Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 45

ΛΟΓΟΣ ΜΕ΄.
Νήφειν πρὸς ἐνθύμια τὰ τῶν δαιμόνων.

ΠΑΤΕΡΕΣ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ὁ θεῖος ἀπόστολος διδάσκει τῶν μὲν ὄπισθεν ἐπιλανθάνεσθαι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνεσθαι· ὥστε λοιπὸν οὐ πρὸς ἅπερ προκατηχήσαμεν ὑμᾶς ὀφείλομεν τὸ αὔταρες διορίζειν, ἀλλ᾽ ἐπιβαίνειν πρὸς ἑξῆς, καὶ κατὰ σκοπὸν βάλλειν τὸν λόγον. Διὰ τῆς ἐπιχορηγίας τοῦ ἁγίου Πνεύματος, καὶ συνεργείας τῶν εὐχῶν ἡμῶν ἐνουθέτησα ὑμᾶς ὡς ἀσύνετος, ἀλλὰ καὶ πάλιν νουθετεῖν οὐ παύσομαι. Ὑπέδειξα ὑμῖν τὰ ὀφειλόμενα, τεκνία· ἀλλὰ καὶ πάλιν ὑποδεικνύειν πειράσομαι ἐγνώρισα ὑμῖν ἐξ ἐλαφρίας νοὸς τὰ τοῦ διαβόλου πειρατήρια, ὡς ταυτοπαθὴς, ἀλλὰ καὶ πάλιν τὸ αὐτὸ ποιεῖν οὐ καταπαύσομαι. Προσέχωμεν οὖν λοιπὸν, νήφωμεν, γρηγορῶμεν, ἀναπετάσωμεν τὰς διανοίας ἡμῶν ἐπὶ θεὸν· ἐπιλέξωμεν εἰ δοκεῖ, καὶ νῦν ἐκεῖνο τὸ ἀοίδιμον· Ἀρσένιε, δι᾽ ὃ ἐξῆλθες. Οὔτε τοίνυν, ἀδελφοὶ μου δι᾽ ἀνάπαυσιν σαρκὸς ἐξεληλύθαμεν ἐκ τοῦ κόσμου, οὐδὲ δι᾽ ἀπόλαυσιν ἡδονῶν· οὔτε μὴν διὰ τὸ γραμματισθῆναι ἢ σοφισθῆναι, ἢ καλλιγραφεῖν, ἢ αὐταρεσκεῖν, ἢ εὐαναγνωστεῖν, οὐδ᾽ αὖ διὰ τὸ δοξομανεῖν, ἢ μειζοτερεύειν, ἢ προφερέστερον τοῦ ἄλλου εἶναι ἢ ἀρχικώτερον. Οὐδὲν οὖν ἐν οὐδενὶ τούτων ἢ τῶν τοιούτων· ἀλλὰ διὰ τί εἰπέ; διὰ τὸ καθαρθῆναι τῶν ἁμαρτιῶν· διὰ τὸ ἐνδύσασθαι, ἡμᾶς τὸν θεῖον φόβον, διὰ τὸ ταπεινωθῆναι μέχρι θανάτου θανάτου δὲ σταυροῦ, εἴτουν νεκρώσεως τῶν ψυχικῶν ἡμῶν θελημάτων καὶ ἀπονεκρώσεως τῶν οἰκείων ἐπιθυμημάτων, διὰ τὸ πολεμεῖν ἡμᾶς τὸν ἀντίδικον διάβολον, καὶ πυκτεῦσαι πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· διὰ τὸ μὴ ὑπείκειν τοῖς πολυποικίλοις πειρασμοῖς τῆς σαρκὸς· καὶ τέλος, διὰ τὸ ἀλογίαν ἐν λογιότητι κτήσασθαι ἡμᾶς μετὰ πίστεως ἰσχυρᾶς πρὸς τὴν τοῦ καθηγουμένου προστασίαν, ἐν ᾧ δυνατὸν πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπειρωμένα σβέσαι, ὡς ἀληθῶς.

Πῶς ἄρτι ἐστὲ, βλέπετε· ὑποκρούομεν ὑμᾶς, ἐπισκέψασθε, ἐνωτίσασθε, συλλογίσασθε, ἀναζητήσατε, καὶ μακάριος ἐκεῖνος ἐξ ὑμῶν καὶ ἐν ὑμῖν, ὃς φυλάσσει ἐντολὴν· ὃς οὐκ ἔδωκεν ἑαυτὸν εἰς θήραν τοῖς ὀδοῦσι τῆς ἁμαρτίας, ὃς ἕλκει ἀκριβασμὸν ἐν τῇ ὑποταγῇ, ὃς φωτίζεται τῷ τρόπῳ τῆς παντελοῦς ἐξαγορεύσεως, ὃς λαμπρύνεται τῇ θεοσδότῳ ταπεινοφροσύνῃ, τῇ χρυσαυγεῖ καὶ χριστομιμήτῳ ὑπακοῇ, καὶ ὃς διπλοΐδα περιπόρφυρον τὴν ἀνενδοίαστον πρὸς τὸν καθηγούμενον ἐπέχει πίστιν· μὴ ἐνδοιάζων ἐν τοῖς πράγμασι, μηδὲ κρίνων τί καινότερον τῶν κρίσεων αὐτοῦ· μηδὲ ἡγούμενος σωτηριωδέστερον πρὸς ἑαυτὸν τῶν ἐπὶ τῆς γῆς ἄλλον πλὴν ἐκείνου. Τοῦτο δὲ οὐκ ἐπὶ τοῦ ἐμοῦ προσώπου ληπτέον διὰ τὸ ἀσεβεῖν με· ἀλλ᾽ ἐπὶ τῶν κατ᾽ ἐντολὴν θεοῦ περιπατούντων. Γινώσκετε οὖν οἱ ὑποπίπτοντες ὅτι παρὰ τὸ μὴ φυλάσσειν ὑμᾶς τὰ προειρημένα, τὰ συμβαίνοντα ὑμῖν συμβαίνει, κἂν τε ἐγκαταλειπτικὰ ὑπὸ θεοῦ, κἀν τε κυριευτικὰ ὑπὸ τοῦ διαβόλου· οὐ γὰρ ψιφιστέα τίθεσθαι τὰ πατροπαράδοτα λόγια θέμις. Ἐπεισέρχονται τοίνυν ψυχαὶ πάντως θεόπεμπτοι πρὸς τὸ σώζεσθαι, ἐν τῷ κοινοβίῳ ἡμῶν· καὶ φυλακὴ τῶν ἐντολῶν τοῦ θεοῦ ἀσφαλεστέρα δεῖ εἶναι. Ἦλθον ἵνα φωτισθῶσιν, οὐχ ἵνα σκοτισθῶσιν· ἵνα ἁλισθῶσιν, οὐχ ἵνα μωρανθῶσι. Λάμπετε γὰρ, ἀδελφοί μου, κἂν ἐγὼ σκοτεινός εἰμι, καὶ ἁλίζετε ταῖς τῆς ἀρετῆς χάρισι, κἂν ἐγὼ ἀπομωραίνομαι· ἐν τίνι τὸ καύχημα ὑμῶν ὀφείλει εἶναι, ἀλλ᾽ ἢ ἐν τῷ ὑποπίπτειν τῷ ἀδελφῷ ἐν λόγῳ, ἐν τῷ μηδαμῶς ἀντιλέγειν· ἐν τῷ μὴ τὸ παράπαν γογγύζειν· ἐν τῷ εἶναι ὑμᾶς ὡς ἀρνία ἄκακα, ἄμαχα, ἀνόξυντα τοῦ ἀρχιποίμενος ἡμῶν Χριστοῦ, ἐν τῷ φεύγειν τὰ ἄσμενα γελοιάσματα καὶ φιλήδονα καὶ αἰσχροποιὰ ἐπιφθέγματα, ἐν τῷ γρηγορεῖν ἐν ταῖς ψαλμωδίαις καὶ νήφειν ἐν ταῖς προσευχαῖς. Σοφίσθητε τοίνυν ἐπὶ πλεῖον, τέκνα, ἁγνίσθητε, σωφρονίσθητε, ὑψώθητε, ἁγιάσθητε· γίνεσθε, θεοὶ εἰ καὶ τολμηρὸς ὁ λόγος, ὑπέσχετο γὰρ διὰ τοῦ μελογράφου ὁ σωτὴρ λέγων· Ἐγὼ εἶπα θεοὶ ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·