Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 58
ΛΟΓΟΣ ΝΗ΄.
Πῶς δεῖ παρελθεῖν δαιμόνων τὰς παγίδας.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἀεὶ ἀκούων καὶ ἐνωτιζόμενος παρὰ τῆς θεοπνεύστου γραφῆς τὸ ἐπικείμενόν με κρῖμα τῆς προστασίας δέδια καὶ τρέμω καὶ ἐξίσταμαι, καὶ φέρειν τὴν σιωπὴν τοῦ λόγου, κἂν πρὸς μικρὸν γοῦν οὐκ ἀνέχομαι, ἀλλ᾽ ἀναγκάζομαι ἀναγγέλλειν ὑμῖν τὰ δέοντα καὶ συμφέροντα καὶ ἃ καὶ ὑμεῖς συνεπίστασθε καὶ γνωρίζετε δικαιώματα καὶ κρίματα κυρίου τοῦ θεοῦ ἡμῶν. Μὴ οὖν λοιπὸν ἀποκναίητε τὰς ἀκοὰς ὑμῶν, μή τε καταβαρῆσθε ταῖς ἐπιφοραῖς τῶν κατηχήσεων, εἰδότες ὡς ἀδιαλείπτως ὀδύνη ἐστὶν ἐν τῇ ταπεινῇ καρδίᾳ μου, εἰς τὴν περὶ ἑνὸς ἑκάστου ὑμῶν σωτηρίαν· καὶ οὐχ ὅτι πρὸς τὸ ἐλευθεροῦν ἐμαυτὸν τοῦ κρίματος ἐπιγίνομαι, ἀλλὰ πρὸς τὸ ὑμᾶς ἐξαιρεῖσθαι τῆς ἐπικειμένης ὀργῆς ἐν τῇ παρακοῇ τῶν ἐντολῶν τοῦ κυρίου. Ἀγαπῶν γὰρ ἠγάπησα ὑμᾶς, ὦ τέκνα μου, κἂν ἀναξίως τοῦτο φράξω, καὶ ποθῶν ἐπόθησα ὑμᾶς ὡς ἀδελφούς μου ὑπερτίμους, κἂν ἀσωτεύων τυγχάνω· καὶ ἔρως πῶς μοι ἐστὶ, συγχωρήσατε, καὶ ἐπιθυμία ἀκόρεστος, ἵνα ὑμεῖς κύριοί μου καὶ δεσπόται, οἱ διὰ τὸν Χριστόν μου καὶ κύριον καταλελοιπότες σάρκα καὶ γένος καὶ αἷμα καὶ κόσμον, καὶ πᾶν ὁτιοῦν ἄλλο τῶν περιγείων, καὶ καταπιστεύσαντες ἑαυτοὺς εἰς τὴν οἰκτροτάτην μου εὐτέλειαν διὰ τῆς πνευματικῆς ἀναγεννήσεως, μὴ ἀποτύχητε τῶν μεγάλων ἐπαγγελιῶν καὶ οὐρανίων ὑποσχέσεων· ἀλλὰ σωζόμενοι σώζοισθε, καὶ φυλαττόμενοι φυλάττοισθε, εἰς περιούσιον λαὸν αὐτοῦ, εἰς ἔθνος ἅγιον εἰς βασίλειον ἱεράτευμα, εἰς δόξαν αὐτοῦ καὶ ἔπαινον, εἰς καύχημα ἡμῶν τῶν ἁμαρτωλῶν καὶ σωτήριον. Πέπεισμαι γὰρ ὄντως, ἀδελφοί μου ἡγιασμένοι, ὅτι ὑμῶν σωζομένων, οὐ πάντως ἀποπέμψει με κύριος εἰς πῦρ ἐξώτερον, κἂν ὑπαίτιός εἰμι ἐκ τῶν οἰκείων ἔργων.
Οὐκ ἔχω τοίνυν λόγον, συγχωρήσατε, ἵνα ὑμῶν καύσω τὰς ψυχὰς εἰς τὸ θεῖον καὶ μακάριον φίλτρον· οὐ κέκτημαι δύναμιν, ἵνα διεγείρω τὴν διάνοιαν, εἰς ἀναπετασμὸν τῶν οὐρανίων θεαμάτων· πλὴν ὅτι διεγείρεσθε καὶ κατορθοῦντες πορεύεσθε. Ἐὰν οὖν λοιπόν τις καθεύδῃ τῇ ῥαθυμίᾳ, ἐξυπνιζέσθω τῇ προθυμίᾳ· καὶ ἐάν τις ἔχῃ παρειμένας τὰς νοητὰς χεῖρας, καὶ χωλαίνῃ ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις ὀρθοποδείτω καὶ ἀλλέσθω ἐν τῇ τρίβῳ τῶν ἐντολῶν τοῦ κυρίου· καὶ ἐάν τις τυφλώττῃ τῇ ἐμπαθεῖ διανοίᾳ, ἀποπλυνέτω τὰς κόρας τῶν ὀμμάτων ἐν τῇ κολυμβήθρᾳ τῶν δακρύων, καὶ ἀναβλέψας εἰς ἀπάθειαν δοξαζέτω τὸν κύριον· καὶ ἐάν τις λελεπρωμένος ταῖς κηλῖσι τῆς ἁμαρτίας εἴη, προσερχέσθω θερμῶς τῷ κυρίῳ καὶ ἀκούσει· Θέλω, καθαρίσθητι, καὶ καθαρισθεὶς, μηκέτι λεπρούσθω· καὶ ἐάν τις κωφεύῃ ψυχικῶς ἢ ἀλαλῇ νοητῶς, ἀκουσάτω καὶ λαλείτω· πάντας γὰρ θεραπεύειν οἶδεν ὁ λόγος τοὺς κεκακωμένους κατὰ τὸν ἔσω ἄνθρωπον. Οὕτως ὑμῖν διεθέμην τὸν λόγον διὰ τοὺς ἀσθενοῦντας· οἱ γὰρ ὑγιαίνοντες, φησὶ τὸ εὐαγγέλιον, χρείαν οὐκ ἔχουσιν ἱατροῦ· ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Τὸ σχῆμα τοιγαροῦν τοῦτο τὸ μέγα καὶ περιβόητον, ὦ τέκνα, οὐχ ὡς ἔτυχε διανύεται, ἀλλ᾽ ἐν πολλοῖς ἱδρῶσι καὶ ἀγῶσι τῆς εὐσεβείας· καθόσον γὰρ ὑψηλὸν καὶ θεῖον καὶ ἀγγελομίμητον, κατὰ τοσοῦτον καὶ τὸ ἀγωνιστικὸν ἔχει· ἔνσαρκοι ὄντες, τοῖς ἀσωμάτοις παραμιλλώμεθα· ἐν κόσμῳ ὄντες, ὡς ἐν οὐρανοῖς διατρίβειν ἐπειγόμεθα· σαρκὶ καὶ αἵματι συνδεδεμένοι, ἀσάρκως καὶ ἀναίμως ἀναγκαζόμεθα πολιτεύεσθαι· ἐπειδὴ σὰρξ καὶ αἷμα κατὰ τὸν Ἀπόστολον βασιλείαν θεοῦ οὐ κληρονομήσουσι· οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
Πολλῆς λοιπὸν ἀσφαλείας χρεία ἡμῖν· πολλῆς προσοχῆς καὶ ἐπείξεως· ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις ἀποστολικῶς εἰπεῖν. Βλέπετε μὴ τῷ χείρονι τὸ κρεῖττον δυναστεύηται· μηδὲ δουλώσωμεν τὸ δεσποτικὸν τῆς ψυχῆς τοῖς δουλοπρεπέσι πάθεσι τῆς σαρκός. Μὴ ἐπὶ κεφαλῆς περιπατῶμεν, τοὺς πόδας ἄνω φέροντες κατὰ τοὺς ὄφιας. Ποῦ ἡ πικρὰ ῥεῦσις τῆς ἁμαρτίας; πῶς τὸν πρωτόπλαστον Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου καὶ καρπὸν αὐτῷ ἤνεγκεν ἀποκυήσας θάνατον ἀπὸ τῆς ζωοδωρήτου ἐντολῆς; Ὦ, ὦ, πῶς καὶ τοὺς ἀμφ᾽ αὐτὸν μέχρι τῆς δεῦρο, ἐξιστάτωσε καὶ κατεγοητεύσατο καὶ ἐδολιεύσατο καὶ ὑφεῖλε διὰ βραχείας ἡδονῆς ἀποστερήσας τῶν αἰωνίων ἀγαθῶν. Ποῦ τὰ Σόδομα καὶ τὰ Γόμοῤῥα; Ποῦ ὁ κατ᾽ αὐτῶν ἐμπρησμὸς τῆς ἁμαρτίας διὰ τὴν ἀῤῥενομανίαν; Ποῦ ἡ κατὰ τῶν Νῶε γενεῶν πανωλεθρία, διὰ τὸ παίζειν καὶ γελᾶν καὶ γαμεῖν, καὶ γαμίσκεσθαι, καὶ μὴ προσέχειν τῷ λόγῳ Κυρίου; Πόση ἑκάστοτε καὶ ἐν ἑκάστῃ γενεᾷ κατὰ τὴν φθοροποιὸν ἁμαρτίαν ἐπενεχθεῖσα οὐρανόθεν ὀργὴ καὶ δικαιοκρισία; Προσέχωμεν διὰ ταῦτα, ἀδελφοί μου, καὶ φοβηθῶμεν, καὶ ἁγνίσωμεν ἑαυτοὺς, καὶ καθαρίσωμεν, καὶ μὴ ἐμπαρῶμεν εἰς τὰ αἴτια δι᾽ ὧν οἱ προῤῥηθέντες ἐμπεπτώκασιν εἰς τὸν ὄλεθρον. Ταῦτα γὰρ ἤνεγκεν αὐτοῖς ἡ πλησμονὴ καὶ χορτασία τῶν βρωμάτων καὶ πομάτων, ὁ κόρος τοῦ ὕπνου, ἡ ἀκρατὴς ὁρμὴ τῆς σαρκὸς, ἡ ἀχαλίνωτος ὄρεξις τῆς ἐπιθυμίας. Οὐκ ἤνεγκαν πυρούμενοι, ἵνα ἤθλησαν στεφανούμενοι· οὐκ ἤνεγκαν πολεμούμενοι, ἵνα ἐνίκησαν ἀγαλλόμενοι· οὐ πεπονήκασιν ἐνοχλούμενοι, ἵνα ἀναπαύσωνται διαιωνίζοντες· ἀλλὰ κατηλάσθησαν ὡς ἀνδράποδα τῇ ἐπαγωγῇ τῶν δαιμονικῶν εἰσβολῶν ἀτονήσαντες ἐκ θεϊκῆς δυνάμεως.
Φύγωμεν, ὦ τέκνα, φύγωμεν τὰ ὑπώπια, φύγωμεν τὸ παῤῥησιάζεσθαι· ἡνίκα φθάσεις εἰς ἁφὴν χειρὸς, πέφθακας εἰς φίλημα δόλιον, ἡνίκα ἔλθῃς εἰς φίλημα δόλιον ἦλθες εἰς συμπλοκὴν ἀθέμιτον, ἡνίκα ἐγένου εἰς συμπλοκὴν ἀθέμιτον, ἔφθασας εἰς θάνατον αἰώνιον. Διὸ ἀνάλυε, καὶ μὴ δίδου λόγῳ λόγον παῤῥησιαστικὸν, μᾶλλον δὲ καὶ πρὸ τοῦ λόγου βλέμμα βλέμματος ἑλκτικὸν καὶ ἀντιβλεπτικόν. Ἐὰν γὰρ τὰ πρῶτα αἴτια συστείλῃς οὐκ ἐνεχθήσῃ εἰς τὸν βρόχον ὡς ἰχθὺς δελεαζόμενος· κἀκ τούτων φυλαττόμενος, φυλάξεις τὸν λοιπὸν κανόνα τῆς ὑποταγῆς θεοφορούμενος καὶ ὅλος φωτιζόμενος, καὶ ὅλος προθυμούμενος ἐν τοῖς ἁγίοις καὶ ὁσίοις πόνοις μέχρι καὶ αἵματος. Ἀλλ᾽ ἐνταῦθα ἵνα μὴ πέρα τοῦ δέοντος μηκύνω τὴν κατήχησιν, τὸν λόγον καταπαύσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.