Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 54

ΛΟΓΟΣ ΝΔ΄.
Καύσωνα φεύγειν τῆς κακῆς παῤῥησίας.

ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,

Τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ· διὰ τοῦτο οὐ κόπος μοι, οὐ στενοχωρία εἰς τὸ ἐπισκέπτεσθαι ὑμᾶς διὰ τῆς κατηχήσεως, καὶ διεγείρειν ὑμῶν τὸ πρόθυμον τῆς ψυχῆς εἰς τὴν τῶν ἐντολῶν τοῦ κυρίου ἐργασίαν· ἀλλὰ μᾶλλον καὶ εὐφροσύνης ὑπόθεσιν, καὶ ἀγαλλιάσεως ἀφορμὴν αὐτὸ τοῦτο λαλεῖν καὶ προφθέγγεσθαι ὑμῖν καὶ κινεῖν τὴν περὶ τοῦ σώσματος ὑμῶν ὁμιλίαν. Τί, καὶ πῶς, καὶ πηλίκως διοδεύσομεν καὶ ἐμπορευσόμεθα εἰς ἐπιτυχίαν τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ γὰρ αἱ ὁδοὶ καὶ πολλαὶ καὶ μία· μία μὲν ὅτι ἡ ἀρετὴ μονογενὴς· πολλαὶ δὲ, ὅτι διήρηται εἰς πολλὰ κατορθώματα ἡ αὐτή. Ἐλώμεθα ταῦτα, τέκνα μου ἠγαπημένα πανσθενεὶ· καὶ ὁ μὲν τρεχέτω διὰ τῆς θεομιμήτου ὑπακοῆς, δρόμον ἀνεμπόδιστον καὶ ἀκατάληκτον· ὁ δὲ διὰ τῆς χριστοφόρου ταπεινώσεως δρόμον ὁμολώτατον καὶ συντομώτατον· καὶ οἱ ἀμφότεροι μᾶλλον δὲ οἱ πάντες τὴν ἐκκοπὴν τοῦ θελήματος ὡς θυσίαν ἄμωμον ἀσπασώμεθα. Τίς ἐστιν ἄνθρωπος φησὶν, ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας, ἰδεῖν ἀγαθὰς, ἀλλ᾽ ἢ ὁ ἐκκόπτων ἀληθῶς τὸ θέλημα; Οὗτός ἐστιν ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον πτώματος, ῥυόμενος τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ἅδου· οὗτός ἐστι ὁ υἱὸς τοῦ φωτὸς, ὁ τὴν ψυχὴν κακαθαρμένην ἔχων ἀπὸ πάσης περιπαθήσεως· διότι πρὸ ῥιζῶν ἀνασπᾷ πᾶν πάθος. Πόθεν συντρίμματα ἡμῖν καὶ λέσχαι καὶ ἀκηδίαι καὶ ὕβρεις καὶ ἔριδες καὶ ζῆλοι καὶ φθόνοι; ἀλλ᾽ οὐχὶ ἐκ τοῦ ζητεῖν ἱστᾶν τὸ θέλημα καὶ ἐξαυθεντεύειν τῶν οἰκείων ἐφέσεων; Ναὶ ὄντως καὶ σχεδὸν οὐκ ἐστιν ἄλλη ὁδὸς πλὴν ταύτης ἡ ῥυομένη ἐκ πάσης μεθοδείας διαβόλου τοὺς ὑποτασσομένους.

Μεγάλαι τοίνυν καὶ θεριναὶ ἡμέραι εἰσήεσαν, καυματηρὸς ὁ χρόνος· μὴ ἀκηδιάσωμεν, μὴ κατολιγωρήσωμεν· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται, φησὶ, ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· καὶ γὰρ παρυφίστανται καὶ παρεξίστανται, καὶ ὥσπερ τις ῥοῦς ποταμιαῖος, οὕτως ἡ ζωὴ ἡμῶν ἐξυποσύρεται καὶ προσεγγίζει τῷ θανάτῳ. Καὶ μακάριοι ἐστὲ, ὅτι διὰ μηδαμινὰ καὶ πρόσκαιρα κτᾶσθε τὰ αἰώνια καὶ ἐπουράνια. Ἐλεύσεται οὖν ἡμέρα, ὅτε καθιεῖται ὁ θεὸς ἐπὶ θρόνου δόξης αὐτοῦ παρεστώτων τῶν ἁγίων ἀγγέλων, καὶ προσκαλέσεται ἡμᾶς, καὶ κατατάξει ἐν τῇ μερίδι τῶν δικαίων. Ἀλλὰ τίνας; Τοὺς ὑπηκόους, τοὺς εὐπειθεῖς, τοὺς εὐλαβεῖς, τοὺς φιλαρέτους, τοὺς φιλάγνους, τοὺς καθαροκαρδίους, τοὺς εὐκατανύκτους, τοὺς δακρυτικοὺς, τοὺς φιλεργοὺς, τοὺς εὐεξαγορεύτους, τοὺς φιλοπάτορας, τοὺς φιλαδέλφους, τοὺς φιλησύχους, τοὺς εὐκτικοὺς, τοὺς πρὸς τοὺς συγγενεῖς ἀσχέτους, τοὺς πᾶσαν ἄλλην ἐργασίαν διαπραττομένους. Εἰσί γὰρ τινες ἐν ὑμῖν οὐχ ἑνὶ, πλείστοις δὲ κατορθώμασι κατακεκοσμένοι· καὶ ὡραῖος ἐστι ὁ τοιοῦτος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ταῖς τοῦ Πνεύματος χάρισι κατηγλαϊσμένος. Μὴ τοίνυν λοιπὸν προσιέμεθα τὰ δυσειδὴ καὶ φθοροποιὰ τῆς κακίας αἴσχη· ἀλλὰ φεύγοντες ἀποφύγωμεν, τέκνα μου, ἀπὸ τῆς δεινῆς παῤῥησίας τῆς εἰς ἀλλήλους πονηρᾶς διαβλέψεως, διαλυτικῶν μειδιαμάτων, πορνικῶν γελοιασμάτων, σατανικῶν γογγυσμάτων, πονηρικῶν παροξυμμάτων· δεχόμενοι δὲ πάντα εὐμενῶς βρώματα, πόματα ἐνδύματα, διακονήματα, οἷαπερ ἂν καὶ εἶεν· καὶ οὗτος ὁ καλὸς ἀγὼν ὑμῶν· καὶ οὗτος τὸ μαρτύριον τῆς συννεδήσεως, καὶ οὗτος ἡ ἀθλητικὴ προκοπὴ ὑμῶν, καὶ οὗτος ἡ στεφανηφόρησις ὑμῶν.

Ἀκούω οὖν ὅτι τινὲς ἀφρόνως, ὅτε ὁρῶσι τὰ παιδία καὶ τὰ μαλάκια, λέγουσι· ὅτι διὰ ταῦτα μέλλομεν ἀπολέσθαι, καὶ ταῦτά εἰσιν ἡ κατάλυσις τοῦ μοναστηρίου. Καὶ ὦ τῆς ἀπονοίας! οὐδὲν ἄλλο ἢ τοῦ Κυρίου κατηγοροῦσι τοῦ λέγοντος· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, τῶν γὰρ τοιούτων ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Οὐκ ἐνηπίασεν ὁ Χριστός; Οὐκ ἐγαλακτοτρόφησεν; Οὐχὶ παῖς ἐγένετο; οὐχὶ νεανίας; Ὅτε ἦν φησὶ, δωδεκαέτης, οὐ νεώτερος; οὐκ ἀνὴρ τέλειος, ὑπὸ τριακοστὸν ἔτος ἀρχόμενος θαυματουργεῖν; Τί λοιπὸν ἀλογεῖ, καὶ διὰ τί μὴ μᾶλλον ἑαυτοῦ καταμέμφοιτο, ὅτι δι᾽ αὐτοῦ ἐστιν ἡ ἀπώλεια; Ταῦτα οἱ τοῦ ἡγουμένου φρονιμώτεροι καὶ συνετώτεροι, οἱ τοῦ δεξιοῦ δεξιώτερον τρέχοντες, οἱ τὸν θεὸν πλεῖον φιλονεικοῦντες φιλεῖν, καὶ οὐχ᾽ ὅσον συμφέρει· οἱ ἔξω τοῦ κανόνος φερόμενοι. Εἰ δὲ μηδεὶς ἐστιν ὁ εἰπὼν, ἴσα καὶ τῶν ἀνέμων παρῆλθεν ὁ λόγος· καὶ ἡμεῖς οὐ προσεγκαλέσομεν. Εἰ δὲ ἔστιν, διορθωσάτω ἑαυτὸν, ἵνα μὴ ἐμπέσῃ εἰς παγίδα τοῦ διαβόλου. Ὁ ἅγιος γέρων ἐκεῖνος τί εἴρηκεν· ὡς ἂν ἐπιτάξῃ μοι παιδίον, λογίζομαι ὅτι ὁ υἱὸς τοῦ Κυρίου μου ἐπιτέταχέ μοι· καὶ ὑμεῖς οὐ συνιεῖτε τὰ ἀναγινωσκόμενα; Διατί μὴ μᾶλλον παιδεύετε αὐτὰ ἀτακτοῦντας, ἵνα ἔχωσι φόβον ἀπὸ προσώπου ὑμῶν, καὶ μηδόλως παῤῥησιάζεσθε εἰς αὐτά; Καὶ ἵνα μὴ εἰς μακρὸν ἐκτείνω τὸν λόγον διὰ τὸ αὖγος· Συγγνώμη πᾶσι. Καὶ ὁ θεὸς τῆς εἰρήνης ἔστω μετὰ πάντων ὑμῶν, νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·