Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 61

ΛΟΓΟΣ ΞΑ΄.
Ἐπευχαριστεῖν πᾶσι συμβεβηκόσι.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἡ μὲν εὐσταχὺς χώρα τὸν γεωργὸν προβάλλοντα εὐφραίνειν εἴωθεν· ἡ δὲ τῶν ἀρχομένων πνευματικὴ καρποφορία τὸν τῶν ψυχῶν προεστῶτα πλεῖον μᾶλλον γάννυσιν. Εὐφραίνετε τοίνυν κἀμὲ τὸν ἁμαρτωλὸν, ὦ τέκνα, καὶ ὑμεῖς τὸ ἐμὸν γεώργιον, ἡ τοῦ θεοῦ φυτεία ἐν τῇ τῶν ἀρετῶν ὑμῶν ἐπιδόσει, καὶ οἱονεὶ ἀναβλαστήσει. Καὶ χαίρω τὸ ἑκάστου ὁρῶν περὶ τὰ προσήκοντα σπουδαῖον καὶ ἐγερτικὸν καὶ ἐπιμελητικὸν τῆς σωτηρίας, καὶ τοῦ μὲν τὸ πρᾶον τοῦ δὲ εὐκάματον ἢ πολυκάματον, καὶ τοῦ μὲν τὸ αἰδεστικὸν ἢ καὶ εὐλαβητικὸν, καὶ ἄλλου τὸ πρὸς τὰς προσβολὰς τῶν ἐναντίων ἀντιῤῥητικὸν, καὶ ἀνένδοτον καὶ ἀκαταπόνητον· καὶ τοῦ μὲν τὸ πρὸς τὴν ἐμπεπιστευμένην αὐτῷ διακονίαν ἀπερικάκητον καὶ ἀναστικὸν· τοῦ δὲ τὸ εἰρηναῖον καὶ γαληνὸν τῆς ψυχῆς καὶ ἄπλαστον τοῦ ἤθους· καὶ διὰ τοῦτο ἀκάματον πρὸς τὰ πάθη. Ἄλλου τὸ εὔπιστον πρὸς τὴν ταπείνωσίν μου, καὶ τὸ ὑπὲρ ὅ εἰμι καθ᾽ ὑπερβολὴν ἀποδεικτικὸν καὶ λογιστικὸν αὐτοῦ, καὶ τοῦ μὲν τὴν ἀπροσπαθῆ διάθεσιν καὶ ἀφιλόκοσμον ἔξιν· καὶ συνελόντι φάναι, τὴν πάντων ὁμοῦ κατὰ πάντα τρόπον πνευματικὴν αὔξησιν καὶ τελεσφόρησιν. Καὶ οὕτως πῶς ὅτι συμβιβαζόμενοι καὶ συγκρατούμενοι τῇ τε θείᾳ ἄνωθεν ῥοπῇ, καὶ τῇ τοῦ πατρός μου ἱερᾷ προσευχῇ; Θαυμάζω μὲν οὐκ ὀλίγον· καὶ γὰρ θαύματός ἐστιν ἄξιον· δέδια δὲ ὑπερβαλλόντως κατὰ πᾶσαν ἡμέραν· ὅτι μή τί γε οὐ φέρων ὁ θεὸς τὴν ἀπροσεξίαν καὶ τὸ τῶν ἁμαρτιῶν μου παροργιστικὸν, ἐπαίρῃ τὴν προνοητικὴν αὐτοῦ δεξιὰν ἐκ μέσου ἡμῶν, καὶ ἔλθῃ ἃ μὴ θέμις μήτε λέγειν, μήτε ἐννοεῖν, ἤγουν διάστασις, ἢ διάλυσις τινὶ ψυχῆς, ἢ πτῶσις ἀφανής τε καὶ ἐμφανής;

Ἵνα οὖν κἀμὲ τὸν πανάθλιον, καὶ ὑμᾶς αὐτοὺς ἐν τῷ μέρει τῶν ἁγίων καὶ ἐν τῷ κλήρῳ τῶν δικαίων, καὶ ἐν πολλῷ ἐγκωμίῳ καταστήσητε, ἔχεσθε τῶν αὐτῶν, ὦ τέκνα, μᾶλλον δὲ καὶ προσεκτείνεσθε καὶ ἀνατάσσεσθε καὶ ὑπερβάλλεσθε καὶ μετεωρίζεσθε ἐκ λαμπρότητος εἰς λαμπρότητα καὶ ἐκ θεωρίας εἰς θεωρίαν καὶ ἐκ πολιτείας εἰς πολιτείαν θεοπρεπῆ· ἀμετάβατοι ὄντες κατὰ τὰ πρὶν συμβουλευθέντα καὶ ὁμολογηθέντα ὑμῖν ἐνώπιον θεοῦ καὶ ἀγγέλων καὶ τῆς ἐμῆς ταπεινώσεως. Μὴ δὴ λοιπὸν ἐκλυθῶμεν καὶ ἐξατονήσωμεν ἐν τῇ δοκούσῃ μακρημερεύσει, οὐκ οὔσῃ δὲ ἀληθῶς· ὄναρ γὰρ καὶ σκιὰ ὁ βίος ἡμῶν· μηδὲ ἀνθότου προσθήσειν ὀφείλοντες τὴν ταπείνωσιν καὶ τὴν ὑπακοὴν ἐκ τῆς ἐγγινομένης ἐμπειρίας ἡμῖν τῶν θεοπνεύστων γραφῶν· κουφισθῶμεν ἐν ματαιώσει τοῦ νοὸς ἡμῶν· κέντρον εὑρίσκοντες κακίας τὴν γνῶσιν, τὸν λόγον, τὴν λέξιν, τὴν ἐμπειρίαν, τὴν πεῖραν, τὴν εὐστομίαν, τὴν προφορὰν, τὴν ἀνάγνωσιν, ἢ τυχὸν τὴν ἐπιβουλίαν, τὴν ἐργασίαν, τὴν ψαλμωδίαν, τὴν εὐμάθειαν, τὴν μελουργίαν, τὴν εὐφυΐαν καὶ τὰ τούτοις ὅμοια. Ἀλλ᾽ ἡ τούτων δωρεὰ μᾶλλον ἔστω ὑμῖν εἰς φόβον καὶ συστολὴν πρὸς θεὸν τὸν δωρησάμενον. Οὕτω γὰρ τὸν θεὸν ἵλεων ἕξομεν, καὶ μᾶλλον εὐμετάδοτον, καὶ εὐποριστικώτερον· καὶ πληθυνθησόμεθα ἐν τοῖς ἀγαθοῖς· καὶ ἅγιος ναὸς τοῦ θεοῦ ἐσόμεθα, δωρεὰς ἐπὶ δωρεαῖς περικοσμούμενοι. Εἰ δὲ ἑτέρως τραχηλιῶντες κατὰ θεοῦ τοῦ δεδωκότος καὶ ὑπερηφανευόμενοι κατὰ τῶν ἀδελφῶν· ὑψοῦντες οἱονεὶ τὸν αὐχένα τῆς ψυχῆς, καὶ ἀνασπῶντες τὰς ὀφρῦς καὶ ἀναταννύοντες τοὺς ὤμους, καὶ τὸ βάδισμα ἀλαζονικὸν φέροντες ἐκ τοῦ ζητεῖν τοῦτο κἀκεῖνο, καὶ ἀδολεσχεῖν καὶ κριματίζειν. Διὰ τί τοῦτο οὕτως κἀκεῖνο ἀλλοίως γέγονε; καὶ τί δὴ μὴ κἀγὼ προέστην τῆς δε τῆς διακονίας· καὶ εἵνεκα τινὸς ὁ δεῖνα πρωτεύει ἐν τῷδε τῷ πράγματι ὄντως ἐν τοῖς τοιούτοις ματαιοκοποῦμεν καὶ ἀδολεσχοῦμεν· καὶ εἰς πίθον τετρημένον τὸ δὴ λεγόμενον ἀντλοῦμεν.

Μὴ οὕτω ταῦτα, ἀδελφοί μου, μὴ οὕτω· μὴ δὲ ποιῶμεν τὸν καιρὸν ἀπωλείας· μηδὲ τὸν καιρὸν τῆς ἐργασίας καιρὸν ζημίας· μηδὲ ἐξὸν τὸ ἀναπηδᾶν εἰς τὰ τῆς ἀρετῆς τείχη, καταπίπτωμεν εἰς κακίας ὄλισθον. Ὁ καιρὸς γλυκύτατος, αἱ ἡμέραι ποθειναί. Εἰσὶ γὰρ τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ θεοῦ, τῆς ἐπιτυχίας τῶν αἰωνίων ἀγαθῶν, τῆς ὠνήσεως βασιλείας τῶν οὐρανῶν. Δράμωμεν, διώξωμεν· ναὶ παρακαλῶ ὑμᾶς, ναὶ δέομαι· ναὶ πίπτω πρὸς αὐτῶν τῶν γονάτων ὑμῶν, καὶ ἀντιβολῶ τὰ ἐμὰ σπλάγχνα, τὴν ἐμὴν χαρὰν καὶ ζωὴν, τὸ ἐμὸν καύχημα καὶ στεφάνωμα, τὸ περὶ ἐμὲ κλέος καὶ ἐγκώμιον· οὕτως ὡς ἐξεζητήσατε· οὕτως ὡς ἠρνήσασθε· οὕτως ὡς προεπολιτεύσασθε παλαιοί τε καὶ νέοι, οἱ ἑτερόποιμνοι καὶ αὐτόχθονες· ἀλλ᾽ οὖν πάντες νῦν τῆς αὐτῆς ἀγέλης καὶ τῆς αὐτῆς ποίμνης καὶ τῆς αὐτῆς αὐλῆς καὶ τοῦ αὐτοῦ ποιμένος καὶ θρέμματα καὶ γεννήματα. Ἐάσθω γὰρ τὰ ἀσύμφορα ἐπινοεῖν· οὕτως καὶ ἐπιβιώσατε καὶ ἐπείχθητε καὶ τελειώθητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·