Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 48
ΛΟΓΟΣ ΜΗ΄.
Μετ᾽ ἀκριβείας πατέρων ζητεῖν βίους.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ὅτι μὲν οὖν ἐγὼ ὁ ταλαίπωρος οὐκ ἀποκνήσω τὴν ὑπόμνησιν ὑμῖν ποιεῖσθαι περὶ τῆς σωτηρίας τῶν τιμίων ὑμῶν ψυχῶν, καίπερ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὢν δῆλον. Ἐν τινι γὰρ ἄλλῳ χρησιμεύσω ὑμῖν, καὶ δι᾽ ὅν τινα ἄλλον τρόπον ἐδόθη ὑμῖν εἰς κεφαλὴν ἀναξίως; καὶ ἥν τινα γε ἄρα ἀπολογίαν εὕροιμι κατολιγωρῶν τοῦ πράγματος τούτου; Εἰ γὰρ καὶ οὕτω ἐπιγινομένων ἡμῶν καὶ διεγειρόντων καὶ ἀναμνηματιζόντων τὰ περὶ θανάτου, τὰ περὶ μεταστάσεως, τὰ περὶ ὑπαντήσεως ἀγγέλων, τὰ περὶ παραστάσεως τοῦ φοβεροῦ κριτηρίου, τὰ περὶ βασιλείας οὐρανῶν, τὰ περὶ κρίσεως ἀτελευτήτου πυρὸς καὶ δίκης ἐξωτέρας· μόγις τῇ ἀντιστάσει τῶν ἁμαρτιῶν μου καὶ τοῦ ἀντιπάλου διαβόλου· περικρατεῖς τῆς ἑαυτῶν σωτηρίας καὶ καταστάσεως γινόμεθα. Πῶς ἀποσιωπώντων κἂν τὸ τυχὸν καὶ ἐγκοπτόντων τὸν εἱρμὸν τῆς κατηχήσεως ἐσόμεθα. Μὴ οὖν λοιπὸν βαρεῖσθε ἐπὶ τῷ λόγῳ· μηδὲ ἀποκναίητε τὴν ὑπόμνησιν. Εἰ δ᾽ οὖν· ἀλλὰ μὴ λέγετε ὅτι τῆς αὐτῆς ἔχετε ὑποθέσεως καὶ περὶ τῶν αὐτῶν ἡμῖν ἀεὶ διαλέγεται· καὶ τί ἄλλο πρὸς διήγησιν; Καὶ τί γὰρ μεταβεβλήμεθα ἦς ἐνηρξάμεθα πολιτείας, ἵνα μεταπέσωμεν εἰς ἕτερα περὶ ἑτέρων διαλεγόμενοι; Οὐδαμῶς· ἀλλὰ καὶ αὐτὰ πολλάκις, καὶ περὶ τῶν αὐτῶν πλειστάκις, καὶ οὐ καταπαυσόμεθα τὴν ἀρετὴν ἐγκωμιάζειν καὶ τὴν κακίαν κωμῳδεῖν, καὶ ὅτι καλὸν καὶ μακάριον ἡ ἀληθινὴ ἀναχώρησις τοῦ κόσμου παντὸς, καὶ ἡ ἐπὶ τὸ αὐτὸ κατοίκησις τῶν ἀδελφῶν· τὸ μῦρον ὡς ἀληθῶς τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν πώγωνα τοῦ Ἀαρὼν· καὶ ὅτι τις ἐν ταύτῃ καταληφθεὶς ἐνεκομβώσατο τὴν ταπεινοφροσύνην, καὶ ἐνεδύσατο τὴν ὑπακοὴν· καὶ ἐξεζήτησε τὴν κοπὴν τοῦ θελήματος ἀναλαμβάνων ἄβυσσον ἐξ ἀβύσσου ἔρωτος πρὸς θεὸν καὶ ἐκ δυνάμεως εἰς δύναμιν νοερὰν πορευόμενος, πάντα στέργων καὶ πάντα ὑπομένων τοῦ κανόνος τῆς κοινοβιακῆς τληπαθείας καὶ ἐν οὐδενὶ πορευόμενος καὶ καταψηφιζόμενος τῶν ἐγκεκριμένων ἐν αὐτῇ ἐκ φρονήματος ὑπεροπτικοῦ καὶ ἰδιοπραγμοσύνης ἀλλοτριούσης θεοῦ καὶ τοῦ ἡγουμένου τὸν ταπεινὸν ὑποτακτίτην.
Ἀσπασώμεθα τοίνυν πάντα τὰ ἐν αὐτῇ ὡς ἅγια καὶ σεβάσμια, ἀδελφοί μου· κἂν ἴσως οὐ δοκῇ τισὶ εὖ ἔχειν· φημὶ δὴ τὰς ὀχλοποιοὺς κινήσεις καὶ τὴν ἄνω καὶ κάτω ἑκατέρωθεν μεταφορὰν, καὶ τὴν ἐξέλευσιν καὶ εἰσέλευσιν καὶ τὴν ἐπαγωγὴν καὶ ἀντεισαγωγὴν τῶν εἰσερχομένων πραγμάτων καὶ προσώπων. Διὰ τοῦτο γὰρ στρογγυλιζόμεθα οἱονεὶ καὶ δοκιμαζόμεθα καὶ κυλιόμεθα ἐπὶ τῆς γῆς ὡς λίθοι ἅγιοι, κατὰ τὸ γεγραμμένον. Εἰ γὰρ καὶ τὸ προφανὲς ὀχληρὰ τυγχάνει καὶ ἀσύμφορα, ἀλλ᾽ οὖν ἐν τούτοις ἐγυμναζόμεθα καὶ πυρούμεθα καὶ ἀποδεικνύμεθα θεῷ προσιτοὶ καὶ ἡγιασμένοι. Ἑκάτερος ἑκάτερον λοιπὸν, τέκνα, ὠφελείτω καὶ διωκέτω μὴ τὸ δοκοῦν ἴδιον, ἀλλὰ τὸ κοινῇ συμφέρον ἐκ παντὸς τρόπου· καὶ οἱ πάντες ἔτι καὶ ἔτι νευρούμενοι καὶ τονούμενοι τὰς ψυχὰς κραταιοῦσθε ἐν τῇ ἀδιασπάστῳ ὑμῶν ὑποταγῇ, καθημέραν καινοποιούμενοι, καὶ τῇ μεταβάσει τῶν ἡμερῶν καὶ μηνῶν καὶ χρόνων μεταβαίνοντες εἰς τὰ κρείττονα. Ὡς ἔτι καιρὸς τοῦ πολλὰ καμεῖν καὶ τοῦ πλουτῆσαι καὶ τοῦ γενέσθαι θεὸν, μὴ κοιμώμενοι, μηδὲ καθεύδοντες, μηδὲ ἀναπίπτοντες, μηδὲ τοῖς μελήσεσι δαπανῶντες τὴν ἐπικερδῆ ταύτην ζωὴν· ὄντος τότε τῶν παρόντων λόγων ἐπιληψόμεθα τοὺς καρποὺς, τέκνα, καὶ ἐπιγνωσόμεθά τις ἡ τοιαύτη ἔπειξις τῆς ταπεινώσεως ἡμῶν καὶ τί προσχόντες ἐγκαρπωσόμεθα καὶ ἀπροσεκτήσαντες ἀπωλέσαμεν.
Ὦ τῶν μακαρίων ψυχῶν τῶν ἁγίων καὶ ὁσίων πατέρων ἡμῶν τῶν ὡς ἀληθῶς φρονίμων καὶ σοφῶν καὶ ῥητόρων καὶ πεπαιδευμένων καὶ γνωστικῶν καὶ ὑπερενδόξων καὶ ὑπερευγενεστάτων. Ἐκεῖνοι οὐ μάτην ἤκουον, οὐδ᾽ ἔῤῥιπτο λόγος χαμαὶ ἐπ᾽ αὐτῶν· οὐδὲ προέκριναν τοῖς παροῦσι καὶ ἀπολλυμένοις τὰ μὴ παρόντα καὶ ἀΐδια· ἀλλ᾽ ἔκαμον τῷ ὄντι, ἐκοπίων καὶ ἐταπεινοφρόνουν· ἔκοπτον τὰ θελήματα, ἠγάπων τὸ ἔσχατον, τὸ εὐτελὲς, τὸ ἀναντίλογον, ἐφιμοῦντο, ἤλγουν, ὃ μὲν ὡς ἀρνίον ἄκακον εἴκων τῇ πατρικῇ κελεύσει· ὃ δὲ ὡς κτῆνος, πειθόμενος τῷ ἐξηγουμένῳ· ἄλλος πορούμενος τῇ πίστει καὶ ἕτερος σιωπῶν· ὁ δὲ ὑπομένων ὡς ἀδάμας· ἄλλος φέρων θλίψιν ἀδελφοῦ, ὡς φέρειν πτύελον αἵματος διὰ τῆς ὑπομονῆς εἰς μαρτύριον. Καὶ τί πολυλογῶ; Αὐτοὶ ἐξ ἑαυτῶν τοὺς προηγέτας ὑμῶν γνωρίζετε· ὀπαδοὶ αὐτῶν γενέσθε, συνοδίται, ἰχνηλάται, ἵνα καὶ τῆς ἐκείνων δόξης τύχητε, τέκνα ἠγαπημένα, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.