Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 42
ΛΟΓΟΣ ΜΒ΄.
Μὴ δεῖν τραπέζῃ λαμβάνειν ἢ διδόναι.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνέξομαι, φησὶ τὰ θεῖα λόγια. Οὐκοῦν οὐδ᾽ ἐγὼ ὁ ταπεινὸς καὶ ἁμαρτωλὸς διὰ τὴν σωτηρίαν τῶν ἁγίων ψυχῶν ἡμῶν οὐ καταῤῥαθυμήσω κατηχεῖν ὑμᾶς τὰ τῆς εὐσεβείας διδάγματα· ἀλλὰ πάντοτε καὶ παντοίως ἐγχεῖν ταῖς ἀκοαῖς ἡμῶν ταῦτα. Ἂν τε οὖν ἀκούωσι πρὸς οὖς ὁ λόγος, ἐπακηκόασιν, ἂν, καὶ ἐμοὶ κἀκείνοις τὸ ἀκατάκριτον· ἄν τε βαρύνωσι τὰ ὦτα καὶ μὴ ἀκούσονται. Τὸ γοῦν ἐμαυτοῦ εἰμι πεποηκὼς, ἔξω δίκης τὸν πόδα βάλλων, καὶ ὄψονται οἱ βαρυκάρδιοι. Οὐκ ἀσφαλὲς οὖν ἑκάστῳ τὸ οἰκεῖον σύμφερον τηρεῖν, καὶ ἀλογεῖν τὸ τοῦ πλησίον· οὐκ ἀζύμιον τῷ καθαρῷ σίτῳ συναφύεσθαι τὰ ζιζάνια. Καὶ εἰ ἐθεωρεῖς κλέπτην φησὶ τί ψάλλομεν, ἀλλ᾽ ἢ συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις· καὶ οὐ κατῷκει ἐν τῇ οἰκίᾳ μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Διὰ τοῦτο, τέκνα μου τιμιώτατα, μὴ ἀνέχεσθε ἀλλήλων κακῶς περιπατεῖν· ἀλλὰ τὸν ἀγαθὸν ζῆλον, καὶ τὴν πρέπουσαν φιλαδελφίαν ἐπιδείκνυσθε ἐν ἐκείνῳ τῷ χλιαρῶς συμπαρόντι καὶ μὴ προσέχοντί μου τοῖς ταπεινοῖς λόγοις.
Τοῦτο δὲ λέγω, ἵνα σωζώμεθα οἱ πάντες, φησὶ γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς· ὅτι τοῦτο ἐστὶ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα μηδὲ εἷς ἀπόληται. Πάντες οὖν σώθητε, καὶ πάντες τῷ θεῷ παριστᾶν ἑαυτοὺς βιάζεσθε καὶ προθυμεῖσθε καθαροὺς, ὥσπερ καὶ ἐκτίστητε ἐξ ἀρχῆς φέροντες τῆς θείας εἰκόνος τὴν ὁμοίωσιν, ἄμαχοι, ἀπέρπεροι. Μὴ οὖν ἐν ταῖς ἑσπεριναῖς συγκαθεδρίαις γελοιασμὸν ἀναπέμπετε, μηδὲ ἐν ταῖς συνεργασίαις τὸ αὐτὸ τοῦτο ποιεῖτε ἕλκοντες ἀλλήλους εἰς κατάπτωσιν. Τὴν κοιλίαν μου ἀλγῶ· καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει, φησὶν ὁ μεγαλοφωνότατος Ἰερεμίας ἐν τισί που τῶν θεοδιδάκτων αὐτοῦ λόγων. Ὧδε δὲ ἐγὼ ὁ ἀκάθαρτος καὶ τάλας ἐπιβοῶν ὑμῖν, ὀδύνη με περιέχει καὶ βέλεσι λογισμῶν κατατιτρώσκομαι, ὁπόταν ἀκούσω κακῶς ὑμᾶς ἀναστρεφομένους. Τὸν θεὸν οὖν τὸν φοβερὸν φοβήθητε, τέκνα μου, καὶ μὴ τὸν πολὺν ὑμῶν ἀγῶνα καὶ τὸν μακάριον κόπον ἀμελείᾳ τινὶ καταπροδίδωτε. Τὸν πολὺν πλοῦν διηνύσαμεν τί περὶ τὸν λιμένα, ἵνα ναυαγήσωμεν; τὴν μακρὰν ὁδὸν ἐστειλάμεθα, τί ἵνα πρὸ τοῦ καταλύματος τῶν θείων μονῶν ἀπονυστάξωμεν. Νοεῖτε ἃ λέγω· σύνεσις γὰρ ὑμῖν ἐκ θεοῦ δέδοται· ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν. Ἀγωνίζεσθε καὶ ἐγκομβοῦσθε τὴν ταπεινοφροσύνην. Μὴ ἐστὲ ἰδιοθελεῖς, καὶ διὰ τοῦτο εὑρίσκεσθε οὐκ ἐκπληροῦντες τὸ πρόσταγμά μου περιχαρῶς· εἰ γὰρ νεκρώσει τις τὸ θέλημα, ὁποῖον ἂν εἴη δυσχερὲς τὸ ἐπίταγμα, οὐκ ἀπαναίνεται, οὐ καταῤῥαθυμεῖ, οὐ συμπνιάζεται, ἀλλ᾽ εὐμαρῶς πειθαρχεῖ καὶ ὑπείκει, παραχωρεῖ, οὐκ ἀντιλέγει, ὡς ὁ οὐδὲ τὸ ἄλογον ζῶον τῷ δεσμοῦντι αὐτῷ, ὡς ὁ θεῖος ἔφη λόγος.
Λοιπὸν εἷς ἕκαστος ὑμῶν γινωσκέτω ἑαυτὸν ὅπως περιπατεῖ καὶ ὅπως ὑποτάσσεται· πλὴν ὅτι κἀγὼ τεκμαίρομαι ἐκ τῶν ἔξωθεν κινημάτων καὶ τὰ ἔνδοθεν ἀποκείμενα. Ὁ οὖν ἴδιον θέλημα μὴ ἔχων, κατὰ τὸν ἅγιον Δωρόθεον, πάλιν γὰρ τὸ αὐτὸ λέγω ὅπερ ἂν γένηται ἐν τῷ μοναστηρίῳ ἴδιον αὐτοῦ ἡγεῖται τὸ γινόμενον· καὶ ὁ τοιοῦτος πάντοτε ἐπαναπαύεται. Ὁ δὲ μὴ οὕτως, κοπιᾶ καὶ ἀσυστροφεῖ πολυτρόπως ἐξελκόμενος ὑπὸ τῆς ἰδίας ἐπιθυμίας καὶ δελεαζόμενος, προφασιζόμενος καὶ προσποιούμενος τοῦτο καὶ ἐκεῖνο. Μὴ οὖν γένοιτο· μηδὲ ἔστω τίς οὕτως ἐν ὑμῖν ἢ καὶ γένηται· πάντες δὲ τῷ θεῷ καθαρῶς λατρεύσωμεν. Ἂν δὲ ἐγὼ ἄλλο, καὶ ὑμεῖς ἄλλο, ἰδοὺ μάχη, ἰδοὺ διάστασις· εἴπερ δὲ δείξετε ὑμεῖς οἱ πάντες τὸ τοῦ θεοῦ ζητοῦντες, κἀγὼ τὸ τοῦ διαβόλου, παραχωρητέον τὸ ὑμέτερον καὶ τὸ ἡμέτερον οἰχέσθω· εἰ δὲ κεκρίκατε ὃ λέγω καλὸν εἶναι, τί μοι διαμάχεσθε; τί μοι δίδοτε ἀγῶνας καὶ πράγματα; Οἱ οὖν δοκοῦντες φερέπονοι εἶναι προσέχετε· γῆ γὰρ ἀγαθὴ ἀνεπιμέλητος μείνασα διὰ χρόνου, ἀκανθοτόκος γίνεται, ὡς γέγραπται· ἀμέλει ἐπειδὰν ἐπιτιμῶ τοῖς τοιούτοις συμφερόντως κἀκείνοις καὶ ἐμοὶ ποιῶ. Πάντα γὰρ ποιῶ καὶ λέγω, ἵνα καὶ ἐμαυτὸν τὸν ἄθλιον καὶ ὑμᾶς περισώσωμαι. Ταῦτα οὖν καὶ ὑπέμνησα, καὶ ὑπομιμνήκων οὐ παύσομαι ἕως ἂν ἔχω πνοὴν ἐν ταῖς ῥισί μου.
Ἔχω καὶ ἄλλο ὑμᾶς προσυπομνῆσαι ἀδελφοί μου· ἵνα τί μὴ ἐκπληροῦτε καὶ τὴν ἐντολὴν ταύτην ὥσπερ τὰς ἄλλας; καὶ δοκοῦσα μικρὰ τυχὸν εἶναι, καταλύει τὰ μεγάλα κατορθώματα ὑμῶν· μικρὰ δὲ καὶ μεγάλη τί λέγομεν; πᾶσα ἐντολὴ θεοῦ πληροῦσθαι ὀφείλει· καὶ πᾶσα παρακοὴ ἔνδικον ἔχει τὴν τιμωρίαν. Πολλάκις γοῦν καὶ εἴρηκα καὶ ἠπειλησάμην πρὸς τὸ μὴ ἔχειν ἐξουσίαν ἕκαστον ἑκάστῳ μεταδιδεῖν τι βρώσιμον ἢ πόσιμον· ἀνήκει γὰρ τοῦτο ἐμοὶ, τῷ οἰκονόμῳ ἢ καὶ τῷ κελλαρίτῃ. Τοίνυν ἀπὸ τῆς σήμερον ἡμέρας ὀρίζω, καὶ μηδεὶς τοῦτο πράξῃ· ἐπεὶ ὑποβάλλεται ἐπιτιμίῳ λαθροφαγίας. Καὶ βλέπετε μὴ ἀκαίρως ἐμπέσητε· ἐντρέπεσθε γοῦν ἀλλήλους κακῶς, καὶ ἐκεῖ φοβεῖσθε φόβῳ, οὗ οὐκ ἐστὶ φόβος· καὶ ἐτὸν θεὸν λυπεῖτε καὶ ἐμὲ τὸν ἁμαρτωλὸν, μὴ θέλοντες ὡς φατὲ θλίψαι τὸν ἀδελφόν. Βαβαὶ τῆς εὐλαβείας ὑμῶν! τοῦτο κουφότης τίς ἐστι, καὶ μισοθεία καὶ ἰδιοῤῥυθμία καὶ φιλοσαρκία· ἐάν ἐστιν ἄγγελος, τολμῶ εἰπεῖν, μὴ δέξῃ ἐξ αὐτοῦ τί. Λαμβάνετε πολλάκις ὀπώρας εὐλογίαν, ἕκαστος ἐσθτείτω αὐτὴν· εἰ δὲ οὐκ ἀφίεται ταύτης δι᾽ ἀσθένειαν τυχὸν ἢ καὶ ἄλλον τρόπον, ἢ ἀποστρεφέτω αὐτὴν τῷ κελλαρίτῃ, ἢ θέλων διδόναι ὑπομνήσει, καὶ τοῦτο ἔχει ποιεῖν ἀκατακρίτως. Οὐκ οἴδατε ὅτι φιλίας πονηρὰς γεννᾶτε ἐξ αὐτῶν; καὶ ἐκείνοις τυχὸν μεταδίδοτε πρὸς οὓς καὶ ἔχετε πορνικῶς τὰς σχέσεις· ἢ ἁπλῶς μηδὲ τοῦτο πάρεστιν, ἆρα οὐκ ἀναφύονται σκάνδαλα καὶ ψιθυρισμοὶ, καὶ θλίψεις βαρεῖαι· ἵνα ὁ μὲν λαμβάνῃ, ὁ δὲ ὁρᾷ, πάντως ἐκεῖνος ὡς μισούμενον λογίζεται ἑαυτόν. Εἰ δὲ λέγετε οὐκ ἐν προσώπῳ ἄλλου διδόναι ἀπάρτι ἀνάγκη ζητεῖν καὶ καιροὺς καὶ τόπους· εἶτα ποιεῖτε ἀποκρυφίας συμφατρίας. Τί δὲ λέγει ὁ ἅγιος καὶ μέγας Βασίλειος; ὅτι αἱ τῶν ὀφθαλμῶν διανεύσεις, καὶ οἱ πρὸς τοὺς οὖς ψιθυρισμοὶ, σημασίαν παρέχουσι τῷ πλησίον σκαιωρίας πρὸς πράγματος πονηροῦ ὑπόθεσιν. Οὐδενὸς οὖν ἐκ τούτου πραττομένου ἀγαθοῦ, τί ἵνα ἡ ἐλευθερία ἡμῶν κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Ἐπ᾽ ἐμοὶ αὐτῷ τῷ πατρὶ ὑμῶν, εἰ μὴ καλῶς σκέπτεσθε, συμβαίνει τοῦτο, πόσῳ γε μᾶλλον ἐπὶ τῶν ἄλλων; Ἐὰν δέ τις λέγῃ, ἐπειδὴ φιλιάζει μὴ ὁ ἐχθραίνων, ἐὰν δῶ αὐτῷ μεθ᾽ ὑπομνήσεως μόνον, καὶ παραχωρῶ. Οὐκ ἔχετε οὖν ἐξουσίαν πάρεξ τῶν διατεταγμένων τοῦτο ποιεῖν εἰ μὴ δι᾽ ὑπομνήσεως ὡς εἴρηται· ὁ δὲ ὑποπίπτων ἔχει τὸ ἐπιτίμιον προδήλως. Ὃν ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται· καὶ ὁ εὐφραίνων με τίς ἐστιν, ὁ ἀπόστολος, ἀλλ᾽ ἢ ὁ λυπούμενος ἐξ ἐμοῦ; Χαίρετε οὖν ἐν τοῖς ἐπιτιμήσεσί μου· καὶ αἰσθάνεσθε ὅτι ἀγάπῃ κινούμενος ταῦτα ποιῶ, κἂν ἄσωτος εἰμί.
Ἀποδέχομαι οὖν τοὺς κόπους ὑμῶν καὶ τοὺς ἰδρῶτας, ὡς μῦρα πολύτιμα καὶ εὐωδίαν θεῷ τούτους προσάγετε· μνημονεύετε τοῦ θανάτου ὑμῶν, τῆς ἐκ τοῦ σώματος διαζεύξεως τῶν ψυχῶν ὑμῶν· τὴν τῶν ἀγγέλων ἐπιστασίαν, τὴν μακρὰν ἐκείνην καὶ ξένην ὁδοιπορίαν, τὴν ἀπαντὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν φρικώδη καὶ ἀπαραλόγιστον ἀπολογίαν περὶ πάντων τῶν ἔργων ἡμῶν· τὰ αἰώνια βασανιστήρια καὶ κολαστήρια, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὰ ἐν αὐτῇ ἐπηγγελμένα ἀόρατα ἀγαθὰ καὶ ἀνεκδιήγητα· ὧν γένοιτο πάντας ὑμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.