Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 37
ΛΟΓΟΣ ΛΖ΄.
Μὴ δεῖν ἀθυμεῖν προσβολαῖς τῶν δαιμόνων.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ἀναγκαῖόν ἐστι πάντοτε τὸν παρακλητικὸν ὑμῖν λόγον προσφέρειν κάμνουσι καὶ κοπιῶσιν εἰς τὸ τοῦ θεοῦ ἔργον διὰ τῆς μακαριστῆς ταύτης καὶ πολυάθλου ὑπακοῆς. Καὶ εἰ μὲν ὁ ἀγὼν ἡμῶν καὶ ὁ πρὸς τὰς μεθοδείας τοῦ ἀντικειμένου πόλεμος διεκόπτετο κατά τινα ὡρισμένον χρόνον, διεκοπτόμην ἂν κἀγὼ τῆς παρακλήσεως· ἐπεὶ δὲ ἀένναός τις ἐστὶ καὶ ἀδιάκοπος, μήτε ἡμέρᾳ μήτε νυκτὶ καταλήγων, εἰκότως ἂν, ὀφείλω τὸ ἰσόμετρον συνεισφέρειν ὑμῖν, τὴν παρηγορίαν, τὴν προθυμίαν, τὴν εὐελπιστίαν ἐπιδιδοὺς ὅπλα, δύναμιν, συμμαχίαν, ἐμπειρίαν, πρὸς καθαίρεσιν τῶν ἀοράτων ὀχυρωμάτων. Δεῖ δὲ τὸν στρατιώτην, ὡς ἴστε, τὰ στρατιωτικὰ πράττειν, καὶ τὰ τῷ ἐπιτηδεύματι ἀνήκοντα πάντα αἱρεῖσθαι ἀπαραλείπτως· διὰ τοῦτο ὑμεῖς οἱ ἀληθινοὶ στρατιῶται τοῦ Χριστοῦ, βλέπετε οἷα καὶ τίνα τὰ ὅπλα ὑμῶν· εἴγε εἰσέκαστος ὑμῶν ἔχει τὴν ῥομφαίαν τῆς ὑπακοῆς, τὸν θώρακα τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὴν ἀσπίδα τῆς ταπεινοφροσύνης, τὸ τόξον τῆς προσευχῆς, τὸ κράνος τῆς ἐλπίδος, καὶ εἴ τι οὖν ἄλλο ἐπιβάλλει καὶ καθήκει, ἵνα μὴ λεπτολογῶμεν ἕκαστον. Οὐχ οὕτως ὡραῖον καὶ ἐκπλήξεως ἄξιον ἰδεῖν τὸν σαρκικῶς στρατευόμενον ὡπλισμένον ὡς τὸν τοῦ Χριστοῦ στρατιώτην ἔχοντα τὰ προειρημένα; Διὰ τοῦτο λοιπὸν, τέκνα μου, καὶ ὁπλίζεσθε καὶ φράττεσθε καὶ συνάλλεσθε καὶ πολεμεῖτε καὶ νικᾶτε τὸν πολεμοῦντα ὑμᾶς διάβολον, καὶ μὴ ξενίζεσθε ἐν τοῖς συμβαίνουσιν, ἢ ὅτι καταπλήττεσθε, ἢ ὅτι κατακεντεῖσθε, ἢ ὅτι ὑποσκελίζεσθε εἴπερ θᾶττον ἀνίστασθε.
Τινὲς ἀπεχθάνεσθε καὶ ξενοπαθεῖτε καὶ τυχὸν ἀπογινώσκετε, ὅτι τυραννεῖ ἢ ἐσχρότης, ἢ ἔχθρα, ἢ βλασφημία, ἢ βασκανία, ἢ μεταβασία, ἤ τι τῶν τοιούτων. Ἐγὼ δὲ ἀντιπανθάνω καὶ ἀποθαυμάζω εἰς τοὺς τοιούτους. Εἰπὲ γάρ μοι, ἀδελφὲ, ἀλλ᾽ οὕτως ἀκαμάτως καὶ ἀταλαιπωρήτως καὶ ἀνικήτως βούλει λαβεῖν τοὺς στεφάνους σου; Ἀλλ᾽ ὅτι φησὶν, ἔχω τόσα καὶ τόσα ἔτη, καὶ ἐξηγόρευσα πόσα καὶ πλειστάκις καὶ ἐνεδειξάμην τὸ καὶ τὸ, καὶ ὑπερηυξάμην μετὰ δακρύων καὶ στεναγμῶν οὐκ ὀλίγων, καὶ ἐχρησάμην καὶ ἀδελφοῖς συνεπαμύνουσί μου τῇ ἀσθενίᾳ. Βαβαὶ τῆς σοφίας, πόσα ὦ οὗτος λέγεις ἔτη ἔχειν ἐν τῷ πολέμῳ, τρία, πέντε, δέκα, πρός; Ἀλλ᾽ ἡ μακαρία ἀμμὰ Σάῤῥα τεσσαράκοντα ἔτη κραταιῶς πολεμουμένη τῷ τῆς πορνείας δαίμονι, ὑπήνεγκε γενναιότατα. Ἐῶ λέγειν τὸν γέροντα Παχὼν, καὶ τὸν ἑαυτὸν ἐν τῇ ἐκκλησίᾳ ἀπογυμνώσαντα, καὶ τὸν ὑπὸ τοῦ ἀββᾶ Ἀπολλῷ στηριχθέντα. Καὶ τί δεῖ μοι λέγειν τὰ ἀμέτρητα παραδείγματα, καὶ μεθ᾽ οἵων ἀγώνων καὶ κατορθωμάτων, ἐπίστασθε οἱ ἀναγινώσκοντες. Οὐχ ὅλοις δὲ ἐννέα ἔτεσιν ὀχλούμενοι οἱ δύο ἀδελφοὶ πρὸς τὴν μετάστασιν καὶ δεσμοῦντες αὐτῶν τὰ μηλωτάρια διῆλθον πλανῶντες τὸν πλάνον διάβολον, καὶ ἄλλος πεντηκοστὸν ἔτος ἔχων πρὸς αὐτὸ τοῦτο μαχόμενος, καὶ ἄλλος ἄλλως, καὶ ἕτερος ἑτέρως, καὶ οὐδαμοῦ ὁ παρακακισμὸς, οὐδαμοῦ ἡ ὀλιγώρησις, οὐδαμοῦ ἡ ἀνανδρία, μέχρις ἂν ἐδυναμώθησαν ἐν ταῖς ἀσθενείαις αὐτῶν τῇ ἄνωθεν ῥοπῇ ἐκκλίνοντες τὰς παρεμβολὰς τῶν ἐναντίων. Ἡμεῖς δὲ ὀλιγόψυχοι τὰ ὀλίγωρα καὶ ἀπαίδευτα καὶ φθεγγόμεθα καὶ διαπραττόμεθα. Ἀλλὰ διὰ τοῦτο ὑπομιμνήσκω, ἵνα ἀναφέρωμεν ἀπὸ τῆς συμπτώσεως, καὶ στήκωμεν ἐδραῖοι καὶ ἀμετακίνητοι τῇ ἐπὶ θεὸν πεποιθήσει, ψάλλοντες εἷς ἕκαστος· Ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ πόλεμος, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾽ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.
Μήτε οὖν ἀπὸ τῶν τοιούτων πτοεῖσθε· μήτ᾽ αὖ ἀπὸ τῶν δειμάτων καὶ φοβήτρων, ὡς ἐπέρχεται κατὰ φαντασίαν ἐν νυκτὶ ὁ δαίμων δεικνὺς ταῦτα καὶ ἐκεῖνα, μετασχηματιζόμενος καὶ ἀλλοιούμενός ἔστιν· ὅτε καὶ φωνοβολῶν καὶ ὀνοματίζων ἕωλός ἐστι καὶ ἀνίσχυρος· ἢ γὰρ ἂν ἐπάταξε τοὺς πάντας ἄρδην, λέοντος εἶδος προβάλλει. Ἀλλὰ σὺ θαρσαλέως κέντησον αὐτὸν τῆ ἀδειλίᾳ, καὶ ἔσωθεν εὑρήσεις αὐτὸν ἀχύρων πεπληρωμένον· ὑψηλὸς φαίνεται, ἰσοστεγῆς καὶ μέλας. Προβαλοῦ τὴν εὐχὴν, καὶ ὡς ὁ μέγας Ἀντώνιος ἴδῃς αὐτὸν ἀπολήγοντα καὶ πιθηκιοῦντα, κἂν κατασείῃ τὸν νοῦν ὡς ἤδη ἐρχόμενος καὶ ἐπιπεσούμενός σε· ἢ καὶ συγκατασπάσων κατὰ σοῦ τὴν οἰκίαν, μὴ δειλανθῇς καὶ ἴσα ὀνείρῳ παρατρέχει. Ἐκ τοῦ δὲ φοβεῖσθαι ὑμᾶς, οὗ οὐκ ἔστι φόβος, καὶ ἀγωνιᾶν, οὗ οὐκ ἔστιν ἀγὼν, ταῦτα συμβαίνει τοῖς πανθάνουσι.
Προσέχετε λοιπὸν τέκνα, καὶ μὴ πτύρεσθε ἐν τοῖς ἀπτύρτοις· πτυρέσθω δὲ μᾶλλον ὁ πάμπτυρτος ὑφ᾽ ὑμῶν διὰ τῆς ἐπὶ θεὸν ἐλπίδος καὶ εὐχῆς. Πρὸς τούτοις καλὸν καὶ τοῦτο ὑπομνῆσαι ἵνα μὴ φαρισαίζωσι τινὲς ὑπὸ τὸ οὐαὶ πίπτοντες, ἐν τῷ ζητεῖν τὰς πρωτοκλισίας καὶ πρωτοκαθεδρίας. Ὁ γὰρ θέλων πρῶτος εἶναι ἐν ὑμῖν, ἔστω πάντων διάκονος, ὡς ὁ Κύριος εἴρηκεν. Ὑψοῦσθε οὖν ἐν τῇ ταπεινώσει μᾶλλον· πρωτεύετε ἐν τῷ ἐσχατιάζειν τῇ προθέσει· καὶ περὶ τοῦ ἔξω, ὡς ἂν συμβάλῃ, δέχεσθε. Ἐγὼ δὲ θαυμάζω, πῶς τινές καὶ τὰ πρῶτα φιλοῦσι, καὶ τῶν πρώτων τὴν ἀρετὴν οὐ μεταδιώκουσιν. Ἀνεκκλησίαστοί τινες ὄντες ὑπνιάριοί τε καὶ γογγυστάριοι. Δεῖ δὲ εἴπερ καὶ ἐφίενται τῶν πρωτείων ἵνα καὶ τῶν προεχόντων τὰ ἔργα ἀναλαμβάνωσι· ἐπεὶ πολὺ τὸ αἰσχρὸν ἔχει τὸ πρᾶγμα. Πάντας οὖν Κύριος ὁ θεὸς εὐχαῖς τῶν πατέρων, καὶ στηρίζοι, καὶ συμβιβάσοι, μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ εἰς ἔργον προάγειν πᾶν τὸ λεγόμενον ἀξιώσειεν· ὅτι αὐτῷ πρέπει πᾶσα, δόξα, τιμὴ, κράτος, προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.