Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 57

ΛΟΓΟΣ ΝΖ΄.
Κόπτειν τὰ πάθη σὺν τροφαῖς ταῖς ποικίλαις.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἐμάκρυνα τοῦ κατηχεῖν ὑμῶν τὰς τιμίας ἀκοὰς τὸν ἐξουθενημένον μου λόγον ἐκ τοῦ νοσηλεύεσθαί με ἐπὶ πολὺ· καὶ ἡ μὲν χρεία ἐπείγει τοῦ καλεῖν, ἡ δὲ ἀδυναμία ἐγκοπὴν ποιεῖται τοῦ διαβήματος. Ἀλλ᾽ οὖν μικρά τινα ὑπομνηστικὰ ἐν τῷ μικρόν με ἀνακομίσασθαι προσφθέγξομαι ὑμῖν. Ὡς ἴστε ὁ παρὼν καιρὸς νηστεία ἐστιν ἀπαιτοῦσα ἡμᾶς τοὺς πνευματικοὺς ἀγῶνας ἔτι μᾶλλον παρὰ τὸν προλαβόντα χρόνον· ἤγουν τὴν προθυμίαν, τὴν εὐψυχίαν, τὴν εὐτονίαν, τὴν καρτερίαν, τὴν ὑπομονὴν, τὴν οὐρανοδρόμον προσευχὴν, τὴν δακρυοφόρον κατάνυξιν, τὴν εὔκαιρον σιωπὴν, τὴν πρέπουσαν λαλιὰν, τὴν ἀναντίλογον ὑπακοὴν, τὴν συντριβοκάρδιον ταπείνωσιν, τὴν σύμμετρον ἐγκράτειαν καὶ ἀποχὴν οὐ μόνον τῶν ποικίλων καὶ κατακόρων τροφῶν καὶ ποτῶν, ἀλλὰ καὶ φθόνου καὶ μίσους, θυμοῦ καὶ ἔριδος, ζήλου καὶ γογγυσμοῦ καὶ ὑπερηφανίας καὶ παντὸς ἄλλου μυσαρωτάτου πάθους. Ἐπισκέψασθε οὖν ἑαυτοὺς, ὦ τέκνα, καὶ προσέχετε παρακαλῶ· καθαρεύσατε τῶν προῤῥηθέντων, καὶ καταρτίσατε ἑαυτοὺς σκεύη ἀπόλεκτα, ὄργανα θεοήχητα, ψαλτήρια τερπνότατα πρὸς ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος. Εἰς τοῦτο γὰρ καλεῖ ὁ καιρὸς, καὶ τοῦτό ἐστιν ἡ νηστεία. Μή μοι λεγέτω τίς ὅτι τόσον ψάλλω καὶ στιχολογῶ, καὶ τοσοῦτον προσεύχομαι, βραχυφαγῶ λίαν καὶ ὀλιγοποτῶ, καθεζόμενος ἀφυπνῶ, γονυκλιτῶ τε τοσοῦτον, αἴρω τὰς χεῖρας εἰς τὸν οὐρανὸν πολυώριον. Ἀποδεκτέα μὲν οὖν καὶ ταῦτα· πῶς γὰρ οὔ. Ἀλλ᾽ ἐκεῖνο μοι φραζέτω, εἰ τὸ φρόνημα καταβεβλημένον ἔχει, καὶ τὸ πνεῦμα κατανενυγμένον, καὶ τὸ θέλημα ἐκκεκοιμένον, ὥστε ἀεὶ εὐηκοεῖν καὶ μηδαμῶς ἀντιλέγειν, μηδὲ γογγύζειν τὸ καθόλου, ἢ φιλονεικεῖν τὸ καθάπαξ, μὴ διαφθονεῖν τὸν ἀδελφὸν, μηδὲ ζηλεύειν τὸν πλησίον, μηδὲ κενεννοεῖν καὶ κενολογεῖν ταῦτα καὶ ἐκεῖνα, ὡς Διατί ἐκεῖνος οὕτως ἔχει· καὶ Διατί τοῦτο τοιῶσδε. Κἀκ τούτου ἀλλοιοῦσθαι τὴν καρδίαν καὶ ἀγριοῦσθαι τῷ προσώπῳ καὶ προφέρειν οὐκ ἐξ ἀγαθοῦ θησαυροῦ τῆς ψυχῆς, ἀλλ᾽ ἐκ πονηροῦ, ῥήματα καὶ βαττολογήματα ἀπιστίας καὶ ἀφοβίας καὶ ἀτονίας, ἅτινα οὐ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς ἀκούοντας φέρει εἰς κατάπτωσιν. Οὐ τὰ τοιαῦτα οὖν, ἀδελφοὶ, νηστείας ἔργα, οὐδὲ ἐγκρατείας σκάμματα· ἀλλ᾽ εἴ τι ταπεινώσεως ἔχει καὶ ὑπακοῆς, ὡς εἴρηται. Ἐν τοῖς δυσὶ γὰρ τούτοις κατορθώμασιν, οἱονεὶ ὡς ἐν πτέρυξί τισιν ὁ ὑποτακτικὸς εἰς οὐρανὸν ἀνίπταται καὶ τῷ θεῷ συνόμιλος γίνεται.

Θαυμαστὸν δὲ οὐδὲν, ὅτι καί περ οὕτως ἡμῶν λεγόντων καὶ ὑμῶν ἀκουόντων ἐπεισέρχεται ἐν ὑμῖν τὰ μὴ πρέποντα· ἐπεὶ καὶ χώρα μικρὸν ἀμεληθεῖσα τῆς γεωπονίας ἐπιφύει τὰ ζιζάνια. Τί δὲ ἔστι ὃ φημὶ; Τινὲς τῶν ἀσυνετωτέρων, οὐ γὰρ ἐγκρατῶν τὸ πρᾶγμα οὐδὲ τελείων, ζητοῦσι καὶ ἐκζητοῦσιν, ἐρεσχελοῦσι καὶ ἀντιβολοῦσι, διδόασι καὶ ἀντιδιδόασι, βλέπουσι καὶ ἀντιβλέπουσιν, ἐφίενται καὶ ἀντιεφίενται, ὥσπερ τινὲς παῖδες καὶ νεωτερίζοντες, ἢ τάχα εἰπεῖν καὶ κοσμίζοντες. Περὶ τί γε; Περὶ ἐπωμίων, περὶ καλικίων, περὶ ἄλλων τινῶν τῶν τυχόντων. Καὶ διὰ τί οὕτως ταῦτα, τέκνα; Τί ὅτι στέργετε ἐν τοῖς διδομένοις; Τί ὅτι οὐκ ὑπομένετε ἡμέραν ἐπιδόσεως; Τί ὅτι οὐκ ἐνδέχεσθε τὸν προσεπιόντα καιρόν; Οὐκ εἰσὶν οἱ σκοποῦντες καὶ οἰκονομοῦντες μετὰ πόνου καὶ φόβου θεοῦ, συμπαθείας τε καὶ εὐσπλαγχνίας καὶ τῆς καθ᾽ ἕκαστον ἀξίας ποιούμενοι τὴν κατὰ χρείαν ἐπίδοσιν; Ἀλλ᾽ οὐ πάντως πάντοτε, οὐδὲ τὰ αὐτὰ οἱ αὐτοὶ, οὔτε λαμβάνειν ὀφείλετε, οὔτε ἀμφιέννυσθαι, οὔτε σκέπεσθαι, οὔτε ὑποδύεσθαι, οὔτε τροφεύεσθαι, οὔτε ποτίζεσθαι· ἀλλὰ καθὼς ἡ χρεία ἐπιζητεῖ, καὶ οἱ ἐπέχοντες τὴν οἰκονομίαν διοικήσουσι. Τυχὸν ἴσος σὺ ὁ ἐπιζητῶν, οὐδ᾽ ὁ φορεῖς ἄξιος εἶ πάντως· καὶ ἐν ῷ ὀφείλεις ὡς ἀνάξιος κατανύττεσθαι, γογγύζων καὶ κάλλιον ἐπιζητῶν· σκόπησον ὁπόσον τὸ κρῖμα ἐπὶ τὴν σεαυτοῦ κεφαλὴν συνάγεις· ἄρτι ταῦτα μοναστῶν εἰσὶν ἀληθινῶν, ἢ ὑποτακτικῶν ἐκλεκτῶν; μὴ γένοιτο. Μισθαρνουμένων δέ τινων καὶ δουλοπρεπῶν· οἱ τοιοῦτοι γὰρ τὰ τηλικαῦτα ἐπιζητοῦσιν, ὡς ὑπὸ ζυγὸν ἢ δουλείας ἢ μισθαρνίας τελοῦντες· ὁ δὲ γνήσιος υἱὸς, ὡς εἰδὼς ὅτι πάντα τὰ τοῦ πατρὸς διαφέρει αὐτῷ, καὶ ὡς φιλῶν φιλεῖται παρὰ τοῦ γεννήτορος μένει καθὼς ὁρᾶται, ὑπὸ τοῦ πατρὸς· τάχα καὶ ποιεῖται γλυκεῖαν καὶ εὔκαιρον καὶ φιλοπάτριον τὴν ἐπιζήτησιν.

Προσέχετε τοίνυν τί λαλῶ, καὶ μὴ ὅτι ἐγὼ ἄρτι νοσῶν ἐσθίω, καὶ πίνω παντοίως καὶ καταθάλπομαι· καί περ ἐν ταῖς ἡμέραις ταύταις ἀντιφθέγξασθε· οὐ γὰρ θεμιτὸν ὑμῖν, ἐπεὶ καὶ αὐτοὶ ἅπαντες προΐστασθέ μοι εἰς τὸ μὴ διδεῖν ὑμῖν ἔργον θλίψεως ἀσθενοῦντι διὰ τῆς ἐγκρατείας· ἀλλὰ συνιέντες ὅτι ταῦτα πρέπει ἁγίοις, καὶ ἐν τούτοις ἡ ἀνώτευτος ὑποταγὴ, ἐν τῷ πάντα στέργειν καὶ ὑπομένειν τὰ τοιαῦτα μισητὰ καὶ βδελυκτὰ ζητήματα, ἅπερ καὶ θεὸς καὶ εὐσεβοῦντες ἅπαντες ἀποστρέφονται, μισήσατε· καὶ δοῦλον οὐ ζητοῦντα πρὸς χρείαν, ἀλλ᾽ ἐπιμένοντα πότε καὶ πῶς ὁ δεσπότης κατανυγῇ νέμειν τὰ προσήκοντα εἰδότες· οὐδὲ κἂν ὡς δοῦλοι πιστοὶ αἱρούμεθα τῷ δεσπότῃ καὶ θεῷ πάντων δουλεῦσαι; Δουλεύσωμεν αὐτῷ τοίνυν, ἀδελφοί μου γνησιώτατοι, ὡς γνήσιοι υἱοὶ κατὰ τὴν προδεδηλωμένην θεωρίαν· καὶ μὴ ληρεῖτε ἐν τοῖς ταπεινοῖς μου λόγοις· ληρείσει γὰρ ὁ τοιοῦτος εἰς τιμωρίαν αἰώνιον· ἀλλὰ συμβάλετε ταῦτα εἰς τὰς τιμίας ὑμῶν ψυχὰς· καὶ οἱ μὲν μὴ ἁλόντες εἰς τὰ τοιαῦτα, χαίρετε καὶ φυλάσσεσθε, οἱ δὲ ἐμπεπτωκότες ἰάθητε διὰ τῆς παραινέσεως· εἰ δέ τις ἐμπέσοι πρὸς τὸ ἑξῆς, τὰ ἐπιτίμια παιδευέτωσαν αὐτόν. Οἴμοι, οἴμοι, πῶς ἀζήλωτον τὸ ἀγαθὸν καὶ δυσεύρετόν ἐστι ἐν τοῖς ἀνθρώποις! πῶς δὲ εὐζήλωτον καὶ εὐχερὲς τὸ κακόν! Οὐδεὶς ἀποβλέπει πρὸς τὸν ὑπομονητικὸν, πρὸς τὸν ῥακοδυτοῦντα, πρὸς τὸν καταψυχόμενον, πρὸς τὸν περιφρονούμενον, πρὸς τὸν ὀλιγοτροφούμενον, πρὸς τὸν παραθεωρούμενον, πρὸς τὸν εὐήκοον, πρὸς τὸν θεοταπείνωτον· καὶ εἰκονίζει πρὸς τὴν θείαν ὁμοίωσιν. Ἀλλὰ πᾶς σχεδὸν εἰπεῖν, πρὸς τὸν κάκιστον ἐπιζητεῖ ἀποσκοπεῖν, πρὸς τὸν ἐπιζητητικὸν, πρὸς τὸν ἀντίλογον, πρὸς τὸν ὑβριστικὸν, πρὸς τὸν γογγυστικὸν, πρὸς τὸν καλοφορητικὸν, πρὸς τὸν καταθαλπόμενον, πρὸς τὸν ἀναπαυόμενον· καὶ εἰς ἑαυτὸν ἀναμάσσεται τὰ κακὰ, γινόμενος υἱὸς ἀπειθείας, καὶ υἱὸς τοῦ σκότους. Ἀλλὰ φεῖσαι, φεῖσαι Κύριε, καὶ ἐν τῷ ἐλέει σου ἀνακτησάμενος ἡμῶν τὰς ψυχὰς, δίδου ποιεῖν τὸ θέλημά σου, καὶ ἐργάζεσθαι τὰ προστάγματά σου· ἵνα ἐν πᾶσι καὶ παντοίως ἀκριβευόμενοι τὸν ἑαυτῶν βίον, τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν σου ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὅτι σοὶ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·