Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 39

ΛΟΓΟΣ ΛΘ΄.
Τὴν ψυχόλεθρον φευκτέον παῤῥησίαν.

ΤΕΚΝΑ ΜΟΥ ΠΝΕΥΜΑΤΙΚΑ ΚΑΙ ΑΔΕΛΦΟΙ ΤΙΜΙΩΤΑΤΟΙ,

Οὐκ ὀκνηρόν μοι ἐστι τὸ λέγειν καὶ κατασφαλίζεσθαι ὑμᾶς τοῖς λόγοις τῆς ἀληθείας συχνοτέρως, ὥστε μὴ ἐξ ἀγνοίας ἢ ἐκ καταφρονήσεως περιπέσῃ τις ὑμῶν τῷ κέντρῳ τοῦ θανάτου, ὅπερ ἐστιν ἡ ἁμαρτία· παραβὰς τὴν ἐντολὴν καὶ πράξας ἃ μὴ θέμις. Ὁπότε καὶ τοῦτο ποιοῦντες εὑρίσκομεν τὸν κακότεχνον Σατανᾶν ἐνεργοῦντα ἔν τισι, ἐφ᾽ οἷς μέγα μοι πένθος καὶ λύπη κατατήκουσα. Διότι πάντων ὑφ᾽ ὑμῶν καθ᾽ οἱονοῦν τρόπον ἡμαρτημένων, ἐγὼ ὁ παμβέβηλος ὑφέξω τὸν λόγον ἐν ἡμέρᾳ δικαιοκρισίας καὶ ἀποκαλύψεως τῷ δεσπότῃ θεῷ, μὴ προαγγείλας, μὴ προασφαλισάμενος καὶ προδιδάξας. Οὐαὶ οὖν μοί ἐστὶν, ἐὰν μὴ διαγγέλλωμαι ὑμῖν. μᾶλλον δὲ οὐαί μοι, ὅτι μὴ ὢν ἄξιος μηδὲ πρόβατον ὀνομάζεσθαι, ποιμένος ἐπέχω τάξιν. Τίς ἡ ἀπολογία; ποταπὴ ἡ πρόφασις; Σκότους μου ὄντος, φωτίζειν ἄλλους· πεπληγμένου καὶ ἡλκωμένου πάθεσιν, ἰατρεύειν τοὺς ἀσθενοῦντας· ἀλλὰ φέρω διὰ τὴν ὑμῶν ἀγάπην καὶ τὴν πατρικὴν κέλευσιν πυρὸς γεέννης ὑπέκκαυμα γενέσθαι μόνος, ἢ ὑμᾶς καταβλάψαι. Ἐγὼ γὰρ, ἀδελφοί μου; ὁρῶ καθ᾽ ἑκάστην ἡμέραν καὶ ἀποβλέπω ἡλίκον τὸ κριτήριον τοῦ θεοῦ, καὶ ὅπως ἐπιζητεῖ ἄρτιον εἶναι τὸν ἄνθρωπον ὁ θεὸς πάσῃ ἀρετῇ πεπληρωμένον, μάλιστα τὸν προεστῶτα τοῦ λόγου. Τί οὖν ποιήσω; πρὸς τί ἀποβλέψω; τίνα συναγωνιστὴν δέξομαι; Ἓν οὖν γὰρ ἔργον ἐστὶ τὸ τὰς ὑμετέρας εὐχὰς ἐπιδίδοσθαί μοι· ὅπως ἐν αὐτοῖς στηριζόμενος, ἰσχύσω καλῶς ἡγεῖσθαι καὶ ἀνταγωνίζεσθαι πρὸς τὰ οἰκεῖα πάθη, καὶ κατευοδοῦσθαι ἐν τῷ θελήματι τοῦ κυρίου.

Βασιλεία οὐρανῶν πρόκειται, ἀδελφοί μου, ἁρπάσωμεν αὐτὴν διὰ τῆς ἐργασίας τῶν θείων ἐντολῶν. Μὴ φιληδονήσωμεν· μὴ καταῤῥαθυμήσωμεν· ἔτι ῥαγῶμεν κόσμου καὶ τῶν ἐν κόσμῳ, τοῦ κλύδωνος τῶν παθῶν ὑπερπλεύσωμεν, τῶν τῆς πονηρίας πνευμάτων ὑπεραρθῶμεν. Διασωσώμεθα ἑαυτοὺς εἰς τὸν ἀκύμαντον λιμένα τῆς αἰωνίου ζωῆς. Οἷον πικρὸν τοῖς ἀμελοῦσιν πρόκειται κολαστήριον; οἷος θυμὸς καὶ ὀργὴ ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τὴν κατεργαζομένην τὸ κακὸν, χριστιανοῦ τε παντὸς, πλέον δὲ ὅμως μοναχοῦ; ὅτι καθόσον ἐτιμήθημεν, κατὰ τοσοῦτον καὶ ἀπαιτηθησόμεθα τὸ ἀμώμητον τῆς πολιτείας. Πρὸς μικρὸν γοῦν ἐστι τὸ ἐκ τῆς βίας θλιπτικὸν καὶ ἀΐδιον τὸ ἐκ τούτου ἀπολαυστικὸν, ἐν ἔξει γενομένων ἡμῶν ἀγαθῇ τῇ ὀλιγοστῇ βίᾳ. Τοῦτο καὶ ἐν βρώματι, τοῦτο καὶ ἐν ὕπνῳ, τοῦτο καὶ ἐν θυμῷ, καὶ ἐννοίαις πονηραῖς, καὶ ἐν παντὶ ἄλλῳ· ἐὰν γὰρ στέρξωμεν καὶ καταβιασώμεθα, δυναμοῖ ἡμᾶς ὁ θεὸς, καὶ εὐήλατον καὶ πρανῆ εὑρίσκομεν· τὴν ὁδὸν τῆς ἀρετῆς· ἡ δὲ ἁμαρτία δυσκολώδης καὶ κρημνώδης καὶ θλιπτικὴ· σκοτεινὴ καὶ μυσαρὰ καὶ πανολέθριος τοῖς μετιοῦσιν αὐτήν. Δεῦρο δὴ οὖν λοιπὸν, τέκνα μου, ἐπὶ τὴν τεθλιμμένην καὶ ἅθλιπτον καὶ στενὴν καὶ εὐπλάτυντον ὁδὸν τοῦ θεοῦ πορευσώμεθα· τὸ εὔτονον ἐν ταῖς ἀγρυπνίαις ἡμῶν ἐπιμενέτω, καὶ τὸ εὔψαλτον τὸ εὐλαβητικὸν, τὸ πρὸς ἀδελφοὺς ἀγαπητικὸν καὶ ἀπαῤῥησίαστον· μέγα γὰρ κακὸν ἡ παῤῥησία καὶ θανάσιμον πρᾶγμα. Καὶ ὁ πολύπειρος διάβολος· εἰ μὴ προσέχει τις, ὀξέως ἐνσκήπτει καὶ παρεισδύει καὶ τιτρώσκει τῷ βέλει τῆς κακίας αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν· διαδεικνὺς πρόσωπα φιλόκαλα νεηλίκων· προσερεθίζων μειδιάσμασι φιληδόνοις τοὺς ἑκατέρους εἰς ἔξαψιν παθῶν· ὅτε γὰρ τὸν ἕνα ἐξαπατήσας καταπείσει ἀγαπᾶν πορνικῶς τὸν πρὸς ὃν τὸ πάθος πειρᾶται ἀντιπεπονθέναι καὶ ἀντιφίλτρως ἔχειν πρὸς ἐκεῖνον. Εἶτα ἕλκονται ἀλληλοδοσίαι ὁράσεων καὶ διαβλεπτισμοὶ καὶ διαχύσεις ψυχικαὶ καὶ πυρκαϊαὶ φιληδονίαι. Καὶ εἰ μὴ πολλὴ βοήθεια θεοῦ, σκέπη τε πατρικὴ, διάγνωσίς τε τοῦ πειρασμοῦ παρὰ τῶν πανθανόντων, ἐκεῖ ὄλεθρος καὶ σωδομιτικὸς ἐμπρησμὸς καὶ γωμοῤῥητικὸς ἀφανισμός. Ἀλλὰ φύγωμεν πάντες, ἐγώ τε γὰρ πρῶτος προπειρασθεὶς ὀρέγω ὑμῖν χεῖρα τοῖς πανθάνουσι· μεγάλη δὲ ἀσφάλεια φυλακὴ ὀφθαλμῶν, ἐξαγόρευσις ἀληθινή.

Ἀλλ᾽ οὖν μὴ δὲ πρὸς ἑαυτοὺς παῤῥησιασώμεθα· μένει γὰρ καὶ ὧδε ὁ θάνατος, καὶ τοῖς ἀγνοοῦσιν οὐκ ἀναγκαῖος εἰς φανέρωσιν· πλὴν ἅπασι φυλακτέον, ἵνα μὴ ὁ ἀμαθὴς τοῦ χείρονος τῇ ἀγνοίᾳ ἔλθοι εἰς τὸ βόθρον τῆς ἀπωλείας. Οἴδατε ὃ λέγω πεπονθότες οἱ τοιοῦτοι· μὴ ἅψῃ, θίγῃς μέλος σου παντοῖον, μὴ καταβλέψῃ τὴν γύμνωσίν σου, ἵνα μὴ τὴν τοῦ Χαναὰν ἀρὰν ἀπενέγκῃ. Οὐδὲ γὰρ ἄλλῳ ἐνισχήθη πλημμελήματι ὁ πεπτωκὼς μέγας στύλος ἐν τῇ ἐρήμῳ, ὡς ἔφη ὁ θεῖος Ἀντώνιος, ἢ τούτῳ· κἂν εἰ τὸν τρόπον τοῦ πνεύματος οὐκ ἀπεκάλυψεν ὁ πάνσοφος. Ἐστὶ γὰρ πορνεία καὶ μὴ πλησιάζοντι ἑτέρῳ σώματι. Βλέπετε πῶς περιπατεῖτε· μὴ σπάσησθε θανάτον· καὶ ὅτε τὴν χρείαν ποιεῖσθε τὴν ἀναγκαίαν, εὐσχημόνως καθήμενοι, καὶ ὕδωρ ποεῖτε, μὴ κατανοοῦντες μηδ᾽ αὐτὸ χεόμενον, μὴ δὲ προσψαύοντες δακτύλῳ τὸ μέλος. Ὦ ἄνθρωπε ταλαίπωρε, οἶδας τί λέγει ὁ ἀπόστολος; Ὅτι μὲ τίς ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου. Θηρίῳ συνοικεῖς, ἀγρίῳ λέοντι τῇ σαρκί· ἐὰν μὴ ῥομφαίαν κατ᾽ αὐτοῦ ἀνατείνης, ἥρπασέ σε, συνέτριψεν, ὥλεσεν· ἔργον σοι ἐστὶ τῷ δράκοντι χειραφεῖν καὶ δακτυλάπτειν· ἀγαπητικὸν καὶ μετὰ τόξου καὶ ῥομφαίας ἱστάμενον ἄθραυστον διαμεῖναι, καὶ ἀθάνατον· Ἐλεήσατέ με, τέκνα μου, καὶ ἀδελφοὶ ἐλεήσατε, καὶ μὴ μετὰ τῶν ἀμυθήτων μου κακῶν συνεπιβάλοιτε, καὶ πῦρ ἄλλο ἐπὶ τὴν κεφαλήν μου, μᾶλλον δὲ καὶ τὴν οὖσάν μοι ὑπὲρ πάντα ἄνθρωπον κακίαν διασκορπίσατε ταῖς ἀγαθοεργίαις ὑμῶν· γέγραπται γὰρ ὅτι· Υἱὸς σοφὸς εὐφραίνει πατέρα αὐτοῦ, καὶ τὴν ἀπολείπουσαν αὐτῷ ἀσυνεσίαν συγγνωμονεῖ. Ταῦτα οὖν λαβεῖν ὑμῖν χρεία, καὶ ἀλλήλοις πεῖραν διδόναι καὶ λαμβάνειν, ἐξ ὧν καταπανθάνομεν καὶ εἰς κρυπτότερα, καὶ ἐπιβάλλειν τὸν λόγον, καὶ μὴ λογίζεσθαι αἰσχύνην τὴν διήγησιν· μᾶλλον γὰρ αἱρούμεθα ἐντρεπτικὰ λαλεῖν ἤπερ πράττει. Ἀσφάλεια γὰρ ὀχυρὰ καὶ ἀποτροπὴ τοῦ διαβόλου εἰσέρχεται ἐνταῦθα. Ἰσχύετε ἐν ταῖς διακονίαις ὑμῶν· κραταιοῦσθε ἐν τοῖς ἔργοις ὑμῶν· ἀναβαστάζετε ἀλλήλων τὰ βάρη ἐν ἐλπίδος χαρᾷ, ἐν εὐσεβείᾳ πνευματικῆς εὐφροσύνης· αὐξάνεσθε καθεκάστην· καὶ τελειοῦσθε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·