Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 51

ΛΟΓΟΣ ΝΑ΄.
Πῶς δεῖ βιοῦν ἅπαντας ὑποτακτίτας.

ΠΑΤΕΡΕΣ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Πόσον οἴεσθέ με χαίρειν καὶ εὐφραίνεσθαι ὁρῶντα τὴν πνευματικὴν ὑμῶν καὶ ἀδιάσπαστον συνάφειαν ἐν προκοπῇ γινομένην καὶ ἐπαύξουσαν ἀεὶ ἐν τοῖς θείοις κατορθώμασι. Τῷ ὄντι γὰρ αὐξάνεσθε καὶ κραταιοῦσθε ἐν Πνεύματι ἁγίῳ, καὶ σοφία θεοῦ διαδείκνυται ἐν ὑμῖν. Τούτοις οὖν ἐπαγάλλομαι, καὶ τὸ τῆς ἐμαυτοῦ ἀμελείας ἀποῤῥίπτομαι ῥάθυμον· πλοῦτον καταλογιζόμενος συνεισφέρεσθαί μοι. Εἰ γὰρ οἱ σαρκικοὶ πατέρες τῶν σφετέρων τέκνων τὰς ἀνδραγαθίας βλέποντες ἐπὶ τοῖς κατὰ κόσμον πράγμασι γάννυνται καὶ σκυρτῶσι· πόσῳ γε μᾶλλον, εἴπερ ἐσμὲν ἄξιοι καλεῖσθαι πνευματικοὶ πατέρες, τοῦτο πανθάνειν ἐφ᾽ ὑμῖν τοῖς τετελειωμένοις ἐν κυρίῳ; Ἐμὲ τοίνυν πεπλουτίκατε, ὦ τέκνα, ἐκ τῶν οἰκείων καταπράξεων, καὶ οὐκ ἐπαισχύνομαι ἐν τῇ τῶν ἔργων μου πενίᾳ πολυκτήμων ἐξ ὑμῶν γεγονώς. Ἐμὲ ἐδοξάσατε, προσθήσω δὲ ὅτι, καὶ ἐβασιλεύσατε διὰ τὸ βασιλεύειν ὑμᾶς κατὰ παθῶν ὡς κατ᾽ ἐθνῶν, καὶ διάδημα κάλλους ἀρετῶν ἐν τῇ ψυχικῇ ὑμῶν κεφαλῇ περιστεφανοῦσθε· ἀναβαίνετε ταῖς κατὰ μικρὸν προσθήκαις εἰς τὰ ὕψη τῆς ἀπαθείας· καὶ συναμιλλᾶσθε ἀλλήλοις ἐν τῷ δρόμῳ τῆς εὐσεβείας, ἀποῤῥίπτοντες τὰς προσπαθείας, ἀποτινάσσοντες τὸν κονιορτὸν ὡς ἐκ ποδῶν ὑμῶν τῆς φιλοκοσμίας πτερούμενοι τῷ ἔρωτι τῆς κατὰ θεὸν ἀγάπης, πετάμενοι ὡς περιστεραὶ πνευματικαὶ ἐπὶ τὰ ὑπερουράνια φρονήματα, ἄνω βλέποντες καὶ πρὸς τὰ ἄνω συνελκόμενοι, ὅπου ἡ κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ὅπου τὸ ἀνταπόδομα ἡμῶν, ὅπου ὁ θησαυρὸς ἡμῶν, ὅπου ἡ ἄλυτος ἡμῶν κατοικία ἀναδεδόμηται, ὅπου ἡ κατάσχεσις ἡμῶν ἐμπεριγέγραπται.

Καλὸς ὁ ἀγὼν ὑμῶν· ὡραῖος ὁ δρόμος· περικαλλὴς ἡ σπουδὴ· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς ἐπὶ θεὸν ὑμῶν θεωρίας. Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, πρὸς τοὺς αὐτοῦ ἀποστόλους φησὶν ὁ κύριος, καὶ πρὸς ὑμᾶς ταῦτα, ὦ τέκνα. Παρήχθη γὰρ ἀποστολικῶς ἐξ ὑμῶν τὸ σχῆμα τοῦ κόσμου τούτου ἄξυγοι ὄντες καὶ ἀσύμμικτοι φθορᾷ· τὸ δὴ λεγόμενον ὡς ἄσαρκοι καὶ ἀσώματοι ἄγγελοι ἀπερίγραπτοι τόπων καθότι δεσπόζετε τοῦ παντός· Τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος φησίν, ἄκληροι καὶ ἀμέριδες, μερὶς γὰρ ὑμῶν καὶ κλῆρος μόνος ὁ θεὸς· ἀπάτριδες καὶ ἀπόλιδες, πατρὶς γὰρ ἡμῶν καὶ πόλις ἡ ἄνω Ἰερουσαλὴμ, ἡ μητρόπολις Παύλου καὶ τῶν λοιπῶν ἁγίων. Διατοῦτο μὴ ἐπιβλέψητε πρὸς τὰ κάτω, μηδὲ ἐγκαταλείψητε πηγὴν ζωῆς, τὸν κύριον, καὶ ὀρύξητε ἑαυτοῖς λάκκον συντετριμμένον ἀνομίας· μηδὲ καταθελχθῆτε τοῖς χαμαιζήλοις τοῦ αἰῶνος τούτου τερπνοῖς ποιήμασιν ἔχοντες τὴν τερπνότητα κυρίου, καὶ ἐπισκεπτόμενοι τὸν ναὸν τῶν ἀρετῶν αὐτοῦ· μηδὲ ἡγήσησθε μέγα τι καὶ μακάριον εἶναι ὑπὸ τὸν οὐρανὸν, ἢ ὅπερ ἔχετε καὶ ἐνδέδυσθε θεῖον ἐπάγγελμα παρὰ τοῦ δεσπότου τῶν ὅλων· ἐφωτίσθητε καὶ ἐλευκάνθητε ὡς χιὼν, ἐτυρώθητε ὡς γάλα, ἐκοσμήθητε ὡς νυμφίος, συνήχθητε τῇ τοῦ Πνεύματος ὁμονοίᾳ. Χάρις ὑμῖν ἀπὸ θεοῦ Πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ· καὶ στηριχθείη τὰ φρονήματα ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον, καὶ προθυμηθείητε μειζοτέρως χωρεῖν εἰς τὰ βάθη τῶν πνευματικῶν ἐπιτηδευμάτων, ἵνα ἐν τῇ τοιαύτῃ ὑμῶν ἀρίστῃ καὶ ἰσαγγέλῳ πολιτείᾳ, ὡς ἀληθῶς γνωρίζησθε στρατιῶται Χριστοῦ, τὸν διάβολον ἀποτρεπόμενοι, καὶ τὰ πάθη ἐξοστρακίζοντες, καὶ τὴν ἀγάπην ἀναλαμβάνοντες καὶ τὸ θεῖον θεραπεύοντες, ὅσα κατὰ τὸν βίον ὑμῶν ἐπιθεωρεῖται μὴ ἀμελῶς μηδὲ ῥαθύμως, ἐν ταῖς διακονίαις πρόθυμοι, ἐν ταῖς ὑπακοαῖς εὐκίνητοι, ἐν ταῖς ἀγρυπνίαις γρήγοροι, συγκαταβαίνοντες ἀλλήλοις καὶ συνανερχόμενοι παραχωροῦντες καὶ παραχωρούμενοι, κέρδος ἡγούμενοι ὁπόταν ταπεινῶσθε τῷ πλησίον, ὁπηνίκα ἐμβιάζεσθε μὴ τραχυλογεῖν μηδὲ ἀντιλέγειν, ἡνίκα ἐγκρατεύεσθε μὴ γελοιάζειν καὶ ἀργολογεῖν· ὅτε εὐλαβεῖς ποιεῖτε ἑαυτοὺς καὶ συστέλλεσθε ἀπὸ τῆς ἐμπεριέργου ἀναβλέψεως καὶ βλαπτικῆς παῤῥησίας καὶ ὀλεθρίου συνδυάσεως.

Τίς ἐστιν ἐν ὑμῖν ὃς ἀγάλλεται καὶ γλυκαίνεται, καὶ ἑορτάζει καθημέραν ἐν καθαρᾷ προσευχῇ, ἐν ἐπιῤῥοῇ δακρύων, ἐν ὑπομονῇ πληκτικοῦ λόγου, ἐν βιασμῷ προστασσομένης διακονίας, ἐν παραθεωρήσει τοῦ τυχόντος ἱματίου, φημὶ, ἢ ὑποδήματος, ἢ ἑτέρου τινὸς τῶν χρησιμευόντων; Ὁ τοιοῦτος μακάριος· εἴην ἂν ἐγὼ τῆς μερίδος αὐτοῦ, κἂν μὴ τὸν ἀλφάβητον γινώσκῃ. Μάθωμεν ἀδελφοί· οὐ γὰρ ὅτι πεπείραμαι, ἀλλ᾽ ὅτι ἀκούων λέγω, γλυκύτητα θεοῦ, ἡδονὴν ταπεινώσεως, εὐημερίαν ὑπακοῆς, ὕψωμα θελημάτων ἐκκοπῆς. Καί γε οἴδατε καὶ πράττετε οἱ πολλοὶ ταῦτα· ἀλλὰ νύσσω ὑμᾶς μικρόν τι τῷ βέλει τοῦ λόγου, ἵνα εἰσέλθοι ἐν ταῖς ψυχαῖς ὑμῶν τὸ φάρμακον τοῦ θείου ἔρωτος. Καὶ πάλιν καταγλυκάνῃ καὶ διανεγείρῃ τὸ πρόθυμον τῆς καρδίας ὑμῶν· εἴθε δυναίμην ἐπικουφίσαι τὰ βάρη τῶν ἀκηδιασμάτων ὑμῶν· εἴθε ἴσχυον ὁμαλίσαι καὶ καταπραΰναι τὸ τραχὺ τῶν διαλογισμῶν ὑμῶν· εἴθε περιεγενόμην ἀπονίψαι τοὺς πόδας τῶν καρδιῶν ὑμῶν καὶ κουφίσαι ἀπὸ πολλῆς ἀδολεσχίας, καὶ διϋπνίσαι πρὸς ἐγρήγορσιν ἐνθεεστέρας ζωῆς, ἵνα ἐξισχύοντες ἔτι πλεῖον ἐδράμετε. Εἴη δὲ ὑμῖν ὅμως παρὰ θεοῦ ἡ χάρις ἐπιχορηγουμένη, καὶ πάντες ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ καὶ διανοίᾳ ὁμονοίας δῶμεν δόξαν τῇ ἀγαθότητι αὐτοῦ ἐφ᾽ οἷς ἐφθάσαμεν ἐκδυσωποῦντες καὶ πρὸς τὰ μέλλοντα καλῶς καταντᾶν· καὶ τέλος ἀγαθὸν ἐπαφεῖναι καὶ τοῖς μεθ᾽ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·