Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 6
ΛΟΓΟΣ ϛ΄
Ξυμπεῖν ξυνάδειν τοῖς ἀδελφοῖς ἀφθόνως.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ἐπισκοπῇ ἐπισκέψεται ὁ θεὸς τὴν φυτίαν ἡμῶν· καὶ αὐτὸς ὁ φυτεύσας ὑμᾶς τὴν ἄμπελον τὴν ἀληθινὴν ποτίσει τοῖς ὕδασι τοῦ ἁγίου πνεύματος, καὶ αὐξήσει εἰς μέτρον τελειότητος, καὶ πᾶσαν καρποφόρον, καὶ πᾶσαν ἀληθινὴν ἀποδείξει. Ὑπὲρ ἐμὲ οὖν τὸ ἔργον, ὑπὲρ τὴν ἀσθένειάν μου ἡ ἐγχείρησις. Τίς εἰμὶ ἐγὼ κύριε εἰ θέμις εἰπεῖν, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι οὕτω κατελήφθην μιαρὸς ὢν καὶ ἀκάθαρτος, καὶ οὐδὲ εἰς προβάτου τάξιν ἐπαξιούμενος εἶναι; Ἀλλ᾽ ἀνέχεται, ἀλλὰ μακροθυμεῖ, ζητῶν μου τὴν ἐπιστροφὴν καὶ τὴν ἀνάβλεψιν. Ἐπεὶ, τίς στήσεται, καὶ τίς ἐξιλάσεται περὶ ἁμαρτίας τῆς συμβαινούσης; Τίς ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ; τίς ἐγγίσει θεῷ ἵνα προσαγάγῃ αὐτῷ καὶ τοὺς ἄλλους, ἐγὼ μακρὰν ἀπῶσμαι ὦ, τέκνα, κατὰ διάμετρον τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Ὅλως χαίρω κἂν ἁμαρτωλός εἰμι, ὁρῶν ὑμᾶς εὐθηνουμένους, καὶ ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ διαβιοῦντας· καὶ ἕνα ἕκαστον ὑψούμενον καὶ παραμιλλώμενον τῷ ἑτέρῳ. ὄντως τέκνα ἐν ὑμῖν ἐστὶν ὁ εὐλογούμενος καὶ λατρευόμενος καθαρῶς καὶ τὸ Πνεῦμα ἅγιον ἐπαναπαύεται εἰς τὴν συνάθροισιν ὑμῶν, καὶ ἡ χοροστασία ὑμῶν, χορεία ἀγγελική· καὶ ἡ ψαλμῳδία ὑμῶν αἴνεσις τῶν ἀσωμάτων· καὶ ὅλη ἡ ἀναστροφὴ ὡς ἀληθῶς οὐράνιος διαγωγὴ, ἐν ᾗ οὐκ ἔστι σαρκὸς καὶ αἵματος γνωρισμός· οὐδὲ θέλημα γνωμικόν· οὐδὲ φροντὶς ἀπολλυμένη· οὐδὲ σπουδὴ ματαιοπονούντων· οὐδὲ τρυφὴ διαλελυμένη· οὐδέ τι τῶν πλανώντων καὶ πλανωμένων· ἐν οἷς ἐστιν ὁρᾶν τοὺς ἐν κόσμῳ μάταια καὶ ἐλεεινὰ πονουμένους· ἀλλὰ πάντα γαλήνης καὶ εἰρήνης ἀνάμεστα· μία βούλησις, μία ψυχὴ καὶ καρδία κατὰ τοὺς ἀποστόλους, εἷς δρόμος, εἷς πόθος, θεοῦ ἐπιτυχεῖν· μία ζωή· κοινὰ τὰ ἀμφότερα· ἡ ὄντως θεόκλητος ἀδελφότης, τὸ τῶν ἀγγέλων μίμημα· τὸ μῦρον τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν· οἱ ἐν σαρκὶ καὶ ὑπὲρ τὸ σῶμα· οἱ ἐν κόσμῳ, καὶ ἐκτὸς τοῦ κόσμου διὰ τῆς ἀπαθείας. Δότε οὖν λοιπὸν χεῖρα, τέκνα ἠγαπημένα, ὀρέξατε βοήθειαν τῇ ἐμῇ ἀσθενείᾳ, ἵνα δυνηθῶ ἀφηγεῖσθαι· ὄντως ἐφθάσατε καὶ κατελάβετε εἰς μέτρα ἀγαθὰ καὶ ἁρμόδια καὶ πάτρια, οὐ μόνον κατὰ τὰ πρότερα, ἃ ἴσασιν οἱ πολλοὶ, ἀλλὰ κατὰ τὰ παρόντα· καὶ τὴν μέσην καὶ βασιλικὴν ὁδὸν ὁδεύοντες τὴν ἐφ᾽ ἑκάτερα κρημνῳδίαν ἀποφεύγετε.
Ἀποδεκτέα οὖν ὑμῶν ἡ ἄσκησις καὶ ἡ ἐγκράτεια, οἱ ὕπνοι καὶ αἱ γρηγόρσεις, αἱ ἡσυχίαι καὶ λαλιαὶ, οἱ κόποι καὶ ἀνέσεις, αἱ προσευχαὶ καὶ αἱ ἐντεύξεις· καὶ εἰ μὲν μικρὸν συμμετριάζομεν καὶ συγκατερχόμεθα, ἀλλὰ πάλιν συνανυψούμεθα, καὶ κἂν ἡ παροῦσα ὥρα παρέτρεψεν, ἀλλ᾽ ἡ ἐφ᾽ ἑξῆς ἀνωρθώσατο. Ἐπέστη γὰρ κατήχησις, ἐπέστη ὄρθρος, ἄλλη λειτουργία, ἀνάγνωσμα, βίος ἁγίου καὶ πάλιν πρὸς ἑαυτὸν ἐπανάγεται ὁ ὑποσκελιζόμενος, καὶ ἀλλήλων ἐσμὲν βοήθεια, καὶ περιφραττόμεθα ἑτεροίως, καὶ ὄντως οὐκ ἔχει χώραν καθ᾽ ἡμῶν, εἴπερ ἔχομεν τὴν βοήθειαν τοῦ θεοῦ, ὁ διάβολος. Δεῦρο δὴ τέκνα μου, ἀποδύσασθε ὡς ἤδη ἀρχόμενοι, καὶ πάλιν πᾶν θέλημα ὑμῶν καὶ ἐπειχθήτω ἕκαστος εἰς τὴν διακονίαν αὐτοῦ, καὶ μηδεὶς ποιείτω τὸ ἔργον κυρίου ἀμελῶς, δεδιὼς τὴν κατὰ τοῦ καταφρονητοῦ καὶ γογγύστου ἀράν· καὶ ὁ ἔφορος σκοπευέτω, καὶ ὁ ἐπιτάσσων ἐνθέως ἐγκελευέτω, καὶ ὁ ὑπήκοος χριστομιμήτως κινείσθω, καὶ ὁ ἐπιτηρῶν ἐπιτηρείτω, πάντες ἐργαζόμενοι παρατηροῦντες ἑκάστοτε τοὺς καιρούς. Καιρὸς ἐργασίας, ἐργάζεσθε· καιρὸς ἡσυχίας, ἡσυχάσατε· καιρὸς προσευχῆς, προσεύξασθε καθαρῶς· κλαύσατε, δακρύσατε, ἐπείπερ εἰς πένθος κεκλήμεθα. Εἰ δὲ καιρὸς μεταλήψεως, μεταλάβωμεν εὐχαρίστως τῶν παρατιθεμένων. Καιρὸς λαλιᾶς, λαλήσωμεν· ἐν συνέσει· καιρὸς γὰρ τῷ παντὶ πράγματι, καθὼς τὰ λόγια τοῦ θεοῦ. Καὶ οὕτως ἀναστρεφόμενος καλῶς βαδίζων πορεύεται· ἐσθίων ὡς μὴ ἐσθίων λογιζόμενος, ὑπνῶν ὡς μὴ ὑπνῶν εὑρισκόμενος, ὁμιλῶν ὡς οὐχ ὁμιλῶν δοκούμενος· καὶ εἴ τι ἄλλο τῶν ὁμοίων, ἐστιν συνορᾶν θεοδιδάκτοις οὖσιν. Ἐν τούτοις οὖν κύριος ὁ θεὸς ἡμῶν κρατύνοι, δυναμώσοι, βεβαιώσοι τὰς καρδίας ὑμῶν ἐπὶ πλεῖον εἰς αἴνεσιν καὶ δόξαν αὐτοῦ, εἰς καύχημα ἡμῶν τῶν ἁμαρτωλῶν, εἰς κληρονομίαν βασιλείας οὐρανῶν, ὑμῶν αὐτῶν τῶν ταῦτα ἐνεργούντων ἐν αὐτῷ Ἰησοῦ τῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.