῶν, καὶ ἐφ᾽ ὅσον δέησις καὶ παράκλησις, δάκρυον καὶ μετάνοια, δράμωμεν, ἵνα καταλάβωμεν, ἵνα ἢ πᾶς ἡμῖν κόσμος καταφρονούμενος, τὸ πᾶν φρόνημα τῆς σαρκὸς καταβαλλόμενον, τὰ πάντα ἡμῶν θελήματα ἀπονεκρούμενα, τὴν ὅλην ἔφεσιν εἰς ἀγαθὸν φέροντες καὶ ἄσχετον πρὸς τοὺς κατὰ σάρκα ἰδίους διαδεικνύοντες. Μή τις εἴποι ἀδελφός μου καὶ πατὴρ, ἐξάδελφος θεῖος καὶ ἀνεψιὸς, φίλος καὶ γείτων καὶ ἀγχιστεύων. Ἐμὰ καὶ ἐμοῦ κλῆρος καὶ μερὶς καὶ ὕπαρξις καὶ τὰ τοιαῦτα ἦν ποτέ. Νῦν δὲ ἠλλοτρίωται· νῦν ἄλλη ζωὴ· ἄρτι ἄλλη γέννησις· ἄρτι ἀλλοία πολιτεία. Διὰ τοῦτο γὰρ καὶ ἐπιλέγοιτε, ὅτε ἤμην ἐν τῷ κόσμῳ, καὶ ὡς ὑπὲρ τὸν κόσμον ὄντες, ταῦτα φάσκομεν. Ἡ δὲ τυχὸν παραλογίζεσθέ με· ἐγὼ δὲ τὰ τῆς καρδίας μου ἀναγγέλλω· ἐγὼ δὲ τὰ τοῦ θεοῦ δικαιώματα καὶ τὰ τῶν ἁγίων ἐντάλματα ἀγορεύω. Οὐδεμία μοι τῶν ἔξω γελώντων φροντίς· οὐδὲ τῶν ὁμοσχήμων τάχα ὁ περὶ τούτων κωμῳδισμὸς· ἕνα ἔχω σκοπὸν, εἷς μοι φόβος καὶ οὐκ ἀποδεχόμενος· πρὸς τοῦτον ὁρῶ, καὶ ὅτι οὐκ ἄρχων καὶ βασιλεὺς ὡς οἱ βασιλεῖς τῶν πολλῶν· ἀλλὰ θεὸς μόνος ἐξουσιαστὴς, μόνος κύριος τῶν κυρίων, μόνος βασιλεὺς τῶν βασιλέων, μόνος θεὸς τῶν θεῶν, ὁ σοφὸς καὶ ὑπέρσοφος, ὁ ἀθάνατος καὶ αἰώνιος, ὁ κριτὴς καὶ ἐξερευνητὴς καὶ κυριεύων πάσης σαρκὸς καὶ ἐξουσίας. Ἀλλὰ στήτω περὶ τούτων λόγος. Ὑμᾶς δὲ ὁ αὐτὸς ὁ κύριος καὶ θεὸς, τοῦ πατρός μου χάριτι καὶ δωρεαῖς οὐρανίαις περιφυλάξειε, κατακοσμήσειε, περιφρουρίσειε, διαμορφώσειε, ζωοποιήσειε πρὸς τὸ αὐτοῦ εὐάρεστον· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.