Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 55
ΛΟΓΟΣ ΝΕ΄.
Μὴ συλλαλεῖν αἴσχιστα πρὸς κρυπτοὺς τόπους.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ἀπερικάκητος πρὸς τὴν ὑπόμνησιν τῆς σωτηρίας ὑμῶν· καὶ δῆλον μὲν ὅτι οὐκ ἐπάρκω τρέφειν ὑμῶν τὰς τιμίας ψυχὰς ἐπαξίως τοῖς λόγοις· εἰμὶ γὰρ πένης καὶ πτωχὸς καὶ ἔργῳ καὶ λόγῳ, ἀλλ᾽ ἐπεὶ φίλον θεῷ τὸ κατὰ δύναμιν, τὸ ὀφειλόμενον ἀποπληρώσω καὶ νῦν. Τί δὲ ἐστι τοῦτο; ἵνα κατὰ τὸν λόγον τοῦ κυρίου ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσησθε τὰς ψυχὰς ὑμῶν· ἵνα φέρητε τὸν κόπον καὶ τὸν καύσωνα τῆς ἀσκητικῆς διαβιώσεως ἀνολιγώρως· ἵνα ἐν τῷ νόμῳ κυρίου μελετᾶτε ἡμέρας καὶ νυκτὸς· καὶ ἐστὲ ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Πολλὰ ὑμῶν τὰ ἀγωνίσματα ὡς ἀληθῶς τιμιώτατοί μου, ἀλλὰ μείζωνα τὰ δωρήματα· πολὺς ὁ ἱδρῶς, ἀλλ᾽ αἰώνιος ὁ θησαυρός. Ἀθλεῖτε οἶδα, πυκτεύετε, μαρτυρεῖτε, λογχεύεσθε, σταυροῦσθε ταῖς κοπαῖς τῶν θελημάτων· ἀλλὰ χαίρετε, ὅτι βασιλεία οὐρανῶν ὑμῖν ἑτοιμάζεται, ἀθανασία υἱοθεσία, κληρονομία, εὐζωία, μακαριότης, ἀγαλλίασις, ἀνάπαυσις πέρας οὐκ ἔχουσα. Τοιούτων καὶ τηλικούτων προκειμένων, τίς λοιπὸν ὀφείλει ἀκηδιάσαι; τίς δὲ μὴ προσεπειχθῇ καὶ ἐπαγωνίσεται· μᾶλλον δὲ μηδεὶς μέτρον εἰδὼς τοῦ καλοῦ καὶ τῆς ἀναβάσεως, ἕως ἂν διὰ θανάτου μετέλθῃ πρὸς τὰ ἐλπιζόμενα; μὴ ὅτι εἰκαιολογία ἐστιν ἡ κατήχησις; Μὴ ὅτι θωπεύω, φενακίζων ὑμᾶς; Μηδαμῶς, ὦ ἀδελφοί μου, ἐνηχεῖται ὑμῶν ἀεὶ τὰ ὦτα ταῖς τῶν ἁγίων βοαῖς; Ἴστε τί κραυγάζει ὁ μέγας ἀποστόλος; Οὐκ ἄξια φησί τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ἐνέγκωμεν λοιπὸν καὶ ἡμεῖς, τέκνα, καὶ τὸ πῦρ τῆς ἐπιθυμίας, καὶ τὸ βάρος τῆς ἀκηδίας, καὶ τὸν κόπον τῆς ἐργασίας, καὶ τὸν λιμὸν τῆς ἐγκρατείας, καὶ τὴν ἐπὶ πᾶσι τοῖς ἄλλοις στενοχωρίαν καὶ ἀδημονίαν· καὶ ἔχομεν καὶ ἡμεῖς συμφθέγγεσθαι τῷ εἰπόντι· Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Διὸ μὴ πτύρεσθε ταῖς δαιμονικαῖς φαντασίαις, καὶ ταῖς ἐπιθυμητικαῖς ἐπιβουλαῖς, οἱ προκόψαντες καὶ προκόπτοντες καὶ ἀεὶ ἀναβιβαζόμενοι πρὸς τὸ τῆς ἀρετῆς ὕψος· ἀλλὰ διὰ τοὺς καταῤῥαθυμοῦντας καὶ ἐποκλάζοντας καὶ ἐπισειομένους καὶ ἀμφοτερίζοντας, ἀναγκαῖόν μοι τὸ λέγειν· Τάχα δὲ καὶ ὑμεῖς αὐτοὶ οἱ πεπαιδευμένοι, χρήζετε ὑποστηρίξεως καὶ ἐπαλείψεως, ἵνα καλῶς διανύσητε τὸν δρόμον τῆς εὐσεβείας. Δεῦρο δὴ οὖν λοιπὸν ἅπαντες τῷ φόβῳ φόβον προσθῶμεν, καὶ γενώμεθα εἰς ἀλλήλους χρηστοὶ, ἐπιεικεῖς, ἀγαπητικοὶ, πιθανοὶ, ἱλαροὶ, φωτεινοὶ, ἄφθονοι, ἀκενόδοξοι, ἀπέρπεροι, ἀθόρυβοι, ἀγόγγυστοι, ἔχοντες τὴν ὑπομονὴν θεμέλιον καὶ ῥίζαν τῆς ἀγαθῆς ὑμῶν διαβιώσεως·
Πολλὰ τοίνυν εἰσι τὰ ἐπαγόμενα ὑμῖν καθεκάστην θλιβερὰ, καὶ οὐκ ἀρνοῦμαι. Ἀλλ᾽ οὐχὶ διὰ τὴν σωτηρίαν ὑμῶν καὶ τὴν τῶν αἰωνίων ἀγαθῶν κληρονομίαν ταῦτα; Ναὶ, καὶ οὐδείς ἐστιν ὁ ἀντιλέγων· ἐπεὶ οὖν διὰ τοῦτο ὁ κόπος καὶ ὁ μόχθος, ὁ τόνος καὶ ὁ δρόμος, ὁ κλόνος καὶ ὁ ἱδρὼς, ὁ πόνος καὶ ὁ λιμὸς, ὁ πνιγὸς καὶ ὁ στεναγμὸς, ὁ τάραχος τῶν λογισμῶν καὶ ὁ κλύδων τῶν πειρασμῶν τῶν παρὰ τῶν ἀοράτων ἐχθρῶν προσρησσομένων ἡμῖν ἐν ταύτῃ τῇ θαλάσσῃ τοῦ βίου· μηδαμῶς, ὦ τέκνα, παρακαλῶ, ῥαθυμήσωμεν, μηδαμῶς ἀποκάμωμεν· μηδαμῶς δειτιάσωμεν, μηδαμῶς ἀπελπίσωμεν. Χριστός ἐστιν ὁ προηγούμενος, ὁ ὀρέγων χεῖρα, ὁ λέγων τῇ τοιαύτῃ θαλάσσῃ· Σιώπα, πεφίμωσο· Μόνον ἡμεῖς ἔτι ἀλήσωμεν, ἔτι ἐπισπεύσωμεν καὶ περάσομεν εὖ οἶδ᾽ ὅτι καὶ ἐκπεράσομεν, καὶ ἀποσωθησόμεθα ἐν τῷ λιμένι τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ ποῦ τότε τοῦ κόπου ἐπίδειξις ἡ ὑπόμνησις· οὐδαμοῦ· ἀλλ᾽ ἐκεῖ ὄντως ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, καθὼς γέγραπται. Τί οὖν λοιπὸν μακαριώτερον τοῦ τοιούτου ἔργου, καὶ τοῦ τηλικούτου κόπου, ἐξ οὗ ἀνατελεῖ φῶς καὶ ζωὴ, χαρὰ καὶ εἰρήνη, εὐφροσύνη καὶ ἀγαλλίασις ἀπέραντος; Ἐὰν οὕτως τίς λογίζηται, καὶ οὕτω μετέρχηται τὴν ἀρετὴν, ὄντως οὐκ ἐκλείπει, οὐκ ἐκκακεῖ, οὐκ ἀποστρέφεται, οὐ νωτάζει, οὐ μόνον πρὸς τὰ ἤδη φθάσαντα ταῦτα καὶ ἐκεῖνα, ἀλλ᾽ οὐδὲ πρὸς αὐτὸν τὸν θάνατον· πρὸς αὐτὸ τὸ σταυρωθῆναι καὶ λογχευθῆναι καὶ κενῶσαι τὸ αἶμα· ἀλλ᾽ ἢ μᾶλλον καὶ ἀσπασίως προσδέξεται τὰ ἔπαθλα καὶ τὰ σκάμματα ὡς ἐφόδια τῶν ἐλπιζομένων. Ἐντεῦθεν, ἀδελφοί μου ἠγαπημένοι, οἱ μάρτυρες ἐμαρτύρησαν, πᾶσαν ἰδέαν βασάνων ὑπομείναντες· ἐντεῦθεν οἱ ὅσιοι ὡσιώθησαν, πᾶσαν πεῖραν ἀσκητικὴν ὑπενέγκαντες· ἐντεῦθεν τοιγαροῦν καὶ ὑμᾶς παρεγγυῶμαι ὁ ταλαίπωρος ἀθλῆσαι καὶ στεφανωθῆναι διὰ τῆς μακαριστῆς ὑμῶν ἀποταγῆς καὶ μαρτυρικῆς ὑπακοῆς. Ναὶ δέομαι ὑμῶν, μὴ στερηθῶμεν τῶν ἀφράστων ἐκείνων καὶ ἀνεκδιηγήτων ἀγαθῶν· μὴ στερηθῶμεν τοῦ ἀκοῦσαι υἱοὶ καὶ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν. Ναὶ ἀντιβολῶ καὶ δυσωπῶ ὑμᾶς· μὴ στερηθῶμεν τῆς χαρᾶς τοῦ νυμφῶνος Χριστοῦ καὶ τῆς δεξιᾶς παραστάσεως· ἐν ῇ πάντες οἱ ἅγιοι εὐφραινόμενοι ἀϊδίως, χορεύοντες χορεύσουσι, καὶ ἄδοντες ἄσουσι, καὶ ἀπολαύοντες ἀπολαύσουσι θεοῦ καὶ τῶν θείων ἁπάντων ἀγαθῶν.
Ἔσται δὲ πῶς τὸ ἐπιτυχεῖν ὑμᾶς, ἐάν περ τὸ μακάριον ὑμῶν ἔργον τελειώσητε, μὴ ἀποῤῥαγέντες, μηδὲ θραυσθέντες, μηδὲ σκοτισθέντες, μηδὲ ἐν τῷ βαράθρῳ τῆς ἁμαρτίας κατακλυσθέντες. Διὰ τοῦτο χαίρετε κατὰ μὲν πρῶτον λόγον ἅπαντες· χαίρετε δὲ μᾶλλον οἱ πλεῖον κοπιῶντες· χαίρετε οἱ μειζόνως ὠφελοῦντες· χαίρετε οἱ περισσοτέρως διαλάμποντες· πάντες εὐφραίνεσθε, πάντες ἐπείγεσθε, πάντες καθαίρεσθε, πάντες ὑψοῦσθε. Ὡς ξένον θέαμα ὁ ἐν μέσῳ πάσης τῆς ἀδελφότητος μαρτυρούμενος ἐνάρετος· ὡς ἡδὺ ὅραμα ὁ ἐπὶ τοσούτου πλήθους κεχαριτωμένος τὸ πρόσωπον ἐν εὐλαβείᾳ καὶ ταπεινώσει καὶ ὑπακοῇ. Ὡς εὐκταῖον παράδειγμα ὁ εἰς πάντας τρέχων καὶ διαθέων καὶ φωτίζων τῷ λόγῳ, καὶ ἀλείχων τῷ φθόγγῳ· ὅτι τῶν τοιούτων ἐστιν ἡ μείζων μᾶλλον στάσις ἐν καιρῷ ἀνταποδόσεως. Ἕκαστος οὖν λοιπὸν κατὰ τὸν ἴδιον κόπον, ὥσπερ ὁ ἀπόστολος διδάσκει· ὥστε καλὸν τὸ μοχθεῖν, καὶ δι᾽ ὀλίγων ἀγώνων κληρονομῆσαι ἃ ἡτοίμασεν ὁ θεὸς πᾶσι τοῖς ἀγαπῶσιν αὐτὸν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.