Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 52
ΛΟΓΟΣ ΝΒ΄.
Ψυχῇ καθαρᾷ γνώριμα τὰ πταιστέα.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἀεὶ μὲν μαίνεται καὶ ὁρμᾷ ὁ ἐχθρὸς καθ᾽ ἡμῶν, ἀεὶ δὲ ἀποτρέπεται ταῖς θείαις δυνάμεσι· τότε ὃν εὑρίσκει θηρᾶσαι; ὁπόταν δοίη αὐτῷ ψώραν τις ἀπωσάμενος τὸ ἅγιον Πνεῦμα καὶ εἰσοικισάμενος τὸν ἀλλότριον, ὃς καὶ διδάσκει αὐτὸν ὅσα φιλεῖ ποιεῖν καὶ λέγειν· καὶ ἵνα ἀμφοτέρων τῶν ἐνεργειῶν ἐκμάθωμεν τὰ ἰδιώματα, κἀνταῦθα μικρόν τι ἀκούσωμεν, εἰ κελεύετε. Δεῖ γάρ με νύκτωρ καὶ μεθημέραν ἀγρύπνως καὶ νηφαλέως καὶ ἐπιστημόνως τὰ αὐτὰ καὶ ὑπομιμνήσκειν καὶ ἐκπαιδεύειν ὑμᾶς, ὦ τιμιώτατοι, ὁ τοίνυν τὸ ἅγιον Πνεῦμα ἔχων, κέκτηται μὲν χαρὰν, εἰρήνην, μακροθυμίαν, ἀγάπην, προφέρει λόγους γλυκυτέρους μέλιτος καὶ κηρίου. Ἐκ γὰρ τοῦ περισσεύματος καρδίας, ὡς ὁ κύριος εἴρηκεν, ἀναβλύζουσιν οὗτοι, φωτισμὸς γινόμενοι καὶ παράκλησις τοῖς ὑποδεχομένοις. Τί γὰρ καὶ οὐκ ἔχουσι τῶν καλῶν; τὸ, συγχώρησον, τὸ, εὐλόγησον πάτερ· τὸ, ἄφρων εἰμί· τὸ, μόνος ἁμαρτωλός· τὸ, οὐκ ἄξιος συναριθμεῖσθαι τῇ ἀδελφότητι· τὸ, ὑποκάτω πάσης κτίσεως συντάττεσθαι· Εἰ γὰρ τὸ φῶς τοῦ κόσμου ὁ θεῖος ἀπόστολος, ἔκτρωμα καὶ περίψημα πάντων γεγενῆσθαι ἐξομολογεῖται μετὰ τῶν ἄλλων ἁγίων· ποῦ ἵνα καὶ φθάσωμεν ἡμεῖς ἀγορεῦσαι κατὰ λόγον τὸ τῆς ἀναξιότητος ἡμῶν ἀπόπτωμα, οὐδέ ἐστιν εἰπεῖν, ὅμως γοῦν τὸ τοιάδε λέγειν, ἰδίωμα τοῦτο Πνεῦμα τὸ ἅγιον ἔχει ἡμᾶς.
Θέλετε ἀκοῦσαι καὶ τοῦ ἐναντίου; ἡμεῖς αὐτομαθεῖς ἐστὲ καὶ αὐτοδίδακτοι· τί γὰρ ἄλλο ἐκβάλλει ἡ καρδία ἐκείνη, ἢ θυμὸν καὶ ὀργὴν καὶ καταλαλιὰν, καὶ μέμψιν καὶ ἀπιστίαν καὶ ἀπεχθίαν, μῖσος τε καὶ αὐθάδειαν, ἀνηκοΐαν τε καὶ ἀντιλογίαν καὶ ἀπείθειαν· καὶ ἐκ τῆς ἐκείνης ὄντως ἀπέδρα φωτισμὸς καὶ ἁγιασμὸς καὶ ὁσιότης. Ἀπελήλαται ταπείνωσις καὶ κατάνυξις καὶ ὑπομονὴ· ἀπεξήραται κλαυθμὸς καὶ δάκρυον· καὶ ὀδυρμὸς· ἀφίπταται θεωρία οὐράνιος καὶ μνήμη θανάτου, καὶ ἐξόδιον ἀγγελικῶν συμπορευμάτων· ἀπελητάργηται παράστασις παγκόσμιός τις ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, καὶ ἀπολογία φοβερὰ καὶ ἀπαραλόγιστος πάσης ἐννοηματικῆς καὶ λογιστικῆς καὶ σωματικῆς ἡμῶν καταπράξεως ἐξ οὕπερ ἐγεννήθημεν, οὐκ ἀφ᾽ οὗ περ ἐμονάσαμεν. Ἐν γὰρ τῷ τοιούτῳ ἐπανελεύσεται ἅπαντα. σὺν πᾶσι δὲ τοῖς λοιποῖς ἀπεμνηματίσθη ἡ τῶν ἀφορήτων καὶ ἀνηκέστων καὶ ἀτελευτήτων βασάνων καὶ κριτηρίων πυριφλέκτων τιμωρία αἰώνιος· τῶν τε ἀῤῥήτων καὶ ἀθεάτων καὶ ἀνεκδιηγήτων ἀγαθῶν ἀπόλαυσις τῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀποκειμένων. Ἀνατέλλουσι γὰρ ἐν τῇ προλεχθείσῃ ψυχῇ τὰ σπέρματα τῆς ἀσωτίας καὶ τὰ δράγματα τῆς φιλοκοσμίας καὶ τὰ γνωρίσματα τῆς ἀνομίας, πορνεῖαι, μοιχεῖαι, φόνοι, κλοπαὶ, μῖσος τοῦ ἐπαγγέλματος, μᾶλλον δὲ καὶ ἀπόῤῥιψις, μῖσος κατὰ τοῦ Χριστοῦ, μῖσος κατὰ τῆς πατρικῆς πολιτείας, καὶ ἵνα μὴ πολυλογῶν μηκύνω τὴν κατήχησιν, σκότος καὶ ζόφος διαλογισμῶν καὶ κρημνισμὸς, καὶ βοθρισμὸς, καὶ ὀλοτρευσμὸς ἀπὸ τῆς θείας συναφείας. Μὴ ἡμῖν κύριε, μὴ ἡμῖν, ὁ θεῖος Δαυῒδ, ἀλλ᾽ ἢ τῷ ἐλέη σου, καὶ τῇ ἀληθείᾳ σου. Μήποτε ἐν τούτοις ὄντων ἡμῶν, εἴπωσιν οἱ πρὶν μακαρίσαντες ἡμᾶς, ἢ καὶ μακαρίζοντες, Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; Ἐφ᾽ ἅπαξ δὲ ταῦτα οὐ συντρέχει, τέκνα, ἀλλὰ σειρᾶς δίκην ἐπὰν τῆς ἀρχῆς ἐπιλαβώμεθα πλακήσεται καὶ περιπλακήσεται ἡ πονηρὰ ἄλυσις ταύτη ὁλοτελὴς καὶ ὁλόκληρος, ἀγχονίζουσα ἡμᾶς ὡς τὸν Ἰούδαν τὸν μιόφωτον καὶ φιλόσκοτον.
Δεῦρο οὖν λοιπὸν, τέκνα μου καὶ ἀδελφοὶ καὶ πατέρες· καὶ γὰρ ὡς τέκνα ἀγαπητικῶς κινούμενος καὶ ὀμειρόμενος καὶ ἀδελφοὺς ὁμοφυῶς καὶ ἀμφιλαφῶς καὶ ὁμοδόξως κατακηδόμενος, καὶ ὡς πατέρας τεκνοπρεπῶς καὶ τιμητικῶς καὶ ἀξιοχρέως προσερχόμενος ὑφηγοῦμαι καὶ ἐκδιηγοῦμαι. Παρακαλῶ τε καὶ ἀντιβολῶ καὶ περιέπω, περιδονοῦμαι τε καὶ περιτρύζω· προσθείην δὲ, δακρύω τε θρηνῶ, ἵνα μή τις ὑμῶν ὡς εἴρηται, γένηται υἱὸς ἀπωλείας καὶ ἀπειθείας καὶ ἀποστασίας, τέκνον μωμητὸν καὶ νενοθευμένον καὶ μισοπάτριον, πρόβατον ἐξωμάνδρευτον καὶ θηριάλωτον, εἴτε σκεῦος ὀργῆς καὶ ὄργανον τοῦ ἀντικειμένου· ἀλλὰ πάντες υἱοὶ φωτὸς καὶ ἡμέρας, κληρονόμοι θεοῦ συγκληρονόμοι Χριστοῦ· σκεύη ἐκλεκτὰ καὶ ἡγιασμένα καὶ ἱερεῖα ἱερὰ καὶ θρέμματα θεοποίμαντα, καὶ ἐργάται ὑπακοῆς, καὶ μαθηταὶ κυρίου, τῆς ὑποταγῆς τὴν λαμπρότητα ἐξαστράπτοντες ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανοῖς· πάντες κατηρτισμένοι ἐν ἑνὶ πνεύματι καὶ ἐν ἑνὶ θελήματι· ἐκείνῳ ἐπαδόμενοι τῷ λογίῳ· Ἰδοὺ δὴ τί καλὸν ἢ τι τερπνόν; ἀλλ᾽ ἡ ἐπὶ τὸ αὐτὸ κατοίκησις ἡμῶν; ὡς μῦρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ ἐπὶ πώγωνα τὸν πώγωνα τὸν Ἀαρών. Ὁρᾶτε ὅσου ἄξιον κρίνει ὁ λόγος τὸ συνάθροισμα; ἱερωμένον ἐστι θεῷ, ἀνατιθέμενον, ὁμόσωμον, σύσσωμον. Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, φησίν ὁ ἀπόστολος, ποιήσω πόρνης μέλη; μὴ γένοιτο. Ἀλλὰ καὶ αὖθις· Εἴ τις φθείρει τὸν ναὸν τοῦ θεοῦ, φθερεῖ τοῦτον ὁ θεός. Οἵ τινες ἐστὲ ὑμεῖς, καὶ τὰ μὲν ἀπευκταῖα ἀπείη, τὰ δὲ εὐκταῖα ἔλθοι καὶ ἐπελεύσεται ὑμῖν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.