Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 44

ΛΟΓΟΣ ΜΔ΄.
Πολλοὺς γινώσκειν ὕψι τοὺς ἀντιστάτας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,

Ἵνα ἀπὸ ὑποδείγματος ἀρξώμεθα τῆς κατηχήσεως· πολέμου ἡνίκα συμβολὴ φθάσει γίνεσθαι, πρότερον καθίσαντες οἱ στρατηγοῦντες, ἐπισυναγαγόντες τὸν λαὸν καὶ λόγοις παρακλητικοῖς ἐπαλείψαντες καὶ πρὸς τοὺς ἀγῶνας συναγείραντές τε καὶ ἀνδρειάσαντες, οὕτως ἀπίασι πρὸς τὸν πόλεμον· Καὶ κυβερνῆται νηῶν πρότερον μετὰ τῶν ναυτίλων συγκαθεσθέντες καὶ συνδιασκεψάμενοι τὰ τοῖς ποντοπορίας, οὕτως κελεύουσί τε τὰ ἱστία καὶ ἐξορμῶσι, θεὸν ἐπικαλούμενοι ἀρωγόν. Ἐῶ λέγειν ὁδίτας ἐμπόρους τε καὶ γεωργοὺς, καὶ πᾶσαν ἄλλην μέθοδον τῆς συμβουλευτικῆς καὶ συγκαθεστικῆς καὶ ὁμονοητικῆς ἐπιδεομένην πάντως εὐκαιρολογίας. Ἐπεὶ τοίνυν καὶ ἡμεῖς ὁ τοῦ Χριστοῦ στρατὸς, τὸ ἐκ παντὸς κόσμου ἐκλελεγμένον κυρίῳ συνάθροισμα, τὸ ἀφιερώμενον θεῷ ἀνάθημα, πάλην ἔχομεν κατὰ τὸν ἀπόστολον, οὐ πρὸς ἐναίμους καὶ ἐνσάρκους ἐχθροὺς, ἀλλὰ πρὸς τὰς ἀρχὰς πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἔργον ἡμῖν ἔστιν ἀναγκαῖον, ἐπὶ τὸ αὐτὸ καὶ συναθροίζεσθαι, καὶ συγκαθέζεσθαι καὶ συνδιασκέπτεσθαι· οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς τοῦ ἐνιαυτοῦ· ἦ γὰρ ἂν καὶ τρισσάκις πολεμοῦντες καὶ πολεμούμενοι, οἴκοι ἀνακάμψαντες, ἠρεμίαν ἤγομεν ἀμφότεροι οἴ τε πολεμοῦντες καὶ οἱ πολεμούμενοι, ἀλλ᾽ ἀδιαλείπτως· καὶ ὡσαύτως ὅτι καὶ ἀεννάως ὁ παρὰ τῶν ἐχθρῶν ἡμῶν πόλεμος, ὡς ἴστε καὶ ἴσμεν οἱ πειραζόμενοι.

Οὐκοῦν τί ξένον ποιοῦμεν καὶ παράλογον· μᾶλλον δὲ εὐλογώτατα καὶ δικαιότατα καὶ χρησιμώτατα εἰς ταὐτὸ καθ᾽ ἑβδομάδα συνερχόμενοι τρίς; Ἀλλ᾽ οὖν καὶ καθ᾽ ἑσπέραν συναγόμενοι, καὶ οἱονεὶ συμβουλευόμενοι καὶ συγκροτούμενοι καὶ συνασπιζόμενοι διὰ τοῦ λόγου τῆς κατηχήσεως; Βλέπετε τοιγαροῦν, στρατιῶται Χριστοῦ, πῶς ἐστὲ πεφραγμένοι τὰς ψυχὰς ὑμῶν; Εἰ ἔχετε θώρακα εὐπιστίας· εἰ ὑπάρχει ὑμῖν ἀσπὶς ταπεινοφροσύνης· εἰ πάρεστιν ὑπακοῆς δόρυ· εἰ σκέπει ὑμᾶς περικεφαλαία ἐλπίδος σωτηρίου· εἰ ἐπὶ χεῖρας ὑμῶν ἡ μάχαιρα τῆς εὐανδρίας· καὶ πρότερον, εἰ εὐήνιον ὑμῶν τὸ τίμιον σῶμα καὶ εὔδρομον, ὡς ἂν πῶλος, εὐτακτῶν· ἀλλὰ μὴ δυσκαθεκτῶν καὶ ἀναχαιτίζων βάλοι κάτω τὸν ἐπιβάτην νοῦν κατὰ πρόσωπον τῶν πολεμίων. Ναὶ τοίνυν ἔχετε ἀνθ᾽ ὑμῶν, ἀνταποκρίνομαι· ἀλλὰ καὶ σχοίητε ἔτι καὶ ἔτι, τεκνία μου· ὅτι πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους, ὅτι πεπυρωμένα ἄγαν τὰ βέλη τοῦ πονηροῦ· ὅτι ἡμερονύκτιον οὐδὲ τὴν ἀκαριαίαν ὥραν παραχωρεῖ. Οὔτε γὰρ ἐσθίει, οὔτε πίνει, οὔτε καθεύδει, ὡς αὐτός που ὁ ἀποστάτης τῷ ἁγίῳ πατρὶ εἴρηκεν· ἀλλ᾽ ἐν τούτῳ ἡ ἀείζωος ζωὴ αὐτοῦ καὶ ἡ ὀλέθριος κίνησις τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ· ἀλλ᾽ ἡ ῥομφαία αὐτοῦ εἰσέλθοι εἰς καρδίαν αὐτοῦ, καὶ τὰ τόξα αὐτοῦ συντριβείη. Πῶς δέ; ἐὰν τὰ ψαλλόμενα ἐνωτιζώμεθα, ἐὰν ἐν τοῖς προειρημένοις ὅπλοις ἀποτρεπώμεθα αὐτόν. Τοῦτον, ὡς αὐτὸς ὁ ἀλάστωρ ἔφη, συντρίβει ἡ ταπεινοφροσύνη, τοῦτον ἀναιρεῖ ἡ ὑπακοὴ· τοῦτον φυγαδεύει ἡ εὐχὴ· τοῦτον λιμοκτονεῖ ἡ νηστεία· τοῦτον καταβάλλει ἡ φιλαδελφία, καὶ πᾶσα ἡ λοιπὴ τῶν θείων ἀρετῶν ἐργασία.

Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ταῖς ἁμαρτίαις ἀξίως τῆς κλήσεως ἧς ἐκλήθημεν περιπατήσωμεν, ἵνα μὴ λάβῃ καθ᾽ ἡμῶν χώραν ὁ τύραννος. Ἔχεσθε τῆς ὑπομονῆς ὑμῶν, τὸν πόνον ὑποφέροντες τὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, εἴτε διὰ σκάψεως, εἴτε δι᾽ ἀμφιάσεως, εἴτε διὰ καλλιγραφήσεως, εἴτε δι᾽ ὀψοποιήσεως, εἴτε δι᾽ ἄλλης τοῖς οἱασοῦν προκειμένης τέχνης καὶ διακονίας. Καὶ πρὸς ταῦτα πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς τεταμίευται. Ἰδοὺ ὡς δρομεὺς ὁ βίος ἡμῶν διεξέρχεται, ὡς πτῆσις ὀρνέων παρερχόμενος· οὔτε τὰ χρηστὰ διαρκῆ, οὔτε τὰ λυπηρὰ ἐπίμονα. Τὴν καλὴν πραγματείαν πραγματευσώμεθα, ἀδελφοὶ· ἐν μιᾷ καιροῦ ῥοπῇ ὅλους αἰῶνας κληρονομήσωμεν. Ῥοπὴ γάρ ἐστι, ὡς ἀληθῶς, ὁ πᾶς τῆς ἡμῶν ζωῆς χρόνος πρὸς τὸν μέλλοντα ἄπειρον αἰῶνα. Καὶ μακάριοι οἱ εὐ φρονήσαντες, καὶ τρισμακάριοι οἱ κόσμον μισήσαντες· καὶ ὁλομακάριστοι οἱ γονεῖς καὶ συγγενεῖς καὶ φίλους καὶ ἀδελφοὺς καὶ πάντα τὰ ἐν κόσμῳ διὰ κύριον καταλείψαντες. Πῶς οὐ μὴ δοξασθήσεσθε ταῦτα πεποιηκότες; Αὐτός ἐστιν ὁ λέγων· Ἀλλ᾽ ἢ τοὺς δοξάσαντάς με δοξάσω· καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. Δοξάζετε οὖν τὸν θεὸν ἐν τοῖς μέλεσιν ὑμῶν, ὡς ἀληθῶς καὶ μέλη Χριστοῦ ἐστὲ ἡγιασμένα· καὶ θυσιάζετε ἑαυτοὺς καὶ ὁλοκαρποῦτε διὰ τῆς ὑποταγῆς ἀεννάως. Μὴ οὖν τις ἐγκοπτέσθω τοῦ καλλίστου δρόμου· μὴ οὖν τις ἀκηδιάτω· μὴ δ᾽ αὖ ῥαθυμείτω· μὴ δέ γε καθευδέτω· μηδὲ ῥεγχέτω. Πάντες σύνδρομοι· πάντες σύζευκτοι τῇ ἀγάπῃ, πάντες ὁμοθελεῖς πάντες ὁμοκάρδιοι, θεόδρομοι, εὐκίνητοι ἀεικίνητοι τῇ εὐσεβείᾳ· εὐχόμενοι καὶ ὑπὲρ τῆς ὑμῶν ἀναξιότητος· ἵνα σὺν ὑμῖν εὕροιμεν πῶς ποτε σώζεσθαι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·