Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 49
ΛΟΓΟΣ ΜΘ΄.
Ἐξαγγελίας ἀντέχεσθαι κρυφίων.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΤΕΚΝΑ ΠΝΕΥΜΑΤΙΚΑ,
Ἄρχομαι πάλιν ὑμῖν παραπέμπεσθαι τὸν τῆς ταπεινώσεώς μου λόγον κατὰ τὸ σύνεθες· ἀλλὰ τοῦτον ψυχρὸν μὴ ἔχοντα τὴν ἐκ τῶν ἔργων θερμότητα· ὑμεῖς δὲ τὸ ἐλλιπὲς ἀναπληρώσατε διὰ τῆς εὐπραξίας ὑμῶν. Πιστεύσατε γὰρ μοι ἐνδιαθέτως ὡς πολλάκις λέγοντι ὡς καὶ νῦν· ὡς φρίκη μὲ κατακρατεῖ καὶ ἔκστασις ἐννοοῦντα τὸ ἀνάξιόν μου, καὶ ὅτι ὅλως καλοῦμαι πατὴρ ὑμῶν· μηδὲ συμμαθητὴς ἱκανὸς ὢν ἀκούειν. Αὐτοὶ οὖν πατέρες φίλοι μου καὶ ἀδελφοὶ, καὶ δι᾽ ὑμῶν ἡ ἐλπὶς τῆς σωτηρίας μου· διατοῦτο καὶ περ᾽ οὕτως ὢν ἐλεεινὸς ἐφιέμενος τῆς ὑμῶν διασώσεως ἀναγκάζομαι λαλεῖν. Λαλῶ οὖν ὑμᾶς ἀγαπητικῶς, καὶ συμβουλευτικῶς προσθήσω καὶ πατρικῶς. Ἰδοὺ οὖν ἡμέραι ἀγαθαὶ ὁ καιρὸς ἐργασίας, χρόνος ζητήσεως θεοῦ. Τίς σοφὸς καὶ φυλάξει ταῦτα; καὶ συνήσουσι τὰ ἐλέη τοῦ κυρίου ἐν τῷ μέλλοντι αἰῶνι. Μὴ ἡμέραν, μὴ χρόνον ἀπολέσωμεν, ἀδελφοὶ ἠγαπημένοι· Ἔστω δὲ ὑμῶν ἀγὼν καὶ σπουδὴ ἀκαταμάχητος, καὶ ἅμιλλα πρὸς ἀλλήλους ἀγαθὴ, καὶ ζῆλος δεξιὸς πρὸς τὰ ἐν ἀμφοτέροις κατορθώματα. Ἐὰν ἴδωμεν ἔν τινι ἐξανυομένην ἀρετὴν, ἡσυχίαν, εὐλάβειαν, ὑπακοὴν, ταπείνωσιν, εἴ τι ἄλλο τῶν ἐπαινετῶν, κεντρώμεθα διὰ πόθου ἀγαθοῦ σύνδρομοι εἶναι τῷ τοιούτῳ· ἔνθεν γὰρ τίκτεται ὁ σύνδεσμος τῆς εἰρήνης καὶ ἡ ἀγαπητικὴ διάθεσις· μὴ δὴ δὲ πρὸς τὰ ἐναντία καταμανθάνωμεν ἐκ τῆς προσερεθίσεως. Καὶ θεωροῦντες τὸν μὲν ἀδιαφοροῦντα καὶ ἀδιαφορήσωμεν, τὸν δὲ γαστριμαργοῦντα καὶ γαστριμαργήσωμεν· τὸν μὲν πολυλογοῦντα καὶ πολυλογήσωμεν· ἀλλ᾽ ὡς σοφοὶ καὶ θεοδίδακτοι καθ᾽ ἑαυτοὺς δοκιμάζοντες τὸ καλὸν κατέχωμεν· καὶ εὐτρεπίζοντες τὴν ἄγκυραν τῆς πίστεως ἡμῶν, καὶ τὸ ἱστίον τῆς ἐλπίδος πετάσωμεν, καὶ ὁλοσθενῶς πλεύσωμεν τὸ μέγα πέλαγος τοῦ τῇδε βίου.
Ἔσθ᾽ ὅτε πλέουσι καὶ πνεύματα προσρήσσεσθαι ἡμῖν πονηρὰ ἀνάγκη· τὰς τῆς σαρκὸς ἐπαναστάσεις λέγω, καὶ τρικυμίας ἀνεγείρεσθαι σαρκικῶν ἐπιθυμιῶν καὶ στροφὰς καὶ ἴλιγγας ἀναπέμπεσθαι ἐκ τῶν βαθέων ἐννοιῶν τῆς καρδίας· ἄλλα τε ὅσα κατὰ τὸ ποντοφορεῖν συμβαίνει, πειραταὶ οἱ παμπόνηροι δαίμονες, βράχη τὰ ἐκ τῆς ἀγνοίας ἐπιτυφλώματα, πέτραι ὕφαλοι, αἱ ἀπρόοπτοι σκοτασίαι κατὰ τῆς ψυχῆς ὑμῶν, πολυαντλία τῆς νοὸς, τὴν ἀνεξαγγελίαν δὲ τῶν τινῶν τεκμαίρεται ὁ λόγος. Τυχὸν γὰρ οἱ ναῦται παραμελήσαντες, ἔτι ὑπνώττοντες συνεβυθίσθησαν τῷ πλωτῆρι· καὶ ἡμεῖς, ἀδελφοὶ τιμιώτατοι, ἐν πᾶσι τούτοις περιφυλαττώμεθα ἑαυτοὺς, καὶ γρηγόρως ὁδεύσωμεν τὴν ὁδὸν τοῦ θεοῦ, μετὰ πάντων καὶ πρὸ πάντων ἐξαγγέλλοντες τὰ τῆς καρδίας ὑμῶν, ἵνα μὴ περιχυθὲν ὕδωρ πολυλογισμῶν ταῖς ψυχαῖς ὑμῶν περικυκλώσῃ ὑμᾶς ἄβυσσος ἐσχάτη κατὰ τὴν προφητικὴν φωνήν. Αὐτοὶ γὰρ μόνον ἀντλεῖτε, καὶ ἡμεῖς τῇ συνεργείᾳ τοῦ θεοῦ κἂν ἁμαρτωλοὶ ἐσμὲν, κυβερνήσωμεν καὶ ὑμᾶς ἀμερίμνως ποιήσωμεν· ὁ πρόθυμος ἐν ἀδελφότητι καὶ κατὰ τὸν τῆς ψυχῆς κάματον καὶ κατὰ τὸν τοῦ σώματος κόπον ἀστὴρ ὡς ἐν οὐρανῷ διαφαίνῃ καὶ χειραγωγεῖ τοὺς πολλοὺς ὁ σπουδαῖος κατ᾽ εὐλάβειαν καὶ οὐρανοπρεπὴς καὶ ἀπέρπερος καὶ ἀγελοίαστος καὶ σιωπηλὸς ἄγγελός ἐστι λειτουργῶν ἐπὶ γῆς, ὡς ἐπὶ θρόνου χερουβικοῦ τῷ θεῷ καὶ δεσπότῃ τῆς κτίσεως· ὁ διδοὺς ἐκ τῶν οἰκείων κατορθωμάτων καὶ ἄλλοις ἐπωφελῆ καὶ διανιστὼν πρὸς γοργότητα πνευματικῆς ἐργασίας, ἥλιος ἐστιν ἀκτινοβολῶν καὶ χρυσολαμπῶν, καὶ διαθερμαίνων τὸ πλήρωμα τῆς ἀδελφότητος.
Τίς δὲ ὁ ζοφερὸς καὶ σκοτεινὸς καὶ νυκτόμορφος, καὶ τοὺς ὑπ᾽ αὐτὸν σκοτίζων καὶ ὁμοίους καθιστῶν· ἀλλ᾽ ἢ ὁ δι᾽ ἐπάρσεως καὶ φιληδονίας γελωτοποιίας καὶ ἀργίας, καταλαλιὰς καὶ παῤῥησίας καὶ ἀκαθαρσίας λογισμῶν συγκαταθετικῶν, ὁμοιούμενος τῷ ἐξ οὐρανῶν πεπτωκότι σατανᾷ· μὴ πείθεσθαι γὰρ τούτοις ὀφείλομεν. Μὴ οὖν, ἀδελφοί μου· ζηλώσητε τοὺς κακοὺς· ἀντέχεσθε δὲ εἰτινοσοῦν ἀγαθοῦ καὶ εἴ τινος χρησίμου, ὡς πρέπει ἁγίοις. Ἴδε ὀλίγος ὁ κόπος ὑμῶν, ἀλλ᾽ ἀνταπόδωμα αἰώνιον· ἴδε ὑμῶν μικρὸν τὸ ταλαιπώρημα ἀλλ᾽ ἀΐδιον τὸ ἀγαλλίαμα· ἴδε προσωρινὸν τὸ ὀχληρὸν ὑμῶν, ἀλλὰ ἀτελεύτητον τὸ ἀνάπαυμα. Ἐκεῖ ἀγαλλιάσεσθε ἔνθα πάντων ἐστιν ἡ κατοικία εὐφραινομένων· ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς· ὅπου οὔκ ἐστι πένθος, ἀλλὰ χαρμοσύνη. Ἆρά γε εἰς κενὸν τρέχετε; ἆρά γε εἰς μάτην κοπιᾶτε; Οὐδαμοῦ· μὴ γένοιτο· ἀλλὰ καὶ φρονίμως καὶ ὑψηλῶς καὶ θαυμαστῶς καὶ ἀξίως καὶ μακαριστῶς καὶ ἀποστολικῶς καὶ μαρτυρικῶς καὶ ἀγγελικῶς καὶ οὐρανίως, καὶ θεοσδέκτως καὶ ἐξεληλύθατε καὶ προσήλθετε καὶ ἐγεννήθητε ἡμῖν γέννησιν τὴν ἐν πνεύματι· καὶ ηὐξήθητε καὶ ἐστρατεύσασθε καὶ κατωπλίσθητε τοῖς τοῦ Πνεύματος ὅπλοις, καὶ καταπολεμεῖτε τοὺς Ἀμαλεκίτας καὶ Ἀμοῤῥαίους καὶ Χαναναίους σὺν τοῖς ἑτέροις ἔθνεσι τῶν παθῶν, καὶ διεπεράσατε τὴν κοσμικὴν θάλασσαν, Μωσέως προηγουμένου τοῦ πατρὸς ἡμῶν, καὶ διέβητε τὸν Ἰορδάνην τῷ φωτιστικῷ καὶ βαπτιστικῷ δευτέρῳ σχήματι, καὶ κατακληροδοτεῖν ἀπεντεῦθεν ἄρχεσθε τὴν γῆν, ἣν ἔδειξεν ὑμῖν διὰ τῆς ἐπαγγελίας αὐτοῦ ὁ ἀψευδὴς ἡμῶν θεὸς, γῆν ῥέουσαν μέλι καὶ γάλα τῆς ἀθανασίας καὶ ἀειζωίας· ἐκείνοις γὰρ ἐδόθη τυπικῶς τὰ ἐπαγγέλματα ἔτι νηπίοις οὖσιν· ὑμῖν δὲ συμβήσεται ἐν ἀληθείᾳ τοῖς εἰς ἄνδρα τέλειον φθάσασι τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἀπαρχὴ οὖν ἡμῶν κύριος ὁ θεὸς γέγονε· κεκοινώνηκεν ἡμῖν σαρκὸς καὶ αἵματος παραπλησίως, καὶ ἀδελφὸς πρωτότοκος γέγονε καὶ κεφαλὴ ἡμῶν καὶ ἀρχιερεὺς καὶ προσαγωγὸς καὶ διαλλακτὴς τῆς πρὸς τὸν Πατέρα καὶ θεὸν ἡμῶν, ἐπικρατήσας ἔχθραν ἐξ ἁμαρτιῶν καὶ ἀβουλίας τοῦ προπάτορος. Νῦν οὖν πάντα πληρώσας τὰ ὑπὲρ ἡμῶν ἐνηνθρωπηκὼς Χριστὸς ὁ θεὸς ἡμῶν ὁ παντέλειος Ἰησοῦς, ἀνελήλυθεν ἐν τοῖς οὐρανοῖς, καὶ τὴν εἰρήνην αὐτοῦ βραβεύων ἡμῖν καὶ λέγων· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Ταῦτα οὐ τοῖς ἀποστόλοις μόνοις συνέβη· εἴρηκε γὰρ αὐτὸς ὁ ζωδότης ἡμῶν θεὸς· Ὅτι οὐ περὶ τούτων ἐρωτῶ μόνων, ἀλλὰ καὶ περὶ τῶν μελλόντων πιστεύειν διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ· ἵνα πάντες ἓν ὦσι, καθάπερ ὡς ἡμεῖς ἓν ἐσμέν.
Πρὸς ταῦτα, ἀδελφοὶ τιμιώτατοι, ἄξιον ἡμῖν ἀναβοῆσαι τὴν ἀποστολικὴν ἐκείνην φωνήν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ μάχαιρα, ἢ κίνδυνος, προσθήσω, ἢ σαρκὸς ἐπαγωγὴ, ἢ ἐπιθυμία περιφλέγουσα, μὴ κατακαίουσα δὲ τοὺς κολάζοντας αὐτὴν καθεκάστην ἡμέραν· ἢ ὑβριστικῶν ῥημάτων ἀτιμία, ἢ φιλοπρωτεύσεως ἀρχὴ, ἢ κοπωτικῶν ἔργων ἐπικράτησις, ἢ ἐνδύματος εὐτέλεια, ἢ τροφῶν σπάνις τε καὶ καρυκεία, ἢ διανυκτέρευσις ψαλμῳδίας, ἢ γρηγόρσεως λειτουργία, ἢ μικρὸν ἢ μέγα ἐν ψυχαῖς ἢ σώμασι γινόμενον; Οὐδαμῶς· γέγραπται γὰρ· Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Χαίρετε ἐν τούτοις, ἀδελφοί μου· ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε ὁρῶντες τὰς τοῦ θεοῦ φιλανθρωπίας· πρὸ ὀφθαλμῶν ἡμῶν ἡ ζωὴ, πρὸ προσώπου ἡ χαρὰ, πρὸ τῶν ποδῶν ἡ μακαριότης. Προσήνοικται ἡ θύρα· δράμετε· κατελάβετε. Τίς ἀτονήσει ἐν τούτοις; τίς μὴ ἐπειχθῇ ἐν τούτοις; ἔτι καὶ ἔτι περισσοτέρως προλαμβάνοντες ἕτερος ἕτερον, ὡς ἐπὶ θησαυρῶν προκειμένων οὐ φθαρτῶν καὶ γηίνων, ἀλλὰ αἰωνίων καὶ ἀθανάτων; Ἐγὼ οὖν ὁ ἄσωτος· καὶ τάλας ἐφυρσολόγησα ἠφρόνευσα μηδὲν ἔχων ἐν τούτοις ἀγαθὸν πλὴν τῆς ἡμῶν ἀγάπης. Δῴη ὑμῖν κύριος ὁ θεὸς ἐν καλῷ καταστῆναι, καὶ τοῦ δρόμου ἐπικρατεστέρους εἶναι καὶ εἰς τὸ στάδιον εἰσαχθῆναι, καὶ τοὺς στεφάνους τῆς νίκης ἀναδήσασθαι μετὰ πάντων τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπικρατεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.