Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 56
ΛΟΓΟΣ Νϛ΄.
Ἐπιθυμίας ὑπενεγκεῖν τὴν φλόγα.
ΤΕΚΝΑ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Χρεωφειλέτης ὑμῶν εἰμὶ καὶ ὑπεύθυνος ἀγρυπνεῖν καὶ φροντίζειν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ μεγίστῳ βαθμῷ ἀναξίως, καὶ οὐκ ἀποκρύψω διηγούμενος ὑμῖν τὰ λυσιτελοῦντα· τὸ μὲν ἐξ ἀκοῆς πατρικῆς ἔχων, τὸ δὲ ἐξ ἐντεύξεως τῶν θείων γραφῶν, τὸ δὲ ἐκ τῆς ἐμαυτοῦ ἐμπαθότητος πεπειραμένος· κἂν ὅτι μάλιστα οἱ πρώτιστοι δυνατοὶ ἐστὲ καὶ ἐξ ἑαυτῶν μᾶλλον νουθετεῖσθε ἐπεὶ καὶ ἄλλους παρακαλεῖν. Ἐκπεπτωκὼς οὖν ἀπὸ τῶν οὐρανίων ὑψωμάτων ὁ ἀρχιδιάβολος σατανᾶς ἐξουσίαν ἔλαβε παρὰ τοῦ τῶν ὅλων θεοῦ καὶ δεσπότου πειράζειν τὸν ἐλεεινὸν ἄνθρωπον· καὶ ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς δεῦρο διῆλθε διὰ πάσης γενεᾶς, καὶ διέδραμε διὰ πάσης ψυχῆς· καὶ οὓς μὲν εὖρεν ἱδρυμένους τῷ θείῳ φόβῳ καὶ ταῖς ἁγίαις ἐντολαῖς, τούτους οὐ κατέσεισεν οὐδὲ κατέβαλε, τοὐναντίον δὲ ἀπεκρούσθη πόῤῥω που μακρὰν, οὓς δὲ κατέλαβε σεσαθρωμένους καὶ εὐκαταγωνίστους ταῖς τῶν παθῶν προσβολαῖς ὑπετάξατο καὶ ὑπέβαλεν εἰς βάραθρον ἀπωλείας. Διατοῦτο τοίνυν γρηγορεῖν ὀφείλομεν, ὦ τέκνα, καὶ τὰ νοήματα αὐτοῦ μὴ ἀγνοεῖν, καί γε τὰς πολυποικίλους αὐτοῦ μεθοδείας· σκότος τοιγαροῦν ἐστι καὶ ὡς φῶς ἔρχεται· ἐπίβουλός ἐστι καὶ ὡς συμβούλου προσωπεῖον ὑποκρίνεται· καὶ ὅλως τὸ γλυκὺ αὐτοῦ πικρὸν ἐστὶ, καὶ τὸ φῶς σκότος.
Τί ἐν τῇ προχθὲς ἡμέρᾳ ἐῤῥήθη ἐν τῇ κατηχήσει, καὶ ὅπως τινες ὠλίσθησαν ἐξ ἐμῶν ἁμαρτιῶν, εἰ καὶ οὐ λεπτῶς διέγνωτε, ἀλλ᾽ ἰσχνῶς πῶς ἐξηκούσατε· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, φησὶν ὁ κύριος, ἀμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Δεῖ τοίνυν λοιπὸν, τέκνα, κἀμὲ λαλῆσαι καὶ λαλεῖν ἴσως καὶ συμπαθέστερα, κἂν οὐ πολλοῖς ἀναγκαῖα· ἀλλ᾽ οὖν διὰ τὸ τῶν τινων ἀσφαλὲς, ἀκουέτωσαν καὶ ἠσφαλισμένοι. Γέγραπται οὖν ἐν ταῖς ἱεραῖς παροιμίαις· Ὅτι ἐάν τις σοι εἴπῃ· ἐλθὲ μεθ᾽ ἡμῶν, κοινώνησον αἵματος, ἀποκτείνωμεν δίκαιον, καὶ ἄλλα τινὰ, μὴ ὑπακούσῃς, μὴ συνέλθῃς υἱὲ, ἀποπήδησον μακράν. Κἀγὼ τοίνυν, ὦ τέκνα, τοιαῦτα ὑμῖν ἐπιλέγω. Ἐὰν τις ἄρχηται ἐπιτηρεῖν καὶ ἐπακολουθεῖν καὶ ἀπογωνιάζειν καὶ καταφθάνειν εἰς κρυπτοτέρους τόπους, ἔπειτα προσβάλλειν ὁμιλίας ἀπὸ πνεύματος δῆθεν κινούμενος, μᾶλλον δὲ σατανικῆς διαθέσεως· καὶ φησὶν, ἢ Ὅτι ἀγαπῶ σε, ἢ Ὅτι σοὶ θέλω τι προσειπεῖν, καὶ εἰ φυλάττεις μυστήριον. Ἐν τούτοις οὖν καὶ τοῖς τόποις καὶ τοῖς καιροῖς, καὶ τοῖς στόμασι, καὶ τοῖς φθέγμασι, βλέπε ὅτι οὐκ ἐπισκοπεῖ κύριος, ὁ διάβολος δὲ πάρεστι. Φυγῇ φεῦγε, ἀποπήδασον, ἀπόδρασον, ὡς ἀπὸ πυρὸς, ὡς ἀπὸ μαχαίρας διστόμου, ὡς ἀπὸ ληστοῦ καὶ ἀνθρωποκτόνου, καὶ θᾶττον ἀνάγγειλον τὸ συμβάν. Εἰ γὰρ ἅπαξ δέξῃ ἀκούειν ἀμαθῶς ἢ καὶ ἐμπαθῶς, εὐθὺς τὸ τῆς ἡδονῆς ἄγκυστρον καταπιὼν, πείθει σε ἀντιφθέγγεσθαι καὶ τὸ πονηρὸν τοῦτο συνέδριον ὑποφέρεται παραδοῦναι τὰς ἀμφοτέρων ψυχὰς εἰς θάνατον· εἰδόσι λέγω περισσοτέρως.
Καὶ μὴ ξενίζεσθε, ὦ τέκνα· σάρκες ἐσμεν αἵματι κεκραμένοι· πῦρ ἔχομεν ἐν τοῖς ἐγκάτοις, τὸ τῶν ἡδονῶν λέγω· παρθενίαν εἱλόμεθα καὶ τὸ δῶρον μακάριον καὶ τὸ χάρισμα οὐράνιον. Ὄντως ἔργον ἐστὶ τὸ ἐν σαρκὶ ἀσάρκως βιῶσαι, καὶ ἐν σώματι ἀσωμάτως, καὶ τὸ δὴ λεγόμενον ἐν πυρὶ μὴ καίεσθαι, καὶ ἐν πάθεσιν ἀπαθεῖν· ἀλλ᾽ ὅσον μέγιστόν ἔστι τὸ ἀξίωμα καὶ ἱδρωτικὸν τὸ ἀγώνισμα, τοσοῦτος καὶ ὁ μισθὸς τῆς ἀνταποδόσεως. Ἀγγελοι ἐσμὲν ἐπὶ γῆς εἰ θέλομεν· τοίνυν ἐν ἐκείνοις οὐ γάμος, ἀλλ᾽ οὐδὲ ἐν ἡμῖν· πλὴν ἔπεσεν ὁ ἑωσφόρος, καὶ εἷς τῶν δώδεκα μαθητῶν τοῦ Χριστοῦ προδότης γίνεται. Φοβείτω σε, τέκνον μου, τὸ Σοδομιτικὸν πῦρ, ἡ κατὰ τῶν ἀγγέλων τοῦ θεοῦ βιαζομένη παρανομία, Χαὰμ ἐκεῖνος ὁ πατρῶαν γύμνωσιν ἐπιχαιρόμενος, ἡ τοῦ Ἀμνὼν ἀδελφοφθορία, τὸ ἐν Κορίνθῳ τολμηθὲν ἁμάρτημα, τὰ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ Παύλου κατηγορούμενα. Μὴ ἐκπέσῃς ἐκ τοῦ οὐρανοῦ. Δεῦρο δὴ ἀνάβλεπε ἀεὶ κατὰ νοῦν εἰς θεὸν, ἀντὶ τῶν λίχνων θεαμάτων δέχου ἀθανασίας ἐπιθυμίαν, ἀντὶ τῆς πικρᾶς ἁμαρτίας τέρπου τοῖς ὡραιοτάτοις κάλλεσι τοῦ παραδείσου· ἀντὶ τοῦ περιέργως ὁρᾶν τὰ φιλοκαλλῆ πρόσωπα θεώρει τὰς θείας ἐμφάσεις. Ταῦτα δὲ ἐν ἐγκρατείᾳ κατορθοῦνται ἐν δάκρυσι, ἐν κατανύξει, ἐν στεναγμῷ, ἐν ἐξαγγέλσει, ἐν σιωπῇ τῇ καθηκούσῃ, ἐν ἔργῳ τῷ κατὰ δύναμιν, ἐν φιλομαθείᾳ, ἐν ἀναγνώσει, ἐν κεκαρδιωμένῃ εὐχῇ, ἐν μνήμῃ διηνεκεῖ θανάτου. Ταῦτα πράττετε, τέκνα μου, ταῦτα διαλογίζεσθε χαίροντες, ὅτι ἂν πανθάνητε, πανθάνετε γὰρ διὰ τὸν παθόντα ὑπὲρ ἡμῶν Κύριον καὶ ἑτοιμάζοντα ὑμῖν ἀναπαύσεις αἰωνίας. Προσεύχεσθε δὲ καὶ ὑπὲρ τοῦ ταῦτα λέγοντος καὶ οὐδὲν πράσσοντος διὰ τὴν ἐν ἐμοὶ πονηρίαν, ἵνα πράξω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.