Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 41
ΛΟΓΟΣ ΜΑ΄.
Πυρὸς παφλασμὸν ἐννοεῖν ἐξωτέρου.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Εἰ καὶ τῷ σώματι ἀσθενῶ, ἀλλὰ μακρὸν δύναμαι λέγειν, ἵνα τοίνυν μὴ ῥαθυμίας καὶ ὀκνηρίας ἀπενέγκωμαι ἔγκλημα μικρόν τι κατηχήσω ὑμᾶς· μήπως τις καὶ ἀσθενῶν ἐν ὑμῖν, καὶ κοιμώμενος κατὰ ψυχὴν, καὶ γρηγορῶν ἐν κακοῖς, μὴ ἕτερος ἐκλελοιπὼς ἀπὸ δίψης τῶν ἐμπυριζόντων παθῶν καὶ ἐπιδεής ἐστι σταγόνος λόγου ἀναψύχοντος αὐτόν· ἢ ἄλλος λιμαγχονούμενος οὐκ ἄρτῳ καὶ ὕδατι, ἀλλὰ λόγῳ· οὗ καὶ ὁ λιμὸς κατὰ ψυχὴν θανάσιμος. Ἴδοι ὁ θεὸς ὡς περιπατεῖτε καὶ ἔχοιτε περιπατῆσαι· ὡς ἀναστρέφεσθε, ὡς ἀπογυμνάζεσθε ὡς τηρεῖτε ἑαυτοὺς λόγῳ καὶ παντὶ κινήματι τῆς ἐνθέου πολιτείας. Βοηθήσατε οὖν τῇ ἀθλιότητί μου, διὰ τῆς ὑμῶν εὐσθενείας· ἀναβαστάζετε ὡς τέκνα φιλόστοργα, σπλάγχνα ἀναλαβόντες οἰκτιρμῶν, πατέρα ἀχρεῖον. Ἰστόρηται οὖν ὅτι καὶ τῶν πετεινῶν τινὰ γεγηρακότα τὸν πατέρα κατὰ συζυγίαν προσυποβαστάζοντες ταῖς πτέρυξι, διαμείβουσι τόπον ἐκ τόπου· ἐμὲ οὖν οὐ ταῖς σαρξὶν, ἀλλὰ ταῖς ἁμαρτίαις ὑπεργηράσαντα, ὡς εἴρηται, ἀναλαμβάνετε, ἀνακαινίζετε, ἀναθάλπετε. Τοῦτο δέ ἐστι τὸ ἕκαστον ὑμῶν τηρεῖν τὴν ἀγάπην ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης· ἔχειν τὸν κύριον ἐκ δεξιῶν πρὸς τὸ μὴ σαλεύεσθαι κατὰ πᾶσαν ὥραν· μὴ πρὸς ἐπιθυμίαν, μὴ πρὸς θυμὸν, μὴ πρὸς φθόνον, μὴ πρὸς γέλωτα, μὴ πρὸς ἀργολογίαν, μὴ πρὸς ἀλλό τι τῶν κατασπώντων εἰς πέτατρον ἅδου. Τίς ἐστι τέκνα μου, ὁ μὴ κρατούμενος ὑπὸ τὸν ἅδην· οἴδατε τί λέγει ὁ ἅγιος Δωρόθεος, ὁ ὑπὸ μηδεμιᾶς ἁμαρτίας κατεχόμενος· ἀετὸς γάρ φησιν ἵνα ὁ λοστὸς ἔξω τύχῃ κρατηθῇ δὲ μόνον ὑπὸ τὸν ὄνυχα, ἐν τῇ παγίδι ἐστὶ, καὶ ὑπὸ τὸν θηρευτὴν ἐπαγιδεύθη· διὰ τοῦτο προσέχετε, βιάζεσθε, ὅτι βιαστῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
Οἷος μέλλει ἀπαντᾶν φόβος καὶ τρόμος ἡμῖν ἐν τῇ ἐξόδῳ; μικροῦ δεῖν ἐστοχασάμην ἐκ τῆς προστυχούσης μοι ἀσθενείας· ἀνεκδιήγητον γὰρ ἔσχον τὸν πόνον· καὶ εἰ πρὸς μικρὰς ὥρας τηλικοῦτος καὶ βασανιστικὸς καὶ ἀφόρητος, τί πεισόμεθα, κύριοί μου δεσπόται, ὅτε αὐτὸς ὁ θάνατος ἥξει διασπαραττομένης, καὶ διαῤῥηγνυμένης τῆς ψυχῆς ἀπὸ τοῦ σαρκίου τούτου; Μᾶλλον δὲ πῶς ὑποστησόμεθα τὴν φοβερὰν ἡμέραν ἐκείνην εἰ μέλλοι τις ἡμῶν ἀμελῶς πολιτεύεσθαι. Ὅτε τῇ τοῦ ἀρχαγγέλου σάλπιγγι ἐξαναστήσονται πάντες ἄνθρωποι, καὶ εἰς κρίσιν ἐλεύσονται πάντα τὰ ἔθνη, πᾶσαι φυλαὶ καὶ γλῶσσαι. Τότε ὁ οὐρανὸς ῥοιζηδὸν διαλύεται, στοιχεῖα καυσοῦνται, κτίσις ἅπασα μεταποιεῖται. Ποῖαι αἱ ἄπειροι μυριάδες τῶν ἁγίων ἀγγέλων σὺν φόβῳ παρίστανται; Καθέζεται δὲ ὁ κριτὴς τῶν ἁπάντων· εἶτα ἐξελέγχεται πρᾶξις καὶ λόγος ἑκάστου κατὰ πρόσωπον ἡμῶν ἱστῶν τοὺς ἐλέγχους τῆς τε κατ᾽ ὄψιν ἁμαρτίας τῆς τε κατὰ τόπου θέσιν καὶ τρόπου καὶ χρόνου ἀποβολὴν· καὶ μετὰ ταῦτα ἐν ῥιπῇ ὀφθαλμοῦ, τότε ἀπελεύσονται φησὶν οἱ τὰ ἀγαθὰ πράξαντες· εἰς ζωὴν αἰώνιον· οἱ δὲ τὰ φαῦλα ποιήσαντες εἰς κρίσιν αἰώνιον, ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Προαπηλασμένων τῶν δαιμόνων καὶ κατηγκωνισμένων οἱονεὶ τὰς χεῖρας ὄπισθεν καὶ τυπτομένων ὑπὸ τῶν ἁγίων ἀγγέλων καὶ προεμβλησκομένων εἰς τὴν κόλασιν. Καὶ εἶθ᾽ ὕστερον, καὶ οἱ συγκατάκριτοι αὐτῶν. Ἀλλὰ μὴ ἡμῖν Κύριε, μὴ ἡμῖν· ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν καὶ αἶνον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ τῆς ἐκ δεξιῶν σου παραστάσεως.
Ἔχετε τὴν μικρὰν ἡμῶν φλυάριαν, ἀντίδοτε ἡμῖν τὴν εὐπείθειαν, τὴν εὐλάβειαν, τὴν μέχρι θανάτου ἀγάπην ὑμῶν πρός τε θεὸν καὶ ἡμᾶς αὐτοὺς· ὥστε χαίροντας ἐν ἀγαλλιάσει λέγειν· Τίς χωρίσει ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ κίνδυνος, ἢ μάχαιρα; Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.