Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 62
ΛΟΓΟΣ ΞΒ΄.
Τρέμειν διεξάγοντα τὴν προστασίαν.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ἄλλός τις πόλεμος ἀκήρυκτος ὁ καθ᾽ ἡμᾶς ὑπὲρ τὸν σωματικῶς ὁρώμενον, ὡς οἴδατε, γνωρίζεται. Εἰ τοίνυν ἐν τῷ κοσμικῷ χρεία ἐπιστήμονος στρατιάρχου ἵνα προφθάζῃ ὑπερμαχεῖν καὶ προπολεμεῖν τοῦ οἰκείου λαοῦ, βάλλειν τε τοὺς ὑπεναντίους, καὶ συγκόπτειν τὰς φάλαγγας· πόσῳ γε μᾶλλον ἐν τῷδε δέον τοῦ ὑπερμαχοῦντος καὶ ὑπερείδοντος τοῦ πνευματικοῦ ταξιάρχου καὶ ἡγουμένου, ἵνα μιμήσει τοῦ θεράποντος τοῦ θεοῦ Μωσέως ἐν ὅπλοις τῆς δικαιοσύνης ἐκτυπώσει τε τῶν χειρῶν καὶ προσευχῆς ἐπικουρίᾳ παραθαῤῥύνῃ ἡμᾶς τὸν τοῦ κυρίου περιούσιον λαὸν καὶ ὡς ἀληθῶς νεὸν Ἰσραὴλ καταπολεμῆσαι καὶ ἀποστρέψαι τὸν νοητὸν Ἀμαλὴκ καὶ τὴν ὑπ᾽ αὐτοῦ δαιμονικὴν πανστρατιάν. Εἰμὶ τοίνυν ἐγὼ, τέκνα μου, μικρὸς μὲν τῇ πνευματικῇ ἡλικίᾳ, ἄοπλος δὲ τῇ τῶν ἀρετῶν παντευχίᾳ οὐκ ἔχων τρεῖς λίθους καρτερίας καὶ ἁγνείας, ἵνα εἰσβάλλω τὸν ἀλιτήριον. Πῶς οὖν δυναίμην λοιπὸν ὑμῶν ὑπερμαχεῖν; Πῶς ὑπερασπίζεσθαι; πῶς προκαταλαμβάνειν τὰς ἐνέδρας καὶ εἰσόδους τῶν πολεμίων; Οὐδαμῶς· ἀλλὰ μία μοι ἐλπίς ἐστι καὶ ἓν ὅπλον ἀήττητον, καὶ ἓν τρόπαιον ἀκαταμάχητον, ἡ τοῦ κυρίου βοήθεια, ἡ τοὺς ἀσθενοῦντας περιζωννύουσα δύναμιν, καὶ τὸ ὑμῶν εὐπρόθυμον καὶ ὁλοσχερῶς πιστότατον καὶ θερμότατον πρὸς τὴν τοῦ θεοῦ ἀγάπην.
Καίομαι, τέκνα, καὶ περιέλκομαι ὡς ἀσθενὴς ἐφ᾽ ἑνὶ ἑκάστῳ ὑμῶν, καὶ εἰς ἕνα καθ᾽ ἕνα διαμερίζεται ἡ ταλαίπωρός μου ψυχὴ, εἰς τοὺς ἔξω, εἰς τοὺς ἔνδον, εἰς τοὺς εὐδρομοῦντας, εἰς ὀλισθαίνοντας. Εἴπω δὲ καὶ εἰς τὰ νήπια, καὶ εἰς τοὺς γέροντας, καὶ εἰς τοὺς ἀρτιπαγεῖς καὶ ἀρτιγεννήτους· καὶ τούτους διαφόρως· πρός τε τοὺς σχηματαρίους καὶ ἀσχηματίστους, τοὺς κακοέκτους τε καὶ δυστρόπους, καὶ τοὺς ἤδη ἐξ ἀπροσεξίας ἀνατρεπομένους, καὶ πάντοθεν πολύς μοι φόβος καὶ τρόμος ἐπισείει, καὶ ὄχλος λογισμῶν καὶ δέος ἄμετρον· τὸ τί καὶ πῶς καὶ τίνι δυνάμει διεξάξω ὑμᾶς κατὰ τὸ βούλημα τοῦ θεοῦ. Οὐαί μοι τοίνυν ἐστὶν ἑκατέρωθεν· οὐαί μοι τοίνυν ἐστίν μὴ ἀναγγέλλοντι· καὶ ὁ θρόνος ὑψηλὸς καὶ ἡ προστασία φοβερὰ, καὶ ἡ τέχνη δύσληπτος καὶ δυσμάχητος, καὶ τὸ ἔργον ἀπαθοῦς· μᾶλλον δὲ θεοῦ. Καὶ τί ὅτι ἐγὼ κατελήφθην ὁ ἄσωτος καὶ πανάθλιος εἰς τὰ ὑπὲρ ἐμὲ, μέσος θεοῦ καὶ ἀνθρώπων ἱστάμενος, καὶ πρὸς τὰς ἀρχὰς καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου ἀντιπαραταττόμενος; Καὶ ἵνα πόσον ὀφείλω ἔχειν τὸ φῶς πρὸς τὸ φωτίζειν, ἵνα πηλίκως ἐγγίζω θεῷ πρὸς τὸ προσάγειν πάντας ὑμᾶς;
Συνορᾶτε τοίνυν, ἀδελφοί μου, τὸ κατ᾽ ἐμὲ πάθος καὶ τὸ ἀψευδὲς τοῦ λόγου μυστήριον. Καὶ εἴθε τις εὑρέθη ἐξ ὑμῶν αὐτῶν ἢ ἄλλοθεν θεοδώρητος ἀνὴρ, ὡς ἀληθῶς ἐπιθυμιῶν, καὶ ἄγγελος κυρίου παντοκράτορος, ὅπως προηγήσατο, καὶ διέσωσεν ὑμᾶς ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος καὶ τῆς πολυκρήμνου πλάνης τῶν δαιμόνων πρὸς τὴν ἐνάρετον καὶ οὐράνιον ζωήν. Ὅμως τὸ κατ᾽ ἐμὲ, οὐκ ἀμελήσω, τέκνα, ἀλλ᾽ ἕως ἂν ἐμπνέω προσδαπανήσω ταύτας αὐτὰς τὰς ταπεινάς μου σάρκας ἐπὶ τῇ φροντίδι τῆς ἀγάπης ὑμῶν· ὅτι ζηλῶν ἐζήλωσα ὑμᾶς, καὶ ἀγάπῃ ἠγάπησα ὑμᾶς· διότι τέκνα μοι ἐγεννήθητε ἀναξίῳ ὄντι, μᾶλλον δὲ τέκνα θεοῦ· καὶ ὁρῶ τὸ παντελὲς τῆς ὑποταγῆς ὑμῶν ἀνεπίληπτον, καὶ τὸ ἀκοινώνητον καὶ κεχωρισμένον τῆς ἀπὸ τοῦ κόσμου καὶ τῶν συγγενῶν καὶ ἰδίων καὶ φίλων ἀκραιφνοῦς πολιτείας ὑμῶν, καὶ εὐγενὲς τοῦ τρόπου τῆς πεφωτισμένης ὑμῶν ψυχῆς· καὶ ἀλγῶ καὶ ποτνιῶ καὶ οἱονεὶ σφαδάζω, ἐὰν μήπως τελείως ἐπιτεύξησθε. Ἀλλὰ διὰ τῆς ἐμῆς δυσχρηστίας καὶ ἀπειρείας παραπλανηθῆτε τῆς ὁδοῦ τοῦ θεοῦ. Θέσθε, τοίνυν, τέκνα μου, τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν, τοῖς ἐγκαταλείμμασι τῶν ἀρετῶν· ὅτι οὑτός ἐστιν ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ γὰρ ποιμανεῖ ὑμᾶς καλῶς πολιτευομένους ὑπὸ ὕδωρ ἀναπαύσεως ἐκτρέφων ὑμᾶς, εἰς τόπον χλόης ἀθανάτου κατασκηνῶν, καὶ μηδὲν ὑμᾶς ὑστερῶν τῶν αἰωνίων ἀγαθῶν.
Ἀγωνίσασθε οὖν, τέκνα μου ἠγαπημένα· ἀγωνίσασθε, κύριοί μου καὶ δεσπόται· τοῦτο γὰρ ἀξιῶ προσεπεῖν ὑμᾶς. Ἀγωνίσασθε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, πρὸς τὰς ἐπαγομένας ὑμῖν καθεκάστην ἐπηρείας αὐτοῦ, πρὸς τὸ πῦρ τῆς ἐπιθυμίας, πρὸς τὸ σκότος τῆς ἀκηδίας, πρὸς τὸν ὄλεθρον τῆς μεταβασίας, πρὸς τὸ θηρίον τῆς βασκανίας, πρὸς τὰς διαλύσεις τῆς ἀκαιρολαλιᾶς καὶ γελωτοποιίας, πρὸς πᾶν πάθος τὸ ἀντιστατοῦν καὶ ἀντιμαχόμενον ὑμῖν. Οἱ πρῶτοι τοῖς ἐσχάτοις, οἱ δυνατοὶ τοῖς ἀδύνατοις, οἱ πεπειραμένοι τοῖς ἀπειράστοις, οἱ εὐποροῦντες τοῖς πενομένοις, οἱ προβιβασθέντες τοῖς εἰσαγομένοις, οἱ πολυχρονήσαντες τοῖς ὀλιγοχρονίοις ἐπικουροῦντες, ἐπιβοηθοῦντες, χεῖρα ὀρέγοντες, λόγον παρέχοντες, ὑποδεικνῦντες τὰ κράτιστα, ὑποποιούμενοι τὰ συμφέροντα, ἵνα οὕτως ἅπαντες σωθείητε, καὶ σώσητε κἀμὲ τὸν ἄσωτον, οἱ Χριστοῦ μαθηταὶ καὶ τὰ παιδάρια τοῦ κυρίου καὶ ἀρνία τοῦ Χριστοῦ καὶ υἱοὶ καὶ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν. Νῦν παρῆλθον ὅτι ὁπόσα ἔτη τῆς ἀσκήσεως ὑμῶν, ὑπόσοι καὶ πηλίκοι πειρασμοί. Ἀναμνημονεύσατε ἕκαστος ὑμῶν ποδαπῶς περιεσχέθη, κατενάρκησεν, ᾠλιγοψύχησεν, ἀπεῖπεν, ἀπολιγώρηκεν· εἶτα αὖθις ἐνεδυναμώθη, κατηρτίσθη, ἐνισχύθη, ἔλαβε πνεῦμα ζωτικὸν εἰς ἀναψυχὴν, εἴτε δι᾽ ἐξαγγέλσεως, εἴτε δι᾽ εὐχῆς ἀδελφικῆς, οὐ γὰρ ὑπ᾽ ἐμοὶ πατρικῆς λεχθείη. Καὶ ἔστη πάλιν ἐπὶ τοῦ ἀγῶνος καὶ ἐνεδυναμώθη ἐν τῇ κραταιώτητι τοῦ θεοῦ. Τοῦτο, τέκνα, καὶ πρὸς τὸν ἑξῆς ἀγῶνα τοῦ χρόνου ὑμῶν, καὶ μᾶλλον ἄρτι διελευσόμεθα διὰ πυρὸς καὶ ὕδατος, καὶ εἰσελευσόμεθα εἰς τὴν τῆς ἀπαθείας ἀνάπαυσιν.
Μηδεὶς οὖν ἀκηδιάτω, μηδεὶς καταπιπτέτω· ἀλλήλους ἀντιβολῶμεν, ἀλλήλους παρακαλῶμεν ἐν ἀγάπῃ, ἐν μακροθυμίᾳ, ἐν ἀνοχῇ, ἐν σπουδῇ ἀόκνῳ τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ ἀληθινὸς θεὸς ἡμῶν, ἡ ἰσχὺς τῶν ἀπηλπισμένων, καὶ τῶν καταπιπτόντων ὑποστηριγμὸς, καὶ τῶν νοσούντων ἰατρὸς, καὶ τῶν βαδιζόντων πρόθυμος συνοδοιπόρος καὶ ἀνακουφισμὸς· καὶ τέλος εἰπεῖν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν, εὐμαρίσοι, καταλεάνοι, κατευοδώσοι πᾶσαν ἡμῶν πρᾶξιν καὶ κίνησιν εἰς ὁδὸν εὐθείαν καὶ εἰς σωτηρίαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου αὐτοῦ· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.