Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 60

ΛΟΓΟΣ Ξ΄.
Ἀποστολικῶς ἐστι βιοῦν ἀβίοις.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἤθελον καὶ ἐβουλόμην μετὰ τοῦ λόγου παρέχειν καὶ τὴν ἀπὸ τῶν ἔργων κατήχησιν, ἵνα ἐξ ἀμφοτέρων ὑμᾶς εἴλκυον εἰς ἀρετὴν καὶ ἔνθεον πολιτείαν· ἐν δὲ τῷ πένεσθαί με ἐν ἀμφοτέροις ἀσχάλλω καὶ ἀδημονῷ, καὶ οὐκ ἔχω ὅτι χρήσομαι πρὸς ταῦτα· ἐπεὶ ὡς ἀληθῶς τέκνα ἐπιποθεῖ καὶ οἷον ἐκλείπει ἡ ψυχή μου ἡ ταπεινὴ πρὸς τὸ διασώζεσθαι ὑμᾶς ἐν τῷ περιπατεῖν ἐν ὁδῷ ἀληθινῇ, καὶ προβιβάζεσθαι καθ᾽ ἑκάστην. Ἀναλογίζομαι γὰρ τῶν πάντων τὴν ἀποταγὴν καὶ τὴν ἀπαρνητικὴν τοῦ κόσμου ἀναχώρησιν, καὶ τὴν ἐκ τῶν ἰδίων ἀνεπίστροφον ἀλλοτρίωσιν, καὶ τὴν ἀποτακτικὴν πάσης ὑπάρξεως καὶ αὐτοῦ τοῦ θελήματος σταύρωσιν, καὶ ὅπως ἐπὶ τὸ αὐτὸ ἕν ἐστε εἰς μίαν καρδίαν καὶ πνεῦμα συνημμένοι καὶ συνδιάγοντες· καὶ σχετλιῶ εἰ μὴ ἐπιτύχητε τῶν ἐλπιζομένων ἀγαθῶν, παρατραπέντες τι ἐκ τῆς ἐλεεινῆς μου διαβιώσεως. Ὁπόσον γάρ εἰμι, ἀνάγκη καὶ ὑμᾶς γίνεσθαι· πᾶς γὰρ τις ἀρχόμενος πρὸς τὸ ἄρχον ἀποβλέπων, κατ᾽ αὐτὸ εἴωθε τὴν ἐξομοίωσιν λαμβάνειν, καὶ πρὸς ἐκεῖνο ἀνατείνεσθαι· κἀκεῖθεν διαγινώσκειν τὰ θεοφιλῆ καὶ ὅσια. Ἄρτι τοίνυν ἐγὼ περιπαθὴς ὢν καὶ σκοτεινὸς, τί ὅτι δυναίμην ὑποδεῖξαι ὑμῖν ὅσιον; καὶ πρὸς τί ἀναγαγεῖν τῶν ἐνθέων; Ἢ κατὰ τί ὁδηγῆσαι καὶ ὑψῶσαι ὑμᾶς εἰς τὸ οὐράνιον τοῦτο ἐπάγγελμα; Πλὴν ὅτι ὑπὲρ ἐμὲ ἡ βεβαία πίστις ὑμῶν καὶ ἡ ἀνενδοίαστος ὁμολογία, καὶ τὸ θερμὸν τῆς ἀγάπης μέχρι θανάτου· κατὰ τοῦτο, δοκῶ μᾶλλον, δὲ καὶ πεπληροφόρημαι ἀνύειν ὑμᾶς ὅσα καὶ βούλεσθε.

Διὸ ἕκαστος ὑμῶν, ἀδελφοί μου ἠγαπημένοι, ἐργαζέσθω τὸ ἀγαθὸν εἰς οἰκοδομὴν ἑαυτοῦ τε καὶ τοῦ πλησίον ἀπροσκόπως καὶ ἀσκανδαλίστως, φανεροῦντες ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν τῷ θεῷ καὶ τῇ συνοδίᾳ, μὴ κατὰ ἐρίθειαν, μὴ κατὰ τὸν ἐξολοθρευτὴν γογγυσμὸν, μὴ κατὰ τὴν θεοαντίτακτον ὑπερηφανίαν, μὴ κατὰ τὴν δούλην προσπάθειαν, ἀλλ᾽ ὑπηκόως καὶ γαληνῶς καὶ εἰρηνικῶς, ἀκενοδόξως καὶ ἀφιλοτίμως, ἀπαραπλήκτως καὶ εὐσυνειδήτως, δι᾽ αὐτὸ τὸ καλὸν, δι᾽ αὐτὴν τὴν ἁγίαν συνέλευσιν, δι᾽ αὐτὴν τὴν θείαν ἐντολὴν καὶ προστακτικὴν ἡμῶν ἔνταλσιν, καὶ παντελῶς εἰπεῖν, διὰ τὴν οἰκείαν σωτηρίαν, ἡμέραν ἐξ ἡμέρας ζητοῦντες, καὶ κινούμενοι πρὸς τὰ θεοφιλῆ, ἕως ἂν ἀπελεύσηται ἡ τῆς παρούσης ζωῆς μετάστασις. Ἐλεύσεται δὲ τάχιον, τέκνα, καὶ ἤδη πάρεστι. Λοιπὸν ὡς ἐνορωμένη καὶ ὡς κατὰ πόδας ἱσταμένη φοβείτω ἡμᾶς, συστελλέτω, καθαιρέτω, ἁγνιζέτω ἀπὸ πάσης κακίας ἀπὸ πάσης διαστροφῆς, οἷον ἵνα ἀναστρέφησθε μετ᾽ εὐλαβείας καὶ ἡσυχίας καὶ συννοίας ἀγαθῆς, ἔτι καὶ μελέτης θείων λογίων, εὐχῆς καθαρᾶς καὶ ἐργασίας τῆς κατὰ δύναμιν. Καὶ ἡ νηστεία δὲ ἐργαλεῖόν ἐστι σωματικὸν· ἀλλ᾽ ἐὰν προηγουμένην ἔχῃ τὴν ἁγίαν ταπείνωσιν· οὔπω δὲ ἡμεῖς πρὸς τὰ τῶν πατέρων καταφθάζωμεν ἀγωνίσματα, ἀλλ᾽ οὐδὲ προσήκει τὰ ὑπὲρ φύσιν ἐφίεσθαι. Λόγος γάρ ἐστι καὶ τῶν ἔξω, ὡς μεγίστη ἔνδεια, ἡ ὀρέξεων ἀπληστία. Ταῦτα δὲ ἡμεῖς παρατηρήσωμεν, ἃ προείρηται, καὶ ἐν τῇ ὑποτακτικῇ ἡμῶν καταστάσει τὰ ἐπιβάλλοντα ἐκλεξώμεθα, καὶ τὸν κοινοβιακὸν κανόνα, ὡς νενομοθέτηται, διακοσμήσωμεν, καὶ ἐσθίοντες καὶ πίνοντες καὶ μονοφαγοῦντες καὶ διφαγοῦντες οὐ μόνον ἄρτον καὶ ὅσα ἐκ σπερμάτων παροψήματα, ἀλλὰ καὶ οἴνου καὶ ἐλαίου, ἐστιν ὅτε καὶ ὄψου καὶ τυροῦ μετὰ τῆς δεούσης ἐγκρατείας, καὶ οὐ τῆς κατὰ γνωμικὴν θέλησιν ἐπικρίσεως. Ἔστι γὰρ καὶ τοῦτο τῶν ἀτόπων· ἀλλ᾽ ὡς ἂν παρ᾽ ἡμῶν διατέτακται μεταλαβόντες, ἔπειτα καὶ καθεύδοντες καὶ ἀναπαυόμενοι καὶ παραβάλλοντες καὶ καθεζόμενοι καὶ συνευρισκόμενοι καὶ συναλιζόμενοι καὶ πανηγυρίζοντες σοφῶς τε καὶ ἐπιστημόνως· προσθείην δ᾽ ἂν ὅτι καὶ φυτεύοντες καὶ σπείροντες καὶ οἰκοδομοῦντες καὶ τεκτονεύοντες ἐπὶ πᾶσι δὲ δηλονότι κατὰ τὸ αὔταρκες καὶ δι᾽ αὐτὸ τὸ κατὰ χρείαν, καὶ οὐ δὴ ἀποπεσούμεθα τῆς ἐκείνων μεγαλειότητος.

Καὶ τάχα ἕν ἐστι τῶν μεγάλων θεαμάτων καὶ τερατουργημάτων, οἷον τὸ ἐλαύνεσθαι δαίμονας ὑπό τινος ἁγίου, ἢ ὀμματοῦσθαι τυφλοὺς, ἢ ἀπολεπρίζεσθαί τινας, ἢ ἀναζωοῦσθαι νεκροὺς, ἢ στοιχεῖα μεταλλάττεσθαι, ἢ μεταβαίνειν ὄρη ἐκ τοῦδε εἰς τόνδε τόπον, καὶ ξηραίνεσθαι θάλασσαν, καὶ πηγάζεσθαι ἄνυδρον γῆν, καὶ εἴ τι ἄλλο, τὸ καὶ τοιοῦτον ἐν ὀνόματι κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶναι σύναμμα καὶ σύνταγμα καὶ συνάθροισμα ἀνδρῶν ἐκ διαφόρων χωρῶν καὶ γενῶν καὶ τρόπων καὶ ἡλικιῶν συνανακραθὲν καὶ συναρμολογηθὲν εἰς ἑνὸς σώματος πληρεστάτου ὑπηρεσίαν καὶ ἐνέργειαν· καὶ οἷον ὑπάρχειν αὐτὸ πολύψυχον καὶ πολυκάρδιον καὶ πολύνουν καὶ ὁμογνωμικὸν καὶ ὁμοκάρδιον, οὐκ ἐπὶ κακῷ τινὶ, ἀλλ᾽ ἐπὶ βουλῇ θεοῦ καὶ θεραπίᾳ τῆς Τριάδος. Ὃ οὐ καθαιρεῖ καὶ καταβάλλει οὐ μόνον ὁ τυχὼν ἄνθρωπος, ἀλλ᾽ οὐδὲ ἀρχικὴ ἐξουσία, οὐδὲ δυνάσται καὶ βασιλεῖς, μᾶλλον δὲ οὐδὲ αὐτὸς ὁ τῶν δαιμόνων πρωτοστάτης. Ἴστε γὰρ οἷα τῷ πατρὶ ἡμῶν τῷ μεγάλῳ Παχωμίῳ διαλέλεκται ἐπὶ τῇ ἥττῃ τῆς πρὸς τὴν ἁγίαν αὐτοῦ μονὴν προσβολῆς. Οὕτω τοίνυν μέγα καὶ καθ᾽ ἡμᾶς τάγμα, καὶ ἴσα τῶν μεγάλων θαυμάτων γεραίρομεν. Καὶ λοιπὸν ἐχόμενον καὶ ἡμεῖς τὸ θαυμάζειν τὰ ἡμέτερα, εἴπερ θέλωμεν ἀκριβῶς πολιτεύεσθαι, καὶ μὴ ἐρᾶν ἄλλο τι ἐν οἷς οὐκ ἐφθάσαμεν εἶναι ἐν αὐτῷ. Ἆρα οὐκ ἐλαύνονται δαίμονες κἀνταῦθα; καὶ πῶς οὐχί; Κατά τινα καί τινα ἡμέραν, ἀλλὰ κατὰ πᾶσαν ὡς ἔπος εἰπεῖν καὶ καθ᾽ ὥραν· καὶ καίονται καὶ κράζουσι καὶ βοῶσι σφοδρῶς· ἑνὸς ἑκάστου ἡμῶν ἀποδιώκοντος καὶ θαυματουργοῦντος τὸν τῆς πορνείας, τὸν τῆς ἀκηδείας, τὸν τοῦ θυμοῦ, τὸν τῆς μνησικακίας, τὸν τῆς καταλαλιᾶς, τὸν τοῦ γογγυσμοῦ, τῶν λοιπῶν παθῶν. Λοιπὸν οὖν ἐστὲ καὶ θαυματουργοὶ, εἰ βούλεσθε.

Καὶ οὕτως ἀποδέχεται ὁ κύριος καὶ θεὸς ἡμῶν τὸν τηλικοῦτον συνασπισμὸν τοῦ βίου, ὡς τῶν ἐρημιτῶν καὶ στυλιτῶν καὶ κιονιτῶν τῶν πολλὰ θαύματα καὶ θεράστια πεποιηκότων. Καὶ οὐκ ἔστι τρόπος, οὐδὲ παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. Εἰ δ᾽ ἐγὼ ψεύδομαι, ψευστὴς καὶ φενακιστὴς καὶ εὑρεσίλογος ὢν, ἀλλ᾽ οὐχὶ καὶ οἱ ἅγιοι. Εἰ μὲν γὰρ ἐγὼ μόνος ὁ ἐπαινῶν καὶ συνιστῶν τὸ κοινόβιον, ἀποπαύσομαι βλασφημῶν· εἰ δ᾽ αὐτὸς ὁ Χριστὸς, ἀφ᾽ ὧν ἔδειξε διὰ τῆς ὁμοζώου δωδεκάδος τῶν ἁγίων αὐτοῦ μαθητῶν· ἔπειτα οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου διὰ τῶν τετρακισχιλίων καὶ πεντακισχιλίων, καὶ παρίημι τὰ μετ᾽ αὐτοὺς, πῶς οὐ συμφθέγξεσθε καὶ συμμαρτυρήσετέ μου τῷ λόγῳ, τέκνα; Λοιπὸν ἕν ἐστι τὸ ζητούμενον, ἵνα εὐρεθῶμεν ὡς ἔχει ἀληθείας καὶ φύσεως τὸν βίον ἡμῶν διεξάγοντες καὶ διεξανύοντες, καὶ τὰ ἐπιλειπόμενα διορθούμενοι· καὶ πρό γε πάντων ἐγὼ ὁ ἐν πᾶσιν ὑστερούμενος. Καὶ Χριστὸς ὁ θεὸς ἡμῶν κραταιώσοι ὑμᾶς εἰς τὸν φόβον αὐτοῦ· στερεώσοι ὑμᾶς εἰς τὴν ἀγάπην αὐτοῦ· αὐξήσοι ἡμᾶς ἐν τῇ τελειότητι· αὐτός ἐστιν ἡ ζωὴ καὶ δύναμις ἡμῶν ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·