Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 5

ΛΟΓΟΣ Ε΄
Ἀπευχαριστεῖν καὶ φιλεῖν εὐταξίαν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,

Καλῶν ὑμᾶς πρὸς κατηχήσεις, ἤθελον ποικίλον καὶ διάφορον ἔχειν τὸν λόγον· ἵν᾽ ὡς ἐπί τινος ἄλλου ἑστιάτορος παρετίθουν ὑμῖν πανδαισίαν δαψιλῆ πλουσίως, δυναμένην τρέφειν τὰς ἱερὰς ὑμῶν ψυχὰς· ἀλλ᾽ ἐπεὶ εἰμὶ πένης μόλις γε καὶ ἄρτον ὑμῖν καὶ ὕδωρ βραχύτατον, ταῦτα τὰ ὀλιγοστὰ ῥημάτια παρατίθημι. Δέχεσθε οὖν παρακαλῶ τὸ ἐλλεῖπον ἐν τῇ πολυπροθεσίᾳ λογιζόμενοι· χαίρω οὖν μεγάλως καὶ ὑπεραγάλλομαι ἐν ταῖς κατὰ θεὸν ὑμῶν προκοπαῖς καὶ διαβιώσεσιν· ἐν τῇ ὁμοψύχῳ ὑμῶν διαγωγῇ καὶ ὑπεξαγωγῇ τῶν ὑποτακτικῶν τληπαθημάτων. Καὶ ὅτι οὕτως ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν συνήχθημεν ἐπιτοαυτὸ πλείονες αἱρούμενοι οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ᾽ εὐσταθῶς καὶ θεοπρεπῶς ἐν τῇ ἰχνηλατήσει τῶν ἁγίων καὶ μακαρίων ἡμῶν πατέρων, μὴ διαιρούμενοι ταῖς γνώμαις, μηδὲ ἐθελοθρησκοῦντες ταῖς ἐπιθυμίαις, μηδὲ μεριζόμενοι ταῖς σαρκικαῖς σχέσεσι, μηδὲ κατατεμνόμενοι ταῖς ἰδιοκτημοσύναις, ἀλλ᾽ ἐν ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι συμβιβαζόμενοι καὶ συναριθμούμενοι, καὶ πρὸς μίαν ὡς ἀληθῶς ἐπιθυμίαν καὶ πρὸς μίαν ἔφεσιν δουλεύειν καὶ εὐαρεστεῖν Κυρίῳ, ὡς ἐν ταύτῃ τῇ ἀγγελικῇ καὶ κοινοβιακῇ ζωῇ. Τοῦτο οὖν ὅλον Χριστοῦ τὸ δῶρον, τῆς Θεοτόκου ἡ χάρις, τοῦ Προδρόμου καὶ τοῦ Θεολόγου τῶν μεγάλων ἡμῶν δεσποτῶν ἡ εὐεργεσία· ὑμῶν αὐτῶν καλῶς βουλευσαμένων καὶ πτερωθέντων θείῳ πόθῳ καὶ ῥαγέντων κόσμου καὶ ἀναπετασάντων ἐκ τῶν χαμαιζήλων πραγμάτων ὡς εἰς οὐρανόν αὐτὸν τῇ καλοβουλίᾳ.

Μακαρία οὖν ἡ ἱερὰ ὑμῶν πρόθεσις μακαριωτέρα ἡ θεοκίνητος ἀναχώρησις· ὁλομακάριστος ἡ τηλικαύτη ἐπιβίωσις· εἴπω τί καὶ ἕτερον· Μακάριοι καὶ οἱ τεκόντες ὑμᾶς· καὶ αἱ κοιλίαι αἱ βαστάσασαι ὑμᾶς. Καὶ οὐκ ἔξω τοῦ εἰκότος, διότι γραφικῶς σπέρμα ἐσχήκασιν ὑμᾶς ἐν Σιὼν καὶ οἰκείους ἐν Ἰερουσαλήμ. Καὶ γὰρ οὐκ ὀλίγον κᾀκείνοις πρόσεστι τὸ χαίρειν ἐφ᾽ ὑμῖν, ἡνίκα μάλιστα ἀκούουσι καὶ μανθάνουσι τὰ περὶ ὑμῶν εὖ ἔχειν διὰ τῆς θείας καὶ ἐναρέτου καὶ ὑπομονητικῆς ὑποταγῆς ὑμῶν· ἐπεὶ καὶ ἁγιάζεται ἡ ὀσφὺς αὐτῶν διὰ τῆς ἱερᾶς ἀπαρχῆς ὑμῶν· καὶ οὐκ ἔστιν οὑτινοσοῦν οἰκία μὴ δεχομένη φωτισμὸν κατανυκτικὸν καὶ διὰ μόνης τῆς πρὸς τὸν οἰκεῖον ὑπομνηματίσεως. Τοσούτου καὶ τηλικούτου ὄντος ὑμῖν τοῦ ἀγαθοῦ, καὶ ἡλίκης καὶ τηλικαύτης προσούσης ὑμῖν τῆς μεγαλοδωρεᾶς· καὶ οὔπω λέγω τῆς μέλλοντι αἰῶνι εὐζωίας καὶ ἀῤῥήτου ἀνταποδόσεως· πῶς οὐκ ἔστι μοι χαίρειν τῷ ταπεινῷ καὶ ἁμαρτωλῷ; καὶ πῶς οὐκ ἐπιθυμητὸν τοῦ προθυμεῖσθαι παντοίοις ἔργοις καὶ λόγοις εἰς ἐπιμονὴν τῶν καλῶς θησαυριζομένων καὶ οἰκοδομουμένων ταῖς ἱεραῖς ὑμῶν ψυχαῖς; Ναὶ τοιγαροῦν χαίρω καὶ ἀγάλλομαι· ἀλλ᾽ ὅσον τὸ χαίρειν, τοσοῦτον ἀνάπαλιν καὶ ὁ φόβος καὶ ὁ τρόμος μοι πρόσεστιν. ἵνα μὴ ἐξ αἰτίας τῶν πολλῶν μου ἁμαρτιῶν, ὑπεισέλθοι τις ἀταξία ἐπανατρέπουσα τὰ πολλοῖς πόνοις καὶ μόχθοις καὶ ἀγῶσι στηριχθέντα καὶ κτηθέντα ὑμῖν.

Καὶ ὁ μὲν πρῶτος λόγος, κατὰ κοινοῦ· ἐπεὶ καὶ πρὸς τὸν καθέκαστον, ὅπως μή τις ἰδιογνωμάξῃ καθ᾽ ἑαυτὸν, μηδὲ ἀτονῇ ἀπὸ τῶν ἀσκητικῶν ἀγώνων, μηδὲ σαλεύῃ τοὺς πόδας ἐκ τῆς καθ᾽ ὑπομονὴν στερεᾶς πέτρας τῆς ἀληθινῆς πρὸς τὸν καθηγούμενον πίστεως· μηδ᾽ ὁπωσοῦν ἄλλως ὑποδέξηται τὸν ὄφιν τὸν πολυκέφαλον, τὸν δόλιον καὶ ποικιλότροπον εἰς ἐξαπάτησιν ἁμαρτίας τῆσδε, κατὰ τόνδε ἢ τόνδε τὸν τρόπον, ἐν τῇ τῇδε ἢ τῇδε δικαιοῤῥημοσύνῃ καὶ προφασιλογίᾳ· πολύτεχνος γὰρ ὁ τῆς ἁμαρτίας εὑρετὴς, ὁ ὁ τῶν κακῶν σπορεὺς, ὁ πικρὸς σοφιστὴς, ὁ τοῦ θεοῦ ἀντάρτης, ὁ τῶν ἀγγέλων κατήγορος, ὁ ἐξ οὐρανῶν ἀπολισθήσας, ὁ εἰς γῆν ὡς ἀστραπὴ καταπεσὼν, ὁ εἰς τὸν παράδεισον εἰσεληλυθὼς κλέπτης, ὁ τὸν προπάτορα ἡμῶν Ἀδὰμ· φεῦ τῆς ἀβουλίας, ἐξαπατήσας ὁ ἔκτοτε καὶ μέχρι τοῦ δεῦρο πολυειδῶς καὶ ἀλλεπαλλήλως τὸ γένος καταμερίσας καὶ διαστήσας εἰς γλώσσας καὶ φυλὰς ἐθνικὰς ἀπιστίας καὶ ἀθεΐας, καὶ αὐτό γε τὸ χριστιανικόν, τὸ μὲν γὰρ εἰς αἱρέσεις πονηρὰς, τὸ δὲ, εἰς πράξεις ἀθέσμους καὶ μυσαρὰς, καὶ εἰς ταὐτό φερούσας ἀπωλείας ὄλεθρον οὐ παύεται ἀδελφοὶ ὑποφέρειν· οὗτος καὶ ἡμᾶς πειρᾶται τοξεῦσαι καὶ τρῶσαι καὶ θανατῶσαι τοῖς τῆς ἁμαρτίας βέλεσι.

Καὶ μάλιστά γε οἴδατε οἷον ἀγῶνα κέκτηται καὶ πόλεμον ἄσπονδον κατὰ τὸ πατρικῶς ἀποκαλυφθὲν ἡμῖν, εἰς τὸ ἅγιον ἡμῶν τάγμα, καὶ εἰς τοὺς καλῶς ἀγωνιζομένους, ὅτι περίδοξον νίκην καὶ μέγα τρόπαιον τὴν πτῶσιν τοῦ μοναχοῦ, παρὰ τῶν ἀποστατικῶν αὐτοῦ δυνάμεων εἰδέχεται. Διὰ τοῦτο, τέκνα καὶ ἀδελφοὶ, δυσωπῶ παρακαλῶ, νουθετῶ, ἀσφαλῶς περιπατεῖτε, πάντοθεν περιπεφραγμένοι, ἑκατέρωθεν ἐνοπλισμένοι· ὁλοτελῶς τεθωρακισμένοι, ἐν μηδενὶ διδόντες χώραν εἰσόδου αὐτῷ θανατικῆς· τοῦτο δέ ἐστι κατορθῶσαι, ἐκ τῆς ἀγαθῆς πεποιθήσεως καὶ ἀκλινοῦς ὁμολογίας ἐξαγορεύσεώς τε παντοδαπῆς, ταπεινώσεώς τε καὶ ὑπακοῆς ἀνυποκρίτου τε, καὶ μακροθυμίας ἀνολιγώρου. Ναὶ ναὶ ἀντιβολῶ καὶ δέομαι ὑμῶν, διὰ τὸν θεὸν, διὰ τὴν ἀνταπόδοσιν, διὰ τὴν ζωὴν καὶ χαρὰν ἐκείνην· ἢ διὰ τὴν ἐναντίωσιν· λέγω δὴ διὰ τὸ πῦρ τὸ ἐξώτερον καὶ τὰ μυρία βασανιστήρια· ἔτι καὶ ἔτι καθυπομείνωμεν, ὑποδράμωμεν, εὐθυπορήσωμεν, διεξέλθωμεν, ἀντιστῶμεν, διελάσωμεν, καταφθάσωμεν ἐκπεράσωμεν, ἀποπληρώσωμεν τὸ πέλαγος τὸ μέγα τοῦ αἰῶνος τούτου· ὅπως διὰ ὁσίου θανάτου ἀμειψώμεθα τοὺς ἀμαραντίνους στεφάνους τῆς δικαιοσύνης· τὰ τῆς ἀθανασίας ἔπαθλα· τὰς μακαρίας τῆς αἰωνίου ζωῆς ἀνεκδιηγήτου ἀναπαύσεις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·