Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 7
ΛΟΓΟΣ Ζ΄
Φθάσαι τὸ τέρμα τεσσαρακονθημέρως.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἤδη πρὸς αὐτὴν ἐσμὲν τὴν ἀποπεραίωσιν τῶν νηστειῶν· ἀποκαταλήγει γὰρ ὡς ὁρᾶτε· καὶ ὡς ἐκ τῶν ἄνωθεν χρόνων τὸ ἱερὸν γράμμα διδάσκει ἡμᾶς, ἐν ταύτῃ ἐπισυνῆχθαι τοὺς κατὰ τὴν ἁγίαν πόλιν ἐρημικῶς αὐτὴν διατελοῦντας μακαρίους πατέρας ἡμῶν· ἀλλ᾽ ἐκεῖνοι μὲν, ἅτε τὰ τῶν ἀρετῶν ὕψη κατειληφότες, μέγιστα τῆς εὐσεβείας πράγματα καὶ ψυχικὰ δωροφορήματα προσενηνόχασι τῷ παντὸς ἀγαθοῦ ἀνενδεεῖ καὶ πλήρει δεσπότῃ θεῷ ἡμῶν. Οὐ μὴν δὲ μικρὰ καὶ παρὰ πολὺ τῆς ἀξίας καὶ αὐτοὶ συνεισενέγκατε· καὶ ὁ μὲν, ἵνα τὰ ἐν ὑμῖν ἐγκαλλωπιζόμενος ὥσπερ ἐμαυτοῦ εἴπω· ἡ γὰρ τοῦ υἱοῦ τιμὴ ἐπὶ τὸ τοῦ πατρὸς πρόσωπον διαβαίνει, προσῆξε τὴν πρώτην καὶ κυρίαν τῶν ἀρετῶν ἀγάπην· ὁ δὲ, τὴν θεολαμπῆ ταπεινοφροσύνην· ἄλλος, τὴν χριστομίμητον ὑπακοήν· ἕτερος τὸ σύντονον τῆς ἐν προσευχαῖς καὶ ψαλμῳδίαις ἀγρυπνητικῆς παραστάσεως· ἔνιος δὲ, τὸ περὶ τῶν ἐν χερσὶν ἐργασιῶν εὔτονόν τε καὶ συντεταμένον· ἐμοὶ δὲ οὐκ ἀνεγκωμίαστα καὶ ταῦτα· διαχύσεως συστολὴν, καὶ ἀκαιροβλεψίας σύντευξιν, καὶ βαδίσματος εὐθυπορίαν, καὶ περιστροφῆς καὶ ἀποκρίσεως εὐσυνεσίαν· ἐῶ γὰρ λέγειν παῤῥησίας ἀποστύγησιν, καὶ πολυλογίας ἀπόπεμψιν καὶ ἀδδηφαγίας ἐγκράτευσιν, καὶ πολυυπνίας ἀλλοτρίωσιν, καὶ στιχολογίας διαμελέτησιν· καὶ τὸ τελευταῖον καὶ πρῶτον εἰπεῖν τῶν ἡμετέρων καλῶν, τὴν μακαρίαν καὶ μαρτυριακὴν τοῦ οἰκείου θελήματος ἐκκοπὴν, ἣν μόνην ἀληθινὴν θυσίαν ἀπαιτεῖ παρ᾽ ἡμῶν ὁ Κύριος. Τούτων οὖν ἕκαστον, ὧν ἀπηριθμήσαμεν, καλὸν καὶ ὅσιον προσένεγμα, καὶ θαῤῥῶ εἰπεῖν, οὐδεὶς ὑμῶν ὥφθη κενὸς ἐναντίον τοῦ θεοῦ καθὼς γέγραπται· ἀλλ᾽ εἴ τι καλὸν ἐν ἑαυτῷ φέρων πλὴν ἐμοῦ τοῦ ταπεινοῦ· ᾠκοδομήκατε τοιγαροῦν ἐπὶ τὸν θεμέλιον τοῦτον τῆς ἀσκήσεως ὑμῶν, χρυσὸν, ἄργυρον, καὶ λίθους τιμίους, τὰ ἀκατάκαυστα τῆς δοκιμασίας τοῦ μέλλοντος αἰωνίου πυρὸς ἔργα, καὶ οὐ τῆς ἐναντίας καὶ εὐπρήστου μοίρας· ἃ δὴ αὐτὸς ὁ θεῖος ἀπόστολος ἐπιφέρων, φησί· Χόρτον, ξύλα, καλάμην καὶ τὰ τούτοις ὅμοια· μὴ γὰρ οὐ τοιοῦτον ἡ φιλαμαρτωσύνη καὶ ἡ παθοδουλεία καὶ αἰσχρολογία καὶ φιλεχθρία, φατριασμός τε καὶ συνδυασμὸς καὶ ἀπολακτισμὸς, καὶ εἴ τι ἄλλο τῶν τοιούτων;
Ἐπεὶ οὖν ἐπικρατεῖς ἐν ταῖς μικραῖς ἡμέραις γεγόνατε τῶν ἐπαινουμένων, μή τι ἀπολέσωμεν, ἀδελφοὶ, μηδὲ ὑπενδῶμεν, ἀντιβολῶ καὶ δέομαι, διὰ τῆς τοῦ καιροῦ ὑπαλλαγῆς· ἀλλ᾽ ἀλλασσέσθω μὲν ὁ χρόνος καὶ ἡ ἡμέρα ὅπη βούλεται, καὶ ὅπως διεξάγεται τῷ θείῳ βουλήματι. Αὐτοὶ δὲ μείνατε, φησὶν ὁ Κύριος, ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ, καὶ ἀναλλοίωτοι ἐστέ· μᾶλλον δὲ ἵνα ὑψηλότερον εἴπω, εὐαλλοίωτοι· πάντοτε ἀλλοιούμενοι τὴν καλὴν ἀλλοίωσιν· ἀπὸ μικροῦ κατορθώματος σπινθῆρος εἰς πυρσὸν ἐξαπτόμενοι· καὶ ἀπὸ ἄστρου εἰς σελήνην μεταποιούμενοι· εἰδ᾽ οὖν, ἀλλ᾽ ἀπὸ σελήνης εἰς ἥλιον μεταλλασσόμενοι· καὶ μήπω σταίητε τοῦ δρόμου· μήτε ἐπιστρέφοισθε πρὸς τὰ ἡδέα τοῦ κόσμου, τὰ μικρῶς σαίνοντα, καὶ αἰωνίως φλέγοντα, τὰ ὡς ὅναρ παρερχόμενα, καὶ ὡς πρᾶγμα κολαζόμενα, τὰ εἰς δοκιμὴν καὶ ἄθλον ἀρετῆς κείμενα, καὶ τοῖς μὲν θεοσεβέσι νικώμενα, τοῖς δὲ σαρκόφροσιν ἀήττητα καὶ ἀνίκητα.
Τίς ἄν μοι δοίη λόγον, ἵνα ὡς ἂν ἐβουλόμην τὸν ἐν τῇ ταπεινῇ μου ψυχῇ ἐγκεκινημένον λόγον, διήχησα ἐν ταῖς ἱεραῖς ἡμῶν ἀκοαῖς, εἰς τὸ πρὸς θεὸν αἴρεσθαι καὶ συνεπαίρεσθαι ὑμᾶς προθυμότερον μᾶλλον· πλὴν σοφοὶ ἐστὲ παρ᾽ ἑαυτοῖς διδασκόμενοι καὶ νουθετούμενοι. Ἐμοὶ δὲ καὶ πάλιν ἐπὶ τὸ προκείμενον ὁ λόγος, εἰ καὶ μικρὸν ἐξέδραμεν· ἵνα τῷ αὐτῷ κανόνι στοιχοῦντες τῆς προκρατηθείσης ὑμῶν καταστάσεως ἐν ταῖς προτοῦ ἡμέραις, οὕτως καὶ τὴν προεόρτιον ἑορτὴν τῶν Βαΐων ἑορτάσωμεν, καὶ τὴν τοῦ μοναστηρίου ἄνοιξιν ποιησώμεθα, καὶ τὴν παρουσίαν τῶν εἰσερχομένων ὑποδεξώμεθα, καὶ ἴδωμεν, καὶ συντευξώμεθα, καὶ προσαγορεύσωμεν ὡς ἂν τύχῃ τινὶ τῶν διαφόρων προσώπων, μάλιστά γε τῶν καθ᾽ ἡμᾶς μοναδικῶν· ὡς ἂν εἰς δόξαν θεοῦ γενέσθαι πάντα τὰ καθ᾽ ἡμᾶς· καὶ ἵνα οἱ ὁρῶντες, λέξωσιν ἐκεῖνο· Ὅτι ὁ θεός ἐστιν ἐν αὐτοῖς, κατὰ τὸν θεῖον ἀπόστολον. Εἰ δὲ καὶ δέοι πρόοδον γενέσθαι, πάντως δὲ γενήσεται, κατὰ πολλοὺς τρόπους, τὸ αὐτὸ παρατηρητέον. Οὕτω θεαρέστως καὶ τὸ μέγα καὶ ἱερὸν Πάσχα ἑορτάσομεν, τοῖς πάθεσι τοῦ Κυρίου συμμορφούμενοι, καὶ τῷ τῆς ἀναστάσεως φωτὶ καταλαμπόμενοι, ἐν αὐτῷ Χριστῶ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ Πατρὶ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.