Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 46
ΛΟΓΟΣ Μϛ΄.
Διακονητὰς εὐτονεῖσθαι τοῖς κόποις.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἀγαθὸς ὁ θεὸς ἡμῶν λογίσασθαι καὶ ὑμῖν καὶ ἡμῖν τοῖς ταπεινοῖς τινα μισθὸν, διὰ τὸ οὕτως ἐπιβάλλειν ἑαυτοὺς εἰς τὴν ὑπὲρ ἀλλήλων σωτηρίαν· ἐγὼ τοίνυν λαλῶ· ὑμεῖς δὲ ὅτι τὸ οὖς προσυποτίθεσθε, καὶ αὐτοὶ κοπιᾶτε· ἐγὼ δὲ ὅτι προσεπαινῶ, νομίζω συνεργάζεσθαι ὑμῖν. Τοιαύτη οὖν φιλανθρωπία τοῦ κυρίου· ἐξ ἴσου τὸν μισθὸν ἀμφοτέροις λογίσασθαι. Διὰ τοῦτο χαίρετε καὶ συγχαίρετε, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, τρέχετε καὶ ὑπερανίστασθε τῶν τοῦ κόσμου δελεασμάτων ἀνωφερῆ εἰς οὐρανοὺς ἔχοντες τὴν διάνοιαν, τὴν ἐκεῖ μετεωριζόμενοι καὶ φανταζόμενοι ἀνεκλάλητον δόξαν. Ἴστε οὖν, τέκνα, ὅτι πᾶς ὁ ἐν τῇ ἀσκήσει ἡμῶν κόπος πρὸς βασιλείαν οὐρανῶν παραβαλλόμενος, οὐδείς ἐστι τὸ παράπαν· ἡ θλίψις καὶ ἡ στενοχωρία πρὸς τὴν ἀΐδιον ἀνάπαυσιν, ὀνείρατος τινὸς ὀχληροῦ ἀηδίαν παρέχει. Καλῶς οὖν φρονήσαντες, καλῶς καὶ ἐξεληλύθαμεν, δυνάμει τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· καλῶς δὲ καὶ ἐπιβιώσομεν κατὰ μικρὸν ἐξευρίσκοντες τὰ κατορθώματα· καὶ ἐξ ὧν πειραζόμεθα μανθάνοντες φυγεῖν τὴν τῶν μοχθηρῶν κατακράτησιν· ποσάκις γοῦν ἡδονευσάμεθα, καὶ οὐδὲν ἡμῖν εἰς περίσσειαν ἐναπέμεινε· ποσάκις ἐκορέσθημεν τὴν γαστέρα καὶ τὸ μὲν ἐπιθύμημα πεπληρώκαμεν, οὐδὲν δὲ τοῦ κόρου λείψανον ἀπεθέμεθα· ἀλλὰ καὶ δυσαχθῶς πρὸς τὸ σῶμα μᾶλλον εἴχομεν, εἴτε ἠσχρουργήσαμεν τοῖς λογισμοῖς, καὶ ἑαυτοὺς κατηρασάμεθα, ὀδύνην ἀντὶ ῥᾳστώνης τρυγήσαντες· καὶ ἐχορτάσθημεν ὑπνώττοντες, καὶ ὡς ἄλογα ἑαυτοὺς ἐταλανίσαμεν· ἀλλὰ καὶ σκληρυνθέντες ἀπειπάμεθα· καὶ γελοιάσαντες, κατεθρηνήσαμεν· καὶ οὐδεμία χάρις ἐν ταῖς ἡδοναῖς τῷ ἀνθρώπῳ· εἰ δὲ ὅλως ἐφιέμεθα ἤδεσθαι καὶ γάννυσθαι τηρήσωμεν τὰς ἐντολὰς. καὶ τοῦτο γίνεται ἡδονὴ ἀπλήρωτος ἐν τῷ συνειδότι, πολὺν φέρουσα τὸν καρπὸν τῆς δικαιοσύνης. Ἀκούσατέ μου, τέκνα καὶ ἀδελφοὶ, ἀκούσατε καὶ μὴ νυστάξωμεν τῇ ψυχῇ· μηδὲ ῥᾳθυμήσωμεν τὰς ἡμέρας, μηδὲ καταπαίξωμεν τὸν καιρὸν· ὅτι ἔρχεται ὥρα καὶ ἤδη πάρεστι τῆς μεταστάσεως· καὶ ἄγγελος παρὰ θεοῦ ἀποστέλλεται εἶτα αἴρων τὰς ψυχὰς ἡμῶν, ποῦ πορεύεται, καὶ ποῦ ἀπίη. Οὐ φρίττομεν κατανοοῦντες; οὐ καταδυόμεθα ἀναλογιζόμενοι; ταῦτα οἱ ἅγιοι ἐνθυμούμενοι, ἐφρόντιζον τῷ ὄντι· καὶ οἱ μὲν τρισμακάριστοι μάρτυρες χαίροντες διετέμνοντο τὸ σῶμα, ἡκρωτηριάζοντο τὰ μέλη, διεθρύπτοντο τὰ ὀστᾶ· ὄντως θέατρον γενόμενοι τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· καὶ πρὸς ταῦτα ἐστεφανοῦντο· οἱ δὲ ὅσιοι πατέρες ἡμῶν καὶ πανάγιοι μοναχοὶ, ἤσκουν ἀποστρεφόμενοι τὸ σῶμα ὡς πολέμιον· καὶ λιμώττοντες, ἐτρύφων· καὶ ψυχόμενοι ἐθαλποῦντο καὶ ὑστερούμενοι, ἐπληροῦντο ἐν ἅπασιν· οὐκ ἔδησεν αὐτοὺς φίλτρον γονέων· οὐκ ἀπέστησεν αὐτοὺς τέκνων στοργὴ· οὐκ ἀπεῖρξεν αὐτοὺς ἀδελφῶν ἀγάπησις· οὐ χρυσὸς, οὐκ ἄργυρος ἦν αὐτοῖς ἐπιθυμητὸς· οὐχ ἱματίου καλλονὴ, οὐ βρῶσις ζέουσα καὶ ἐξοιστροῦσα τὸ σῶμα· ἀλλὰ διὰ μόνον τὸ ζῆν καὶ ἤσθιον καὶ ἐνεδιδύσκοντο καὶ ἐνεκαρτέρουν ὡς ἄσαρκοι τῷ βίῳ· ἀπεντεῦθεν ἤδη καρπούμενοι τὴν ἀθανασίαν. Οὕτως οὖν, τέκνα, καὶ ἡμεῖς ζήλῳ τρωθέντες τῷ περὶ αὐτῶν, καὶ κακοπαθήσωμεν παρακαλῶ, καὶ ἀστατήσωμεν, καὶ κολαφίσθημεν, καὶ πεινήσωμεν καὶ διψήσωμεν, καὶ θαλπωθῶμεν, καὶ καταψυθῶμεν, καὶ ὀνειδισθῶμεν, καὶ ἐνπραττῶμεν, καὶ καταμυκτηρισθῶμεν· καὶ εἴ τι ἄλλο δοκεῖ εἶναι λυπηρὸν, μόνον ἵνα τῆς βασιλείας μὴ ἀποπέσωμεν. Ὥστε οὖν καὶ ὁ ὀψοποιῶν προσκαιέσθω τῷ πυρὶ ἐψῶν τὰ πρὸς ἀνάπαυσιν τῆς ἀδελφότητος, καὶ μηδαμοῦ ἀγανακτείτω, καὶ ἰδοὺ ὁ μισθὸς ἔμπροσθεν αὐτοῦ· καὶ ὁ κελλαρεύων διδότω ἕκαστα ἑκάστῳ προσφόρως, μὴ ὑποχαλῶν ἐκ τῆς ἐπιγινομένης ὀχλήσεως, καὶ ἀμείψεται αὐτὸν ζωὴ ἡ αἰώνιος· καὶ πᾶς ἁπλῶς τῶν ὄντων ἐν ταῖς διακονίαις. πρὸ δὲ πάντων ὁ οἰκονόμος εὐδοκιμείτω τεινόμενος καὶ καταξεόμενος ἐν τῇ μερίμνῃ τῶν χρειωδῶς προκειμένων ἔργων· εἴτε σωματικῶν εἴτε πνευματικῶν, καὶ αὐτῷ πολὺς ὁ μισθὸς ἐν τοῖς οὐρανοῖς, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.