Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 36
ΛΟΓΟΣ Λϛ΄.
Μὴ τὰ παρόντα, τὰ δὲ μέλλοντα θέλειν.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΤΕΚΝΑ ΚΑΙ ΑΔΕΛΦΟΙ,
Ἐμοὶ χρέος ἐστιν εἴπερ τι ἄλλα, προσφέρειν ὑμῖν τὸν τῆς ταπεινώσεώς μου λόγον· καὶ τοῦτο ποιῶν οὐκ ἀφέξομαι· πάντως δὲ ὅτι ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν, καὶ τῷ συνεχεῖ τῆς ὑπομνήσεως ἀνανήψομεν, εἴπερ προσέχομεν, ὅτι δεῖ ἡμᾶς ἀναλῦσαι εἰς τὴν γῆν, ἐξ ἧς ἔφυμεν· μᾶλλον δὲ χρὴ ἐνδημῆσαι πρὸς Κύριον. Ἐπιγνῶμεν οὖν λοιπὸν τίς ὁ βίος ἡμῶν, ᾧπερ λειτουργοῦμεν ἐν τῇ σαρκὶ ταύτῃ, καὶ τί τὸ πέρας τοῦ μυστηρίου τῆς διαλέξεως ἡμῶν. Ταῦτα εἰς νοῦν λαβόντες σπουδαῖοι γενώμεθα πρὸς τὰς ἐντολὰς τοῦ θεοῦ, καὶ κατεργάζεσθαι τὴν σωτηρίαν τῶν τιμίων ἡμῶν ψυχῶν μὴ παυσώμεθα. Ἴδε οὖν ἐν ποίοις ἔτεσιν ἐφθάσαμεν, καὶ ἐν οἵαις ἡμέραις κατελείφθημεν. Φανῶμεν τοίνυν ἐν τῇ γενεᾷ ταύτῃ τῇ ὀλιγώρῳ ὀνομαστοὶ διὰ τοῦ θεολήπτου βίου· ὥσπερ ἐν τοῖς πάλαι χρόνοις οἱ πατέρες ἡμῶν ἤνθησαν τὸ τηνικάδε, ὥσπερ κρίνα τοῦ ἀγροῦ, καὶ ὡς παράδεισος εὐθαλὴς τῷ τοῦ Πνεύματος ὕδατι ἀρδευόμενοι· καρποφοροῦντες τὰς ἀρετὰς, φίλοι κυρίου ἀνηγορεύθησαν, τὸ θεῖον τεθεραπεύκασι τῇ πράξει καθαιρούμενοι, τῇ θεωρίᾳ ἀνυψούμενοι, οὐρανὸν ἐκέκτηντο τὴν πάροικον γῆν, ἀγγέλους συνεχωρίαζον, καὶ θεῷ συνῳκίζοντο.
Τίς οὖν ἄρτι βαδιεῖται; τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου, ὡς γέγραπται; τίς ὑψωθήσεται ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ; Τίς λάβῃ πτέρυγας ὡσεὶ περιστερᾶς περιηργυρωμένας τῷ πνεύματι, καὶ καταπαύσῃ εἰς ὕψος τελειότητος; Τίς ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνην; Τίς συνήσας ταῦτα σοφὸς κληθήσεται; Διὰ τοῦτο κοινῇ βουλῇ, κοινῇ παραινέσει ἐξ ὑμῶν ἐγὼ, ἐξ ἐμοῦ αὐτοὶ λάβετε, μετάδοτε, ἀντίσχετε, μὴ ἀπολειφθῶμεν, μὴ κληθῶμεν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥ τις οὐ κατεύθυνε τὴν καρδίαν ἑαυτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς· τοὐναντίον δὲ γενεὰ εὐθέων, γενεὰ εὐλογημένη. Δείξωμεν καὶ ἡμῶν τὰ τῆς ἀρετῆς ἔπαθλα· ὁδεύσωμεν τὴν τῶν πατέρων ἡμῶν ἁγίαν ὁδόν. Ἐπὶ τὰς ἀτραποὺς ἐκείνων πορευσώμεθα· τὰ μίλια τούτων καταμετρήσωμεν· τοὺς βίους αὐτῶν ἰχνηλατήσωμεν· τὰ ἔργα αὐτῶν παραζηλώσωμεν· τοὺς τρόπους αὐτῶν ἐκμιμησώμεθα ὀλιγωστῶς πῶς καὶ μικροπρεπῶς. Ἀρκετὸν τῷ μαθητῇ μιμήματα φέρειν τοῦ διδασκάλου· ἐκεῖνοι ζωγράφοι τῆς θεοειδοῦς εἰκόνος, τῶν ἀρετῶν ἐπιστήμονες, ἡμεῖς κὰν σκιαγραφήσωμεν· ξένοι ἐκεῖνοι, ξενωπαθῶμεν καὶ ἡμεῖς· πατρὶς ἐκείνων οὐρανὸς καὶ ἡ ἡμῶν ἡ ἄνω Ἰερουσαλὴμ· κτῆσις αἱ ἐντολαὶ τοῦ κυρίου, τοῦτο καὶ ἡμεῖς αἱρησόμεθα· οὐκ ἐδόθησαν ἐκεῖνοι τῷ σαρκικῷ φίλτρῳ, οὐκ ἐτέρφθησαν ταῖς ἡδέσι τοῦ παρόντος αἰῶνος, ταυτοπαθήσωμεν καὶ ἡμεῖς.
Πάντες μὲν οὖν οἱ ἐν ταύταις ταῖς ἡμέραις ἅγιοι καὶ δίκαιοι· οὕτω γὰρ λέγειν ἀσφαλὲς· ἀλλ᾽ ἡμεῖς γε, ὡς εἴρηται, ἐπιμοχθήσωμεν ἵνα ὡς ἐν τοῖς ἄνω χρόνοις, ὁ τίς καὶ τίς εἰς θαυμασμὸν βίου ἀνακηρυττόμενος διεδείκνυτο. Οὕτω κἀνταῦθα τὸ ἡμῶν ὄνομα ταῖς μετέπειτα γενεαῖς εἰς ζῆλον ἀγαθὸν διαγνωρισθείη. Καὶ τί τούτου μακαριώτερον; καὶ τί τούτου τερπνότερον; Ἐὰν θέλητε, οὐδὲν τὸ κωλύον ἀναγράπτους ὑμᾶς γενέσθαι κατὰ τὸν βίον. Ὁ τότε θεὸς καὶ νῦν πάρεστι, οὐ πεπαλαιώταται τὸ εὐαγγέλιον, οὐδὲ ἠλλοίωνται αἱ ἐντολαὶ, οὐδὲ ὁ χρόνος μεταπεποίηται. Ὁ τότε προνοῶν καὶ νῦν προμηθεύεται· ὁ τότε λάμπων, καὶ νῦν φρυκτωρεῖ. Νὺξ καὶ ἡμέρα, θέρος καὶ ἔαρ ἐκεῖσε, καὶ ἄρτι, μὴ τί ἄλλο; Οὗτος ὁ θεὸς ἡμῶν ὁ ἀναλλοίωτος, ὁ ἄτρεπτος, ὁ ἀεὶ ὡσαύτως ὢν ὡς τὸ ἀπαρχῆς καὶ τανῦν συντηρῶν ἅπαν τὸ πλάσμα αὐτοῦ· ὁ τὴν αὐτὴν ἀκτῖνα τῆς ἀγάπης ἀνατέλλων πάντοτε ἐπὶ πάντας ἀνθρώπους, ὁ μὴ θέλων τοῦ ἁμαρτωλοῦ τὸν θάνατον μέχρις αἰῶνας. Ἡ ἀνωμαλία δὲ καὶ ἡ ἀλλοίωσις τῶν πραγμάτων προαιρετικὴ, τέκνα, καὶ θεληματική. Ἐπεὶ τί κεκώλυκε καὶ νῦν πατρικῷ ζήλῳ τὸν κιονίτην ἀσκεῖν καὶ τὴν ὁσίαν χωστὴν βιοτεύειν; Καὶ οὔπω μοι καιρὸς καταλέγειν καὶ ἑτέρων βίους· δεῖ καὶ ἡμᾶς κοινοβιακῶς ζῶντας κατὰ τοῦτο ἐκλάμψαι, ἵνα σὺν τοῖς ἄλλοις καὶ ἡμεῖς τὸν καθ᾽ ἡμᾶς βίον ἐνδειξώμεθα ἰσοπάτριον. Ἔσται δὲ τοῦτο ἐάνπερ βιασώμεθα ἐπὶ πλέον πάσῃ φυλακῇ τηροῦντες τὰς ἑαυτῶν καρδίας, καὶ ἐπὶ πᾶσι τὸ εὐπειθὲς φυλάττοντες καὶ τὸ ζητητικὸν καὶ ἐρευνητικὸν ἐφιέμενοι τῆς ἐν μηδεμίᾳ ἐντολῇ τοῦ κυρίου καταπτώσεως ἡμῶν. Οὕτως ἐλπίζω καὶ οὕτως ἀποκαραδοκῶν ὁ τυφλὸς, ὁ ἄσωτος, ὁ μηδὲν ἀγαθὸν ἔχων, ἀλλ᾽ ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα Κύριος βεβαιώσειεν ὑμᾶς, στηρίξειεν, ἐδραιώσειεν, προθυμοποιήσειεν εἰς καύχημα ἡμῶν, εἰς ἔπαινον, εἰς δόξαν θεοῦ καὶ εὐχαριστίαν νῦν τε, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.