Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 47
ΛΟΓΟΣ ΜΖ΄.
Φρονεῖν ταπεινὰ καὶ νοῒ βλέπειν ἄνω.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ὄφλημα ὃ χρεωστῶ ὑμῖν, ἤγουν τὴν τοῦ λόγου ὑπόμνησιν, καὶ νῦν ἀποτιννύω· εἶθε δὲ πνευματοκινήτως καὶ πρακτικῶς καὶ αὐτάρκως, ἀλλὰ μὴ ὀλιγώρως καὶ πενιχρῶς καὶ ἀέργως, ἐφ᾽ οἷς καταγινώσκομαι ὁ τάλας καὶ ψυχρολόγος· πλὴν ὅτι ἡ ἀγαθὴ ψυχὴ δεξαμένη τὸν λόγον, πολὺν τὸν ἐν δικαιοσύνῃ καρπὸν ἀποδίδωσι. Δέξασθε τοίνυν, ἠγαπημένα τέκνα, καὶ τὸ νῦν τὴν τῆς κατηχήσεως σπορὰν, καὶ βλαστήσατε καὶ ἀνθηφορήσατε καὶ γένεσθέ μοι πολυφόροι χῶραι λελευκασμέναι τῷ φωτὶ τῆς γνώσεως τοῦ Χριστοῦ, ἵνα φθάσητε σῖτος καθαρὸς αὐτῷ ὑπάρξαι. Ἔσται δὲ τοῦτο πῶς ἐὰν καθὼς ἐνήρξασθε ἵνα μὴ μόνον ἐκκόπτησθε τῶν καλῶν ἔργων, ἀλλὰ καὶ τὸ εἰσαεὶ προσεπείγεσθε, καὶ κατατρέχετε, καὶ ἀναζωπυροῦσθε, καὶ ἀνανεοῦσθε, καὶ ἀναπηδᾶτε εἰς ὕψος οὐρανίου πολιτείας. Ὁ ὑπήκοος τυχὸν ἔτι μᾶλλον, ἵνα τὸν τῆς ὑπακοῆς δρέψηται καρπὸν· μὴ τῶν ὑπερεχόντων μόνον ἀλλὰ καὶ τοῦ ἐτελεστάτου προσώπου ὑπακούων, ἄνευ τῆς ἐγγινομένης ἀταξίαν πρὸς ὅπερ ἂν ἐκκαλῆται· ὁ ταπεινὸς πλέον ἵνα ταπεινῶται, ὥστε εἴκειν ἐπὶ πᾶσι καὶ πείθεσθαι ἐν καταβεβλημένῳ φρονήματι, καὶ ἔξει εὐτελοφανεῖ καὶ εὐφημολογίᾳ καὶ μικροῤῥημοσύνῃ, καὶ μὴ ὅτι ἐξ εὐγενῶν ποτὲ ἢ ὅτι πολυχρόνιος ἐν τῷ σχήματι, ἢ ὅτι εἰς τὸν ὑπεράνω βαθμὸν τεταγμένος καὶ πολλὰ προκαμών. Προσθήσω δ᾽ ὅτι καὶ εὐνούστατος καὶ λαλίστατος, καὶ περιδέξιος, καὶ ἕν τι ἁπλῶς ἐκ τῶν ἐπαινουμένων, μὴ ἀνασπάτω τὰς ὀφρῦς, καὶ σοβαροβαδευέσθω καὶ ἐκζητείτω. Ἐν δικαιολογίᾳ κατακρίτῳ τοῦτο κἀκεῖνο ὅπερ ἀπείη ἐφ᾽ ὑμῖν καὶ ἐννοεῖσθαι.
Ὁ σπουδαῖος ἐν τοῖς ἔργοις καὶ ἐπιμελὴς ἐν τῇ παραδοθείσῃ αὐτῷ διακονίᾳ, ἵνα μᾶλλον ὡς τῷ κυρίῳ δουλεύων καὶ οὐκ ἀνθρώποις, ἐργάτην ἑαυτὸν γνωρίθῃ ἀνεπαίσχυντον, αἰρούμενος τὰ βαρυτέρα καὶ χαίρων ἐν τῇ ὑπὲρ πλησίον ὑπερκοπώσει· εἰδὼς ὅτι πολὺς αὐτῷ ὁ μισθὸς ἀποθησαυρίζεται ἐν τοῖς οὐρανοῖς. Πάντες ἁπλῶς ὁμοῦ, ὁ κελλαρεύων, ὁ νοσοκομῶν, ὁ καλλιγραφῶν, ὁ κηπουργῶν, ὁ σκυτοτομῶν, ὁ ὀψοποιῶν, ὁ οἰκονομῶν, ὁ κανοναρχῶν, ὁ κανδηλαρεύων, ὁ ἀρτοποιῶν· καὶ εἰς ὁποῦν μικρὸν ἢ μέγα ἐγκεχειρισμένος· ἵνα ἀκαταπαύστῳ δρόμῳ καὶ ἀκατασβέστῳ πόθῳ τῶν αἰωνίων ἀγαθῶν, πάντα φέρομεν γενναίως, πάντα ὑπομένωμεν εὐκόλως, πάντα καταπράττωμεν ἐνθέως χαριζόμενοι ἑαυτοῖς· ὁμειρόμενοι ἀλλήλων τοσοῦτον, ὡς καὶ τὴν ψυχὴν ἕκαστος ὑπὲρ τοῦ ἀδελφοῦ τιθέναι πνευματικῶς τε καὶ σαρκικῶς. Καὶ ἐὰν οὕτω πείσῃ καὶ παρακαλέσῃ ὑμᾶς ὁ μονογενὴς Υἱὸς τοῦ θεοῦ ὁ δι᾽ ὑπακοὴν θεοῦ Πατρὸς κενώσας ἑαυτὸν εἰς ἄμετρον ταπεινώσεως ὅρον, ὥστε γενέσθαι δεσπότην ὄντα δοῦλον, ὥστε γεύσασθαι θανάτου, θανάτου δὲ σταυροῦ. Χαρὰ μὲν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀπεγνωσμένῳ καὶ ἀγαλλίασις ἀπλήρωτος καὶ ἀδιήγητος· χαρὰ δὲ καὶ ὑμῖν, τοῖς πληρωταῖς τῶν ἐντολῶν καὶ εὐφροσύνη ἀδιαλάλητος, οὐ μόνον ἐπεντεῦθεν ἤδη ἐγκωμιαζομένοις λαμπρῶς παρὰ παντὸς τοῦ συνεωρακότος τὸ καθ᾽ ἡμᾶς ἀνθρώπου· καταπαλαιοῦσί τε τὸν ἐχθρὸν καὶ ἀντιτασσομένοι ταῖς αὐτοῦ προσβολαῖς καὶ μεθοδείαις· ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι πρὸ προσώπου τῆς δόξης Χριστοῦ τοῦ θεοῦ χορεύουσι καὶ συναριθμουμένοις ταῖς ἀγγελικαῖς χοροστασίαις καὶ ὁσιακαῖς πανηγύρεσι· ἔνθα πάντων ἐστὶν εὐφραινωμένων ἡ κατοικία, ὡς ὁ λόγος, ἀδελφοὶ τιμιώτατοι.
Αὕτη ἡ ὑπόμνησις ἡμῶν· αὕτη ἡ τελεσφόρητος κατήχησις· οὗτος ὁ ἐπιφερόμενος πόνος καὶ ἀγὼν τῆς ἐμῆς ἀβελτηρίας· οὗτος ὁ χαρακτηριζόμενος ἔρως τῆς πρὸς ὑμᾶς πνευματικῆς ἀγάπης. Χαρίσασθέ μοι τὴν μεγάλην σωτηρίαν ὑμῶν· πλουτίσατέ με τῷ ὄλβῳ τῶν ἀρετῶν ὑμῶν· εὐδοξήσατέ με τῇ λαμπρότητι τῆς οὐρανίου πολιτείας ὑμῶν. Ναὶ, ναὶ, τέκνα μου ἠγαπημένα, ἄνδρες ἐπιθυμιῶν, ἐργάται κυρίου ἡγιασμένα ὡς ἀληθῶς παιδάρια, λαὸς ἰσραηλιτικὸς, ὑπουργὸς καὶ λειτουργὸς τοῦ ναοῦ κυρίου, υἱοὶ τοῦ Καὰθ καὶ τοῦ Μεραρῆ, οἱ αἴροντες τὰ τιμιώτερα σκεύη τῆς σκηνῆς τῆς ἀληθινῆς, ὁ Χριστὸς ἡμᾶς διασώσοι, αὐτὸς ὑμᾶς διαφυλάξοι ἀποπεραιῶν τὸν δρόμον ὑμῶν καὶ τὸν ἀγῶνα· ὅτι αὐτῷ πρέπει τιμὴ, δόξα καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.