Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 50

ΛΟΓΟΣ Ν΄.
Τρέμειν ἀπειλὰς τοῦ θεοῦ τοὺς ποιμένας.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Πολλὰς ἀκούων τὰς παρὰ θεοῦ κατὰ τῶν ποιμένων κειμένας ἀπειλὰς φρίττω καὶ τρέμω· καὶ δέδοικα, διὰ μὲν γὰρ τοῦ Ἰεζεκιὴλ τάδε φησὶ· Σκοπόν σε τέθηκα τοῦ οἴκου Ἰσραὴλ· ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ ἀναγγείλῃς τῷ λαῷ μου τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν σου ἀπαιτήσω. Ἐν δὲ τῷ θείῳ Ἰερεμίᾳ ὀνειδίζων τοὺς κακοὺς ποιμένας· Τὸ ἠσθενηκὸς, φησὶν, οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐ περιεποιήσασθε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε· καὶ τὸ συντετριμμένον οὐ καταδήσατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε· καὶ διεσπάρη τὰ πρόβατά μου παρὰ τὸ μὴ εἶναι ποιμένας. Καὶ αὖθις διὰ τοῦ θεσπεσίου Ὁσηὲ φησὶν· Ἀκούσατε ἱερεῖς, καὶ προσέχετε οἶκος Ἰσραήλ· διότι πρὸς ὑμᾶς τὸ κρῖμα· ὅτι παγὶς ἐγεννήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκπεταμένον ἐπὶ τὸ ἰταβύριον. Καὶ αὐτίκα διὰ τοῦ πανσόφου Ζαχαρίου φησὶν· Ὦ οἱ ποιμένες Ἰερουσαλὴμ οἱ καταλελοιπότες τὰ πρόβατά μου, ὁ βραχίων αὐτῶν ξηραίμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς αὐτῶν ὁ δεξιὸς ἐκτυφλωθήσεται. Καὶ εὐθὺς· Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. Καὶ μακρὸν ἂν εἴη πάσας ἐν τῷ παρόντι καιρῷ τὰς τοιαύτας φωνὰς τῶν διαφόρων προφητῶν ἀναλεγομένῳ συνθεῖναι· πλὴν ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγχοντι, μὴ ἐπιτιμῶντι, μὴ παρακαλοῦντι, μὴ προθυμουμένῳ, μὴ ἄγχοντι, μὴ νύττοντι κέντρῳ λόγου τοὺς πεπτωκότας.

Διατοῦτο, ἀδελφοί μου καὶ τέκνα, ἐγείρεσθε. Ἄγωμεν ἐντεῦθεν κατὰ τὸν λόγον τοῦ κυρίου· ἐγγίσωμεν ὄρεσιν ἁγίοις κατὰ τὸ ἱερὸν γράμμα· ἐπαναστῶμεν κατὰ ψυχὴν ἐκ γῆς τῶν παθῶν· ἀρθῶμεν ὡς εἰς οὐρανὸν ἐφ᾽ ὕψους ἀρετῶν· συμμετεωροπορήσωμεν τοῖς ἀγγέλοις· ἀστράψωμεν ὡς ἀστέρες ταῖς ἐντολαῖς τοῦ κυρίου. Ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὸν θεῖον ἀπόστολον· καὶ ἄλλη ἡ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης. Διαγνωσθῶμεν οὖν καὶ ἡμεῖς θεῷ καὶ ἀνθρώποις, καὶ πλεονεκτοῦντες καὶ μὴ πλεονεκτούμενοι ἐν τοῖς τοιούτοις, χρηματίσωμεν κληρονόμοι θεοῦ συγκληρονόμοι Χριστοῦ. Μέγα οὖν ἀξίωμα ἢ διαφυλάττομεν ἑαυτοὺς, ὦ ἀδελφοὶ, εἰλικρινεῖς ἐν πάσῃ καταστάσει, ἐν πάσῃ ἀγωγῇ θέλοντες, ἃ μόνα θέλει ὁ θεὸς, καὶ ἀποστυγοῦντες ἃ αὐτὸς ἀποστρέφεται· μὴ φανῶμεν ἀγνώμονες οἰκέται, μηδὲ κακοὶ περὶ τοὺς ὁμοδούλους γενοίμεθα, ἵνα μὴ ἀποτίσωμεν δίκας, ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται· μηδὲ ὡς κρύπτοντες τὸ τάλαντον, ἵνα μὴ ἀκούσωμεν· Ἀρθήσεται καὶ δοθήσεται ἄλλῳ. Διὸ μεταδίδοτε ἀλλήλοις τὰ τοῦ θεοῦ· ἀλλότρια γὰρ κατέχετε. Τί γὰρ ἔχ᾽ ὃ οὐκ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Τοῦτο καὶ ἐπὶ λόγου παρακλητικοῦ καὶ ἐπὶ νουθεσίας φιλαδέλφου, καὶ ἐπὶ γνώσεως καὶ ἐπὶ ἀναγνώσεως, καὶ ἐπὶ ἄλλου τινὸς προτερήματος. Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ· ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν· μὴ προσπλήσσετε ἀλλήλους ἐν τοῖς ἐπευκτοῖς· ἡ προκοπὴ τοῦ ἀδελφοῦ σου εὐφραινέτω σὲ· κἂν ὑποσμύχοι πάθος ἐκνικάσθω ἐνεργοῦντός σου τὰ ἐναντία. Χαίρειν γὰρ δεῖ τῇ προκοπῇ, μηδὲ ἡδύνεσθαι τῇ καρδίᾳ καὶ καταφρυάσσεσθαι ἀλλήλων ὡς ἐκστηθισταὶ, ὡς ὡραιογράφοι, ὡς ψαλτικοὶ· καὶ ἵνα μὴ λέγω τὰ κοσμικώτερα, ὡς εὐειδεῖς, ὡς καλλίφωνοι, ὡς εὐμεγέθεις, ὡς καλογένοιοι. Τὸ μυστήριον τοῦ θανάτου ἡμῶν ἤδη ἐνεργεῖται καθ᾽ ἑκάστην ἡμέραν, καὶ τὴν ὁδὸν τῶν πατέρων ἡμῶν πορευσόμεθα. Καὶ τίς εἴη ἄξιος εἰρηκέναι τότε· Ὅτι ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοί εὑρήσει οὐδέν. Ἀγαπώην δ᾽ ἂν εἰπεῖν, ὅτι ὄλιγα τινὰ καὶ μικρὰ. Πταίομεν γὰρ ἅπαντες, ὡς μόνου θεοῦ τὸ ἀμώμητον. Ἐν τούτοις ἴσθι, φησί. Ἐγὼ δὲ καὶ προστιθῶ, ἐν τούτοις ἀσχολεῖσθε, ταῦτα περιαθρεῖτε κοιταζόμενοι ἀνιστάμενοι, ἵνα τὸν ἀμαράντινον στέφανον τῆς δικαιοσύνης ἀπολάβητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·