Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 59
ΛΟΓΟΣ ΝΘ΄.
Χειρῶν θεοῦ ποίημα πᾶν θαυμαστέον.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ἀποδέχομαι ὑμῶν τὴν εὔνοιαν, ὡς ὅτι αὐτάρκως παρὰ τοῦ ἀτίμου μου στόματος τὰ τῆς σωτηρίας ὑμῶν ὑπακούετε καὶ ἐκδιδάσκεσθε. Οὔπω δὲ ἐγὼ λογίζομαί τι πεποικέναι, ἢ ἐπαρκοῦμαι τοῖς γεγενημένοις· μικρὰ ὀψώνια ὑμῖν παρέθηκα, καὶ οὔ τι που ἔθρεψα ἀξιολόγως τὰς ἱερὰς ὑμῶν καρδίας ταῖς ἀγαθαῖς τοῦ λόγου παραινέσεσιν. Ἐπεὶ δὲ οὐκ ἐπὶ τῇ αὐτῇ μένειν καταστάσει τὴν εὐόλισθον ἡμῶν φύσιν ἐστὶ, καλὸν καὶ τὸ λαλεῖν καὶ τὸ ἀκούειν· καλὸν τὸ ὑπομιμνήσκειν καὶ ὑπομιμνήσκεσθαι, ὠφελεῖν καὶ ὠφελεῖσθαι· Διὰ τοῦτο ἔτι ἐκζητήσωμεν τὸν θεὸν, τέκνα, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν· ἔτι βοήσωμεν πρὸς αὐτὸν ἐκτενῶς, καὶ ἐπισκέψεται ἡμᾶς ὡς τὸν πάλαι Ἰσραὴλ, καὶ εἰσακούσεται τῆς κραυγῆς καὶ τοῦ στεναγμοῦ τῆς ψυχικῆς ἡμῶν θλίψεως· καὶ Μωσῆν μὲν οὐκ ἀποστελεῖ· αὐτὸς δὲ δι᾽ αὑτοῦ ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τοῦ νοητοῦ Φαραὼ καὶ τῆς πικρᾶς δουλείας τῶν παθῶν αὐτοῦ. Ἔως δὲ ἐσμὲν ὑπὸ τὴν τῆς ἁμαρτίας Αἴγυπτον, ἀνάγκη ἡμᾶς ὑπὸ τῶν ἐργατῶν αὐτῆς λογισμῶν, ἐλαύνεσθαι καὶ κατεπείγεσθαι· ἐπὰν δὲ τὴν ὑπομονὴν ἡμῶν ἐπιβλέψηται ὁ ἀγαθὸς θεὸς, σημείοις καὶ τέρασι τῆς ἑαυτοῦ ἐν ἡμῖν παρουσίας, ἄλλῃ τινὶ δεκαπλήγω ἐπιφορᾷ τοὺς ἐχθροὺς ἡμῶν πατάξει, καὶ ἡμᾶς ἐξαγάγῃ ἐπὶ τὴν γῆν τῆς ἀπαθείας. Καὶ τότε ᾄσομεν ἐν θυμηδίᾳ πνευματικῇ τὸν ἐπινίκιον αὐτῷ τῆς ἀπολυτρώσεως ὕμνον.
Οὐ πάντες δὲ ἐξίσου λυτρούμεθα, ἀλλὰ ἄλλος προτρέχει, καὶ πολλάκις τοῦ πολυχρονίου ὁ νεωστὶ εἰσελθὼν ἀπέδραμεν· ἄλλος ὅτι ἴσως θερμῶς ἠγωνίσατο, καὶ ἐκ νεαρᾶς ἡλικίας οὐ παρεδόθη εἰς τὸν τοῦ κόσμου ἄρχοντα. Νοεῖτε τὰ λεγόμενα· σοφοὶ γὰρ ἐστὲ πλὴν ἀγωνιζώμεθα ἅπαντες, καὶ ἐπισκοπὴν ταχὺ ποιήσεται κύριος, καὶ εἰς ἐλευθερίαν ἀγάγη ἡμᾶς. Ἵνα δὲ καὶ τοῦτο γινώσκητε, ὅτι καὶ πάλιν τι παραδίδοται τοῖς ἐχθροῖς αὐτοῦ ἠμεληκὼς, καὶ μὴ ἐπὶ τοῖς προτέροις παιδεύμασι κραταιωθεὶς τὴν διάνοιαν· ἀλλὰ τοῦτο ἀπείη ἀφ ὑμῶν. Οἱ τρόποι δὲ τῆς ἀπαλλαγῆς, τὸν τοῦ θεοῦ φόβον ἐμβαλοῦσιν εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῶν θαυμαστῶν κριμάτων τῆς κατανοήσεως αὐτοῦ, καὶ ἀπὸ τῆς συναισθήσεως τῆς ἐπὶ τοῦ παντὸς κόσμου διοικήσεως αὐτοῦ, ὅτι μὴ ὄντα, τὰ ὄντα πεποίηκε· καὶ τοῦτο, ῥήματι καὶ μόνον. Ὅτι φῶς ἐδημιούργησεν, ὅτι ἐξέτεινεν οὐρανὸν ὡσεὶ καμάραν, ὅτι ἐξήπλωσε τὴν γῆν ἐπὶ τῶν ὑδάτων· ὅτι συνήγαγεν ὡσεὶ ἀσκὸν ὕδατα, κατὰ τὸ γεγραμμένον τὰς θαλάσσας· ὅτι ἀέρα ἐξέχεεν εἰς πνοὴν παντὸς ζώου· ὅτι ἥλιον καὶ σελήνην ὡς δύο τινὰς ὀφθαλμοὺς φωτεινοὺς μετὰ τῶν παμποικίλων ἄστρων κατεπήξατο ἐν τῷ στερεώματι· ὅτι ἀνέτειλεν ἐκ τῆς γῆς πᾶν ξύλον κάρπιμον, καὶ πάντα χόρτον καὶ ἄνθος ὡραῖον· καὶ ὅτι ἐκ τῆς γῆς μὲν πάντα τὰ θηρία, ἐκ δὲ τῆς θαλάσσης πάντας τοὺς ἰχθύας καὶ τὰ πετεινὰ ἀναφυῆναι εὐδόκησε· καὶ τέλος ὅτι ἰδίαις χερσὶ τὸν προπάτορα ἡμῶν Ἀδὰμ πλάσας ἔθετο ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Ἀνατέλλει καὶ δύνει τὸν ἥλιον· νὺξ καὶ ἡμέρα, καὶ τούτοις ὁ τῆς ζωῆς ἡμῶν χρόνος ἀνακυκλεύει. Καὶ τίς ἡ μεγαλωσύνη αὐτοῦ, καὶ τίς ἡ ἄβυσσος τῆς σοφίας αὐτοῦ;
Τοῦτον οὖν, ὦ ἀδελφοὶ καὶ τέκνα, φοβηθῶμεν καὶ τρομάξωμεν· ἀλλὰ καὶ ἀγαπήσωμεν, ὅτι δι᾽ ἡμᾶς ἄνθρωπος γέγονεν ὁμοιοπαθὴς ἡμῖν, καὶ ὑπὲρ ἡμῶν παρεδόθη καὶ εἰς κριτήριον ἤχθη· ὑπὲρ ἡμῶν ἐῤῥαπίσθη καὶ ἐνεπτύσθη· καὶ δι᾽ ἡμᾶς ἐκολοφίσθη καὶ ἐμυκτηρίσθη, καὶ κατεχλευάσθη, καὶ ἐτραυματίσθη, καὶ τέλος ἐσταυρώθη καὶ ἀπέθανε. Ταῦτα ὡς ἄνθρωπος· ἀλλὰ καὶ ἀνέστη ὡς θεὸς ἐκνικήσας καὶ θανατώσας τὸν ἀλάστορα διάβολον, καὶ σώσας τὸ ἴδιον καὶ ἠγαπημένον πλάσμα. Τίς ἐννοῶν ἄρα λοιπὸν θεὸν ὑβριζόμενον, οὐ χαίρων ὑβρισθήσεται, ἀλλ᾽ οὐ ταραχθήσεται; Τίς κατανοῶν δεσπότην γελώμενον καὶ καταπαιζόμενον οὐχ ἑκὼν κακολογηθήσεται καὶ συκοφαντηθήσεται; Τίς ἀναβλέπων τὸν κύριον ῥαπιζόμενον, οὐ χαρὰν ἡγήσεται ταυτοπαθῆσαι, καὶ τῷ μέλλοντι παίειν στρέψει καὶ τὴν ἀριστερὰν σιαγόνα· Τίς εἰδὼς θεὸν σταυρούμενον, λογχευόμενον καὶ ὀξιζόμενον καὶ χολὴν πίνοντα, οὐ κατὰ πᾶσαν ἡμέραν ἐμπαράσκευον εἰς θάνατον ἑαυτὸν παραστήσοιτο;
Ναὶ τέκνα μου, ναὶ δέομαι ὑμῶν· σταυρώσομεν ἑαυτοὺς τῷ κόσμῳ καὶ τοῖς πάθεσι· καὶ ἐὰν δέοι, καὶ τυπτηθῶμεν· εἰ δὲ μὴ, κἂν τὰς ἀπὸ τῶν λόγων πληγὰς, καὶ τὰς ἀπὸ τῶν ἐπιτιμιῶν λόγχας, καὶ τὰς ἀπὸ τῶν κοπῶν τῶν θελημάτων αἱματεκχυσίας καταδεξώμεθα. Καὶ ἐσμὲν τὰ αὐτὰ τῷ Χριστῷ πανθάνοντες. Διὰ φιλανθρωπίαν αὐτοῦ ἄφατον διεγέρθητε ἅπαντες πρὸς τὰς διακονίας, ἀνολιγώρως ἐκτελεῖν αὐτὰς· πτερώθητε εἰς τὰς προσευχὰς, ἐκκαίοντες τὸ πῦρ τοῦ πνεύματος διὰ τῆς ἐπιστακτικῆς ῥοῆς τῶν δακρύων· εἶδ᾽ οὖν, ἀλλὰ κἂν, διὰ τῶν στεναγμῶν τῆς ταπεινώσεως, εὐσύναπτοι, ἐναπολόγητοι, ἀνεπίφθονοι ὑπάρχοντες τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.