Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 53
ΛΟΓΟΣ ΝΓ΄.
Τὸν εὖ βιοῦντα κῆπον εἶναι κυρίου.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Τῇ καλῇ καὶ πίονι γῇ χρήσιμος ἡ ἐτήσιος ὀμβροφορία πρὸς καρποφορίαν τῶν ἐδωδίμων· εἴθε δὲ καὶ ὑμῖν ἡ ἡμερησία τῆς ἑβδομάδος ἐκ τοῦ ταπεινοῦ καὶ ῥυπαροῦ ἡμῶν στόματος ἐπιδιδομένη κατήχησις, ὡς ἐκεῖ πρὸς καρποφορίαν τῶν τὰ σώματα διατρεφόντων καρπῶν, ὦδε πρὸς ἐπαύξησιν τῶν διακρατούντων τὰς τιμίας ὑμῶν ψυχὰς ἀρετῶν γένοιτ᾽ ἄν· καὶ ἐοίκατέ μοι παράδεισος, ἐν ᾧ πολλὰ τὰ φυτουργήματα. Καὶ ὁ μὲν οἱονεῖ γλυκάζει με διὰ τῆς ταπεινοφροσύνης καὶ ὑπακοῆς· ὁ δὲ διατρέφει με διὰ τῆς ἐν ἔργοις σπουδῆς· ὁ δὲ καταμυρίζει με διὰ τῆς εὐλαβοῦς ἕξεως καὶ τῆς ἐν αὐτῇ ἀνθηφορίας· καὶ ἐν τούτοις ἵνα μὴ τῶν πολλῶν τὰ κράτιστα καταλέγων μηκύνω τὸν λόγον· οἱ μὲν αὔξουσιν ὡς κυπάρισσοι ἄνω που εἰς τὰ ὑψηλὰ· οἱ δὲ συνανιοῦσιν· οἱ δὲ παραθήγονται· οἱ δὲ ἐκφύουσι· καὶ ἁπλῶς εἷς ἕκαστος ὑμῶν τρέχει καὶ ἄνεισιν ἐπὶ τὰ μετέωρα τῶν ἐντολῶν τοῦ θεοῦ. Μὴ οὖν τις, τέκνα, λοιπὸν ἐναπομείνῃ ἀβλάστητος, μηδὲ ἀποξηρανθῇ ἐκ καύσεως ἡδονῶν· μηδὲ ἄγονος γένηται καί περ ὑψηλὸς ὢν τῷ δοκεῖν, ἐκ τῆς ἀκάρπου ὑπερηφανίας.
Ἀλλὰ τί ταῦτα λέγων ἐμαυτὸν συμπιέζω· μὴ πράσσων γὰρ διδάσκω· πλὴν προθυμηθῶμεν ἀμφότεροι καὶ ἀλλήλους περιθάλψωμεν, καὶ μιᾷ ψυχῇ ὁμονοήσωμεν ἀπέναντι τοῦ τῆς χαλάνης πύργου· καὶ οὕτως οἰκοδομήσομεν ἑαυτοῖς πύργον, ἀφικνούμενον ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ, τὴν οὐρανομήκη λέγω ἀρετήν. Αἱ ἡμέραι ἅγιαι· καὶ ἁγιάζεσθε· νηστεία καὶ ὀλιγότης βρωμάτων, καὶ καθαγνίζεσθε τὰς ψυχὰς καὶ τὰ σώματα· ψαλμωδίαι εὐτονώτεραι καὶ ἀναγνώσεις, καὶ λύρα γίνεσθε παναρμόνιος κρουομένη τῷ πνεύματι. Συνέρχεσθε προθύμως ἐν ταῖς συνάξεσι, καὶ χορὸς ἐστὲ ἀγγελικός. Ἀγάπῃ περιέχεσθε ἔξω ρίπτοντες τὸν φθόνον καὶ ἓν θέλημα τὸ ἐν οὐρανοῖς περιγράφεσθε, ἄμαχοι πρὸς ἀλλήλους, καὶ εἰλικρινεῖς καθιστάμενοι τῶν ἀσωμάτων μιμεῖσθαι τὴν ὁμόνοιαν· σπουδαιολογεῖσθε περὶ τὰ χρήσιμα καὶ φιλομαθεῖτε τὰ προστασσόμενα, καὶ υἱοὶ ἐστὲ ὑπακοῆς· ἀκτησίαν πάσης ὕλης πλουτήσατε ἔχοντες τὰ πάντα καὶ μηδὲν ἔχοντες, ὡς δεσπόται τοῦ κόσμου καὶ βασιλείας οὐρανῶν κληρονόμοι. Καὶ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Διὰ τοῦτο ὑμᾶς καὶ μῦρον εὐωδέστατον καλῶ κατὰ τὸν ἱεροψάλτην Δαυῒδ, τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν Ἀαρὼν, καὶ δρόσον Ἀερμὼν τὴν καταβαίνουσαν ἐπὶ τὰ ὄρη Σιών. Ὁρᾶτε πηλίκοις ὀνόμασι καλλωπίζεσθε παρὰ τοῦ θείου Δαυῒδ, καὶ οἵοις ἐπαίνοις στέφεσθε, Βλέπετε τίμια τὰ ἔπαθλα, θαυμαστὰ τὰ γέρα, μὴ ἀναξίως, μηδὲ ἀλλοτρίως περιπατήσητε τῶν ἐπαινουμένων.
Καὶ ταῦτα μὲν ἐν ῥήμασιν ἀπολαμβάνετε ἄρτι παρ᾽ ἐμοῦ· ἀπολάβοιτε δὲ τότε ἐν τῷ μέλλοντι αἰῶνι τὴν δικαίαν μισθαποδοσίαν παρὰ τοῦ δικαιοκρίτου καὶ πλουσιοδώρου θεοῦ· ὅτι ἀπολήψεται ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ. Οἱ διδάσκοντες ἐπιμελεῖσθε· οἱ μανθάνοντες ἀγρυπνεῖτε· οἱ διακονοῦντες ἐπιμένετε. Μέγας ὁ κελλαρίτης, εἰ ἀξίως τοῦ ἐπιτηδεύματος αὐτοῦ πορεύεται. Καὶ ἐῶ λέγειν ὁ οἰκονόμος, εἴ περ πιστῶς καὶ φρονίμως ὡς ἀναλεχθεὶς ὑπὸ τοῦ κυρίου διαπεραιοῖ τὴν φροντίδα τῆς ἀδελφότητος. Τίμιος ὁ ὀψοποιὸς πυρὶ καὶ τοῖς ἀδελφοῖς δοκιμαζόμενος. Ὁμοίως ὁ τῶν ἱματίων διανομεὺς καὶ φύλαξ, ὅτι καὶ αὐτὸς θεῖον πρᾶγμα διανύει· καὶ πρό γε τούτων, ὁ κανοναρχῶν· εἶτα καὶ ἅπαντες οἱ λοιποὶ, ὧν οὐκ ἐπεμνημονεύσαμεν· εἰ κατὰ τὸ εὐάρεστον θεῷ μεταχειρίζονται τὰς διακονίας μεγάλοι κληθήσονται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Πληθυνθείη οὖν ἐφ᾽ ὑμῖν ἡ χάρις τοῦ ἁγίου Πνεύματος περισσοτέρως· αὐξηθείητε ἐπὶ πλούτῳ ἀρετῶν. Εὐλογία κυρίου ἐφ᾽ ὑμᾶς. Εὐλογήσατε δὴ κἀμὲ καὶ ὑμεῖς ὡς ἐξ οἴκου Κυρίου, τῶν τιμίων ὑμῶν στομάτων, καὶ εἴη θεὸς κύριος ἐπιφαινόμενος ὑμῖν, νῦν μὲν διὰ τῆς εὐπραγίας· Μακάριοι γάρ, φησι, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· ἐκεῖθεν δὲ διὰ τῆς ἀντιμείψεως ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.