Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 40

ΛΟΓΟΣ Μ΄.
Ἐκ τοῦ κατηχεῖν οὐ μικρὸν κέρδος φέρειν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,

Ἐρωτῶ τίνος ἕνεκεν γίνεται ἡ κατήχησις, ἆρα ἵνα μόνον πρὸς ὥραν ἀναγνωσθῇ καὶ τέρψωμεν ὑμῶν τὰς ἀκοὰς τυχὸν, ἢ αὐτοὶ ἐπαινέσητέ με ἐκ διαθέσεως ἢ καὶ πρὸς χάριν; Οὐδαμῶς· μὴ οὕτω τέκνα· ἀλλὰ διὰ τοῦτο ῥέσκεται, ἵνα ἐνωτίζησθε τὰ λεγόμενα, καὶ ἡ δύναμις ἐνιζάνη ταῖς ψυχαῖς ὑμῶν, καὶ φέρῃ τινὰ καρπὸν διὰ τῆς χάριτος τοῦ Χριστοῦ, συνεπικουρούσης τῆς εὐχῆς τοῦ πατρός μου δι᾽ ὑμῶν. Ἐγὼ δὲ ὡς τὰ πολλὰ ἐν τοῖς πολλοῖς, οὕτως ὁρῶ, ὅτι ἅμα τῆς ἀναγνώσεως καὶ εὐθὺς παρῆλθε τὰ λεγόμενα· καὶ ὡς ὅτι οὐδὲ ἐσημάνθη ὑμῖν τι περὶ τῶν προῤῥηθέντων. Εὐθὺς γὰρ ἐξερχόμεθα μετὰ τὴν ἀποπλήρωσιν καὶ ἐν τοῖς αὐτοῖς ἐμπίπτομεν κατηγορήμασι· ὁ μὲν γὰρ ἄρχεται ἀκαίρως συντυγχάνειν· ὁ δὲ ἀφαρεὶ ἐπερωτᾶν· ἄλλος γογγύζειν· ἕτερος ἀποδυσπετεῖν πρὸς τὸ καλοῦν ἔργον· ἄλλος ἐνδιαβάλλειν καὶ διεγείρειν μάχας, καὶ ἕτερος λοιδορεῖν· καὶ ὁ μὲν ὑποκρύπτεσθαι παρὰ τὰς γωνίας τοῦ μοναστηρίου, ὁ δὲ ἡλίου λάμποντος μόλις ἐξανίστασθαι τοῖς κοίτης καὶ καθέξεσθαι ἐν τῷ ἐργοχείρῳ. Τὰς γὰρ νωτείας καὶ τὰς ἐκλύσεις, καὶ τοὺς νυσταγμοὺς καὶ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, καὶ τὴν τοῦ ὅλου σώματος ἐξάτονον ὄκλασιν περίημι λέγειν.

Μὴ οὕτω τοιγαροῦν, τέκνα· μηδαμῶς, ἵνα μὴ ἀκούσητε· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με εὐλογεῖ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ. Μάτην δὲ σέβονταί με· ἀλλ᾽ ἐπὰν ἀκούσωμεν τοῦ σωτηρίου λόγου· εἴ τε διὰ κατηχήσεως, εἴ τε δι᾽ ἐπακροάσεως τῶν θεοπνεύστων γραφῶν, καθ᾽ οἵαν ὥραν συμβῇ, γενηθήτω ἐν τῇ καρδίᾳ ὑμῶν κίνησις φόβου θεοῦ, σπινθὴρ ἀγάπης αὐτοῦ, ἐπιθυμία προκοπῆς, ἔφεσις ἐργασίας τῶν ἁγίων ἐντολῶν, ἵνα ἀξιωθῶμεν τῆς αὐτοῦ βασιλείας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτῷ δόξα, καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·