Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 43

ΛΟΓΟΣ ΜΓ΄.
Μὴ ταῖς ἑορτῶν ἡμέραις χαύνως ἔχειν.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἰδοὺ ἑωρτάσαμεν τὴν κυρίαν τῶν ἡμερῶν, τὸ Πάσχα καὶ ἐλαμπρύνθημεν ταῖς θείαις μυσταγωγίαις, καὶ ἠσπασάμεθα τὸν ἁγιασμὸν τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, καὶ τῇ εἰς ἀλλήλους πνευματικῇ ἀγάπῃ. Ἄρτι πάλιν, ἀρχὴ ἐνιαυτοῦ καὶ εἴσοδος ἡμερῶν ἑτέρων· τὴν καλὴν οὖν ἀλλοίωσιν ἐν αὐταῖς ἀλλοιωθῶμεν, βελτιώτεροι τοῦ προτέρου γενόμενοι· καὶ μήπου εἰς τὸ κατόπιν ἔλθωμεν ἀτιμάσαντες τοῦ προλαβόντος τοῦ τεσσαρακοστιατικοῦ χρόνου τὸν ἀγῶνα καὶ τὸν πνευματικὸν κόπον· ἀλλ᾽ ἵνα μᾶλλον ἀναβάσεις ἐπ᾽ ἀναβάσεσι διατιθέμεθα· καὶ ταῖς προλαβούσαις ἀρεταῖς, ἑτέρας ἐποικοδομώμεθα· καὶ τὸ καλῶς ἐφευρεθὲν καὶ κτηθὲν ἡμῖν κατόρθωμα, εἴτε ἐν εὐλαβείᾳ εἴτε ἐν νηστείᾳ, εἴτε ἐν τινι τῶν ἄλλων σπουδασμάτων μείνῃ καὶ διαμείνῃ καὶ αὔξῃ καὶ τελειῶται, καθ᾽ ἑκάστην ἐν ἀγαθῇ ἐπιδόσει. Εἰς θεὸν οὖν τρέχομεν, ἀδελφοὶ τιμιώτατοι καὶ γνησιώτατοι, εἰς βασιλείαν οὐρανῶν ἐπιτεινόμεθα, εἰς φῶς, εἰς ζωὴν, εἰς χαρὰν ἀνεκλάλητον, εἰς τὸν γλυκὺν ἐκεῖνον καὶ μακάριον παράδεισον, εἰς τὰς αἰωνίους σκηνὰς, εἰς τόπους δόξης θαυμαστῆς, εἰς ἀγγελικὰς χοροστασίας, εἰς ἁγιωτικὰς ὁμηγύρεις, εἰς τοὺς ἄνω δήμους, εἰς τὴν μένουσαν κληρονομίαν. Μὴ οὖν ἐπιλαθώμεθα τοῦ σκοποῦ ἡμῶν τοῦ προκειμένου, μηδὲ ἐνδώσομεν τοῦ ἐπιταττικοῦ δρόμου, μηδὲ ἀποβουκοληθῶμεν ταῖς ἀτόποις ἐννοίαις· μὴ φιληδονήσωμεν, ὦ τέκνα μου, μηδὲ φιλοκοσμήσωμεν, μηδὲ φιλοσαρκήσωμεν, μηδὲ τρυγήσωμεν φθορᾶν τοῦ αἰωνίου πυρὸς τὸ ὑπέκκαυμα· μὴ ἀγαπήσωμεν σάρκας, μηδὲ σωματικὰς θεωρίας καὶ εὐχροίας· μηδὲ θηλυνθῶμεν καὶ γοητευθῶμεν τὰς ὁράσεις ἀπὸ τοῦ βήματος καὶ τῆς ὄψεως καὶ τοῦ μειδιάματος τοῦ δεῖνος καὶ τοῦ δεῖνος. Εἰς ἡμᾶς ἑαυτοὺς βλέψωμεν βοᾷ ὁ θεολόγος Γρηγόριος· οἴδατε τί ἔπαθεν ἡ Εὖα καταθελχθεῖσα τῇ ὡραιότητι τοῦ ἁμαρτητικοῦ καρποῦ. Εἴθε μήποτε ἐθεωροῦμεν τὰ τοιαῦτα· ἵνα τί γὰρ καὶ κερδανοῦμεν ἐκ τῆς ἀσελγείας καὶ ἡδυπαθείας; Πρὸς δὲ τῷ μὴ κερδάνειν, καὶ καρπούμεθα τὴν μεγάλην αἰσχύνην ἐναντίον θεοῦ καὶ ἀνθρώπων. Ἤνεγκέ σε, ὦ ἑταῖρε, ὁ θεὸς ἀπὸ νηστίμων ἡμερῶν εἰς τὸ ἅγιον Πάσχα καὶ ἐζωοποίησε τῇ μεταλήψει τοῦ ἁγίου αὐτοῦ Σώματος καὶ Αἵματος. Τί τῷ κυρίῳ ἀνταποδίδως, ὦ ταλαίπωρε τὰ ἐναντία; τί ὑποστρέφεις εἰς τὰ ὀπίσω τῆς ἀδιαφορίας πράγματα· οὐ δέδωκέ σοι ὁ θεὸς νοῦν; οὐ δεδημιούργηκέ σε λογικόν; οὐκ ἔχεις νοεροὺς ὀφθαλμοὺς; τί ἀλογεύῃ; τί ἀποκτηνοῦσαι; τί οὐ βλέπεις ἐκ δεξιῶν σου τὸ ἀμήχανον κάλλος τοῦ κυρίου, καὶ πρὸς ἐκεῖνο πτερύσσῃ τὴν ψυχὴν· ἀλλ᾽ εἰς τὰ εὐώνυμα διαστρέφεις σου τὰς κόρας; Ἔχεις φῶς ἡλιακὸν, ἔχεις τὸ ὕψος τοῦ οὐρανοῦ, ἔχεις τὴν τῶν ἄστρων κοσμοποιΐαν, τῆς θαλάσσης τὴν θαυματοποιΐαν, τῆς ὅλης κτίσεως, ὅσης τὲ ἐν γῇ, ἐν φυτοῖς, ἐν πέτραις, ἐν ἄλλαις τισιν ὕλαις παμποικιλίαν. Τί ἀντωπεῖς πρὸς τὸ σκότος, πρὸς τὰ βάραθρα τῆς ἁμαρτίας, πρὸς τὸ χάσμα τῶν μιαρωτάτων παθῶν; Δεῦρο δὴ ἀνανήψωμεν, ἀδελφοὶ, καὶ εἰς τὰ μακάρια ἀπασχολήσωμεν ἑαυτοὺς, καὶ ἐν ἐκείνοις ἀπομετεωρισθῶμεν καὶ περικρατηθῶμεν· οὐχ οὕτως ἀφαρολαλῶ καὶ λογοποιοῦμαι τὰ πράγματα εἰς τέρψιν ἀκοῆς, καὶ διάβασιν κατηχήσεως καὶ κρότον ἐπαίνου. Μὴ τοῦτο ὑπολαμβάνετε· ἀλλὰ τεινόμενος καὶ διατεινόμενος καὶ πριόμενος καὶ διακοπτόμενος καὶ τῷ φόβῳ κατεχόμενος τῆς προστασίας καὶ τῷ τρόμῳ περικλονούμενος τῆς σωτηρίας ὑμῶν· ὅτι θεῷ ζῶντι δουλεύομεν· καὶ κριτήριον ἀπεραίτητον ἑτοιμάζεται· καὶ λογοθέσιον ἀρητόρευτον καὶ ἀδωροδόχητον κατευτρεπίζεται, καὶ ἡ ἀνταπόδοσις ἀτελεύτητος. Τὸ πῦρ γὰρ αὐτῶν οὐ σβεστήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.

Διὰ τοῦτο βοῶ, ἀντιβολῶ, ἐπιδέομαι, προσκυλινδοῦμαι τοῖς ἴχνεσιν ὑμῶν, μὴ καταφθασθῶμεν ἀνετοίμως, μὴ συγκλείσῃ ἡμῶν τὸν τῆς ζωῆς ὅρον ἡ ἀμέλεια. Ἤδη γὰρ πεφθάκαμεν, καὶ τὸ τοῦ θανάτου ἡμῖν μυστήριον ἐνεργούμενον ἔστιν ἀδιαλείπτως. Ἐκ προσώπου ἡμῶν προπορεύονται, ὡς ὁρᾶτε, ἀδελφοὶ ἡμῶν, καὶ λάβετε ἐπὶ λογισμοῦ ἕνα ἕκαστον, καὶ τί ἡμεῖς, μὴ οὐχ οὕτως; Μὴ ἐπιμενοῦμεν ἔτι; Εἰ δὲ ἐπιμενοῦμεν, ἀλλ᾽ ἕως ποτε βιωσόμεθα; οὐχ ὁ μικρὸς λίθος ἡμᾶς ἀναμένει, καὶ ὁρώμενός ἐστιν ὁ τάφος, ἀπόθεμα ἡμῶν τὸ κοιμητήριον ἡμῶν, τὸ πολλῶν σκωλήκων ἐμπεπλησμένον καὶ δυσωδίας ἀφορήτου πεπληρωμένον. Οὐκ ἔστι γὰρ ὃς ζήσεται καὶ οὐ ὄψεται θάνατον, ἀκούομεν τοῦ Δαυῒδ λέγοντος. Ἄνθρωποι τὸ αὔριον μὴ προσδοκήσομεν φθάσαι, καὶ πάντως τὴν ἐνεστῶσαν ἡμέραν θεοπρεπῶς διαπεραιωσόμεθα. Ὡς δὲ τινες μάχονται καὶ διαπληκτίζονται, ἐρίζουσι καὶ ἀντερίζουσι, λογομαχοῦσι καὶ διαβασκαίνουσιν, ἀπέθεντο τοῦ μεριμνᾷν οὐχὶ περὶ τῆς αὔριον, ὅτι ἀποθνήσκουσιν, ἀλλ᾽ ὡς ἀθάνατοι ἡμῖν φαίνονται. Ὀκνηρὲ καὶ ἀσύνετε καὶ λιθοκάρδιε, ἕως πότε οὐ λαμβάνεις αἴσθησιν, καὶ φέρεις δι᾽ ὑπομονῆς τὰ ἐπερχόμενα, ἀλλὰ ζημιοῖς σεαυτὸν τὰ αἰώνια ἀκαταστατῶν ψυχῇ τε καὶ σώματι; Ἐγὼ μὲν οὖν εἰμι ὁ λέγων ταῦτα καὶ πράττων· ἀλλ᾽ ἰδοὺ μαρτύρομαι ὑμῖν ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων αὐτοῦ, ἵνα διορθωσόμεθα, ἵνα μὴ δίδωμεν κόπον τῷ οἰκονόμῳ καὶ τοῖς ἐπιστημονάρχαις περισσότερον, ἵνα τὰ ἐπιτίμια εὐαισθήτως λαμβάνωμεν, ὑγιαζόμενοι, ἵνα μὴ εἰς ἀποκρύφους τόπους εὑρισκώμεθα, ἵνα μὴ ἰδικὰς φιλίας ἐπικτώμεθα ἀνὰ δύο δύο, ἵνα μὴ οἱ δοκοῦντες εἶναι τι φρεναπατῶνται καὶ ἀλίζωνται συντυχίαις ἀγενείων, ἵνα μὴ ὡς μίσγοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν εἰς ἀλλήλους μαχικὰς ἐνδιαβλήσεις, τὸ προφητικὸν οὐαὶ ἐπισπώμεθα. Ἐπεὶ ἥξει καὶ οὐ χρονιεῖ ὁ ἐτάζων καρδίας καὶ νεφροὺς καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὃς ῥύσεται ἡμᾶς ἀπὸ πυρὸς αἰωνίου φυλαττομένους ἐν ἀγαθῇ καταστάσει· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·