Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 38

ΛΟΓΟΣ ΛΗ΄.
Τῆς ὑποταγῆς μεῖζον οὐδὲν ἐν βίῳ.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Δόξα δόξα τῷ ἀφορίσαντι ἡμᾶς ἐκ κοιλίας μητρὸς ἡμῶν εἰς τὸ ἱερὸν ἐπάγγελμα τοῦτο. Χάρις κυρίῳ τῷ καλέσαντι ἡμᾶς εἰς τὸ θαυμαστὸν καὶ μακάριον τῆς μοναδικῆς πολιτείας τρόπον. Ἡμῖν ὡς ἀληθῶς δέδοται, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀλλ᾽ οὐκ ἀπὸ σκοποῦ, τοῦ γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν μᾶλλον ὑπὲρ τοὺς κατὰ κόσμον. Ὅτι βλέποντες οὐ βλέπουσι, οἱ πολλοὶ αὐτῶν, ὡς ἐστι τὰ πράγματα. Τί γὰρ, καὶ οἷα τὰ ἐκείνων; Μακαριοῦνται πλοῦτον, τὴν παραυτίκα δόξαν. Χαίρουσι τρυφαῖς καὶ ἀπολαύσεσι· γάννυνται μύροις καὶ οἰνοφλυγίαις, μαλακοῖς τε ἱματίοις καὶ ἵππων ἀγέλαις, ἀνδραπόδων τε πλήθεσι καὶ γαιῶν πολλῶν κατασχέσεσιν, οἰκημάτων κάλλεσι καὶ λίθων διαφανῶν ἀγλαίσμασι, καὶ τῇ λοιπῇ ποικιλίᾳ τῇ ματαίᾳ. Γελῶσι, πηδῶσι, σκιρτῶσιν ὡς ἔριφοι, καὶ κορέννυνται καὶ λιπαίνονται, ὡς ἕτοιμοι σῦες πρὸς σφαγήν. Καὶ μή τι εἴπωμεν τὸν ἄλλον ἐσμὸν τῶν παθῶν· παρατρέχει γὰρ ὁ λόγος τὰ ἐξ αὐτῶν τικτόμενα τῆς ἁμαρτίας ἔγγονα καὶ ἀποτελέσματα· καὶ ταῦτα αὐτοῖς τῶν ἐπαινουμένων τὰ αὐχήματα καὶ ἀγαλλιάματα.

Ἀλλ᾽ οὐ γὰρ τοῖς σταυρώσασι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτῶν, οἷοι ἐστὲ καὶ ὑμεῖς, οἱ τῷ κυρίῳ Ἰησοῦ Χριστῷ κατὰ τὸν ἀπόστολον, τὴν σάρκα σταυρώσαντες. Ἄλλος γὰρ ὁ πόθος, καὶ ἐπ᾽ ἄλλοις ἡ ἔφεσις ἡμῶν, ὦ τέκνα. Ζητοῦμεν καὶ ἐκζητοῦμεν τὴν πάλαι δίαιταν τοῦ παραδείσου τῆς τρυφῆς, ἐξ ἧς ἀποβεβλήμεθα· ἀναπολοῦμεν καὶ ἀναγνωρίζομεν τὸν ἀρχαῖον πολίτευμα ἡμῶν· ἀναχωροῦμεν κόσμου πλάνου καὶ ἐρχόμεθα εἰς θεὸν· ἀπεκδυόμεθα σκότος βιωτικὸν, καὶ ἐνδιδυσκόμεθα φῶς νοερὸν· βλέπομεν εἰς οὐρανὸν ἄνω, καὶ γινώσκομεν λόγους κτίσεως· καὶ ἀποκτώμενοι τὰ πάντα δεσπόζομεν τῶν ἁπάντων. Καὶ ὦ τοῦ μεγάλου ἐπαγγέλματος! τίς ἡμᾶς διέστησεν ἀπὸ σαρκὸς καὶ αἵματος, ἀπὸ τῶν φυσάντων καὶ ἀπὸ τῶν ἐγγόνων, ἀπὸ τῶν συνήθων, ἀπὸ τῶν ὁμηλίκων, ἀπὸ τῆς πατρίδος ἀπὸ τῶν πόλεων, ἀπὸ τῶν ἀγορῶν, ἀπὸ τῶν ὄχλων καὶ δήμων καὶ πάντων τῶν περικοσμίων; Τίς ἡμᾶς ἔπεισε δούλους ἑαυτοὺς ἐκδοῦναι τοῖς πνευματικοῖς ἡγουμένοις καὶ πατράσι, καὶ ἀναλαβεῖν τὸν ἀσκητικὴν ἀγῶνα τὸν δι᾽ ἐγκρατείας ἀγρυπνίας τε καὶ χαμευνίας διανυόμενον καθεκάστην. Τίς ἡμᾶς ἐφώτισε βλέπειν ἀδιαστρόφως, καὶ μηδὲν μέγα νομίζειν χρυσὸν ἢ ἄργυρον, καὶ κάλλος καὶ φαντασίαν, αὐτὸ τὸ βασιλικὸν διάδημα καὶ τὸ πορφυρικὸν περιβόλαιον· ἀλλ᾽ αἱρετώτερόν τι μᾶλλον καὶ ἀξιωματικώτερον καὶ ἐντιμότερον ἡγεῖσθαι τὸ ταῦτα τὰ ῥάκια καὶ πολύρῥαφα ἱμάτια περιβεβλῆσθαι, καὶ ἐν αὐτοῖς ὑπὲρ τὰς λαμπρὰς χλαίνας ὑπερσεμνύνεσθαι. Τίς ἐδυνάμωσεν ἡμᾶς φυγεῖν ὕλην καὶ σάρκα καὶ τοῖς ἄνω συναρμοσθῆναι διὰ τῆς παρθενίας καὶ ἀφθόρους καὶ ἀμνοὺς διαμένειν κατὰ τοὺς ἀγγέλους; Ταῦτα τοίνυν τὰ ἡμέτερα, ὦ ἀδελφοὶ, ἐγκαυχήματα, ἃ ὁ θεὸς ἐδωρήσατο ἡμῖν ἀγαπήσασιν αὐτὸν καὶ ποθήσασι τὰ μέλλοντα, φῶς ἀπρόσιτον, δόξαν αἰωνίαν, χαρὰν ἀνεκλάλητον, εὐφροσύνην ἀδιάλειπτον κληρονομίαν αἰώνιον, βασιλείαν οὐράνιον, χοροστασίαν ἀκατάλυτον, θεωρίαν τρισμακάριστον, πλοῦτον ἄῤῥευστον, πᾶν εἴτι καλὸν καὶ τερπνὸν τῶν τοῖς ἁγίοις ἀγγέλοις καὶ μακαρίοις ἀπ᾽ αἰῶνος πατράσιν ἀπηγγελμένων. Ἐπεὶ οὖν ταῦτα οὕτως, βλέπωμεν καὶ προσέχωμεν μήποτε ἀνθαιρώμεθα τὰ ἐναντία, καὶ φθάσωμεν κατόπιν τῶν βιωτικῶν διαζόντων. Διὸ ἁγνίσωμεν ἑαυτοὺς ἔτι καὶ φροντίσωμεν ἀπὸ νοὸς καὶ αἵματος καὶ καρδίας καὶ σώματος, καὶ μηδόλως δῶμεν παῤῥησίαν τῷ δαίμονι· λόγος λόγον καταπιάζει, καὶ βλέμμα σκαμβάζει, βλέμμα, καὶ ἀμέλεια ἀμέλειαν περιέπει, καὶ κατὰ μικρὸν μικρὸν γωνιάζοντες καὶ ἰδιάζοντες καὶ ὡς νυκτικόρακες εὑρισκόμενοι ἀποκύομεν τὸν τῆς ἁμαρτίας θάνατον. Μὴ οὖν, τέκνα, οὕτως μὴ, δέομαι καὶ ἀντιβολῶ, προσέχετε ἀπ᾽ ἀλλήλων· ἐκ τοῦ πλησίον καὶ ἡ ζωὴ καὶ ὁ θάνατος κατὰ τὸν εἰπόντα ἐλεεινὸν τὸ βάραθρον τοῦ αἰωνίου πυρὸς τὸ ἀνταπόδομα. Μὴ εἴπῃς ἐπανελθὼν ἐπανῆκα· μὴ φθέγξῃ χρονιῶν ἐχρόνισα· μὴ λογίσῃ δυναμωθεὶς ἐδυναμώθην· μικρὰ ἀμέλεια, καταφρόνησις ἐπὶ τὸ αὐτὸ ἀφυλάκτως σε προσλαμβάνουσα καὶ χειραγωγοῦσα εἰς τὸ βάραθρον τῆς ἁμαρτίας καταβάλλει. Σκοπεῖτε καὶ ὁρᾶτε μικροὶ καὶ μεγάλοι, προάγοντες καὶ ἀκολουθοῦντες, ἄρχοντες καὶ ἀρχόμενοι, ἄνω ἐμακαρίσθημεν· ὧδε ἐταλανίσθημεν, ἄνω ἐδοξάσθημεν, ὧδε ἡτοιμάσθημεν ἄνω ἀγγελικῶς, ἐβιώσαμεν· ὧδε σατανικῶς ἐπορεύθημεν, συνέφερεν αὐτῷ, φησιν, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος· συμφέρει καὶ ἐπὶ τῷ τοιούτῳ ταῦτα ἐρεῖσθαι· πλὴν ἀνακτέον καὶ ἐπιστρεπτέον καὶ ταῦτα οὐ λυπεῖν ὑμᾶς θέλων ἀνεθέμην τῇ παρούσῃ κατηχήσει· ἀλλ᾽ ἵνα, τέκνα μου, διὰ τῆς προαγγέλσεως τὴν ἐρχομένην ῥομφαίαν τῆς ἁμαρτίας ἐξ ὑμῶν τε αὐτῶν, κἀμοῦ τοῦ ταπεινοῦ ἐξεώσαμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·