Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 63
ΛΟΓΟΣ ΞΓ΄.
Τηρεῖν ἐπιτίμια τῶν ἀσπασίων.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἐπειδὴ συμβαίνει ἐπιτιμητικῶς με διεξέρχεσθαι ἐν τισι τῶν κατηχήσεων, μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δυσφορείτω, πεπεισμένοι, ὅτι εἴτε ἐπιτιμῶ, εἴτε παρακαλῶ, εἴτε ἀπειλῶ, εἴτε νουθετῶ, εἴτε τι ἄλλο ποιῶ, οὐ δι᾽ ἕτερον τρόπον, ἢ διὰ τὸ μόνον περισώζεσθαι ὑμᾶς τῇ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐγὼ δὲ οἶδα, ὅτι ἐν πᾶσι ἀποδέχεσθέ με τὸν ἀνάξιον, καὶ μᾶλλον ἀγαπᾶτέ με ἢ μισεῖτε ἐλεγχόμενοι· καὶ πληροῦτε ἐνταῦθα· Ἔλεγξον σοφὸν, καὶ ἀγαπήσει σε. Καὶ πάλιν· Ἀξιοπιστότερα τραύματα φίλου, ὑπὲρ ἑκούσια φιλήματα ἐχθροῦ. Ἐὰν οὖν ἐπιμείνητε δεχόμενοι τὸν λόγον τῆς ταπεινώσεώς μου ὦ τέκνα, εἰ καὶ ἀκαρπός ἐστιν οὐκ ἐκ θησαυροῦ ἀγαθοῦ τῆς καρδίας φερόμενος, ἀλλ᾽ οὖν πιστεύω, ὄτι τῷ ἐλέει τοῦ θεοῦ, σωτήριος ὑμῖν γενήσεται καὶ ἐφόδιον ζωῆς αἰωνίου· πέποιθα δὲ ὅτι περ τῷ ὑμῶν σώματι, κἀγὼ σωθήσομαι, καὶ τῇ ὑμῶν εὐπραγίᾳ κἀγὼ εὐπραγήσω, καὶ τῇ ὑμῶν εὐδοξίᾳ κἀγὼ εὐδοξήσω. Λοιπὸν ἰδοὺ καιρὸς, εὐπρόσδεκτος, ἰδοὺ ἡμέρα σωτηρίας, ὡς φησὶν ὁ ἀπόστολος.
Ἀδελφοί μου οὖν τιμιώτατοι, ἀγωνισώμεθα ἀμφότεροι, ἐργασώμεθα, πραγματευσώμεθα, ἐμπορευσώμεθα καλῶς καὶ ἐπικερδῶς· ἐν τοῖς ἀστάτοις καὶ ῥέουσι τὰ ἑστῶτα καὶ μένοντα κτώμενοι, ὡνησώμεθα τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τῶν ἀσκητικῶν ἡμῶν πόνων. Ἔτι καὶ ἔτι παρακαλῶ, ἐπιμείνωμεν μικρὸν ὅσον ἐνστησώμεθα πρὸς τοὺς πόνους τῆς ἐργασίας τῶν ἀρετῶν. Δὸς κόπους, φησὶν, ἐκ νεότητός σου, ἵνα εὐφρανθῇς ἐν τῷ γήρει σου. Καὶ ὁ νεώτερος τοίνυν ἐπειγέσθω, καὶ ὁ πρεσβύτερος ἐπειχθήτω, καὶ ὁ παῖς ἀνδιζέσθω, καὶ ὁ προβεβηκὼς παιδευέτω, καὶ ὁ γηραλέος τρεχέτω, καὶ μηδεὶς ἀμελείτω μηδὲ καταφρονείτω μηδὲ δισταζέτω· ὅτι ἡ ἡμέρα ἤγγικεν, ἀδελφοί μου, καὶ ὁ καιρὸς συντελεῖται τῆς ἑκάστου ζωῆς ἡμῶν. Τί γὰρ καὶ ὅσον ἔτι βιωσόμεθα χρόνον; Ποῦ καὶ πόσον ἐπιζήσομεν, ἵνα ἐκφευξώμεθα τὸ κοινὸν ἐπιτίμιον; Οὐδαμῶς· οὐκ ἔστι γὰρ ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. Καὶ εἰ ὅλως θνήσκομεν, τί ἢ ζωὴ αὕτη ἡ παίγνιος καὶ σκιοδρόμος καὶ ὀνειρόπολος; εἰ καὶ τοῖς πολλοῖς ἀσπαστὴ καὶ μακαριστή. Ἀλλ᾽ ἡμῖν γε εὖγε, εὖγε, καλῶς φρονήσασι, καὶ πρὸ θανάτου θανατωθεῖσι διὰ τῆς ἀποτακτικῆς ἀπονεκρώσεως.
Καὶ πρὸς ταῦτα τῷ ὄντι ἐφρονήσατε, ἀδελφοί μου· καὶ πρὸς ταῦτα ἤδη ὑμεῖς ἐκερδήσατε καὶ ἐπραγματεύσασθε τῶν πραγματειῶν τὴν μεγίστην. Ἀληθῶς θεόκλητοι γεγόνατε, οὐκ ἐξ ἀνθρώπων οὐ δι᾽ ἀνθρώπων, ἀλλ᾽ ὑπὸ τῆς χάριτος κληθέντες καὶ φωτισθέντες, καὶ ἀνυψωθέντες ἐν τῷ ἁγίῳ τούτῳ τάγματι. Τί λοιπόν ἐστι τὸ ζητούμενον; ἵνα ἀμέμπτως καὶ ὁσίως καὶ δικαίως τὰς ὑπολοίπους ἡμέρας τῆς ζωῆς ὑμῶν διαβιώσαντες, κληρονομήσητε ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἃ οὖν λαλῶ οὐ κατὰ ἄνθρωπον λαλῶ, οὐδὲ ἐμπαίζων, οὐδὲ φρεναπατῶν ὑμᾶς.
Αὐτοὶ ὑμεῖς οἴδατε, ὅτι ἀλήθεια τὰ λεγόμενα· καὶ οὐδὲ ἐφικνούμεθα δεόντως τὴν τῶν πραγμάτων ὁλοτελῶς ἀποκαλύπτειν ἀλήθειαν τῇ ἀσθενείᾳ τοῦ νοὸς ἐπὶ τῶν ῥημάτων μου· ἐπεὶ ἀφ᾽ ῶν ἐστι χωρῆσαι διάνοιαν ἀνθρωπίνην ἰδεῖν τὴν ἀλήθειαν, εἰ κατανοήσαμεν, πολὺ ὅτι βελτιωσόμεθα ἑαυτοὺς, καὶ πολλὰς πηγὰς δακρύων ἐκχέομεν, καὶ πολλὴν σπουδὴν ἐπιδειξόμεθα, καὶ χαριούμεθα ἐπιτιμώμενοι καὶ προσπλησσόμενοι, εὐφρανθησόμεθα· καὶ ἀτιμαζόμενοι, ἀγαλλιασόμεθα, καὶ τοῦτο μᾶλλον ἀνάπαυσιν ἡγησόμεθα, ὅτι στερόμεθα καὶ παραθεωρούμεθα καὶ παραλογιζόμεθα. Καὶ τί ἔτι λέγω; ἐὰν ὁ σπινθὴρ τῆς ἀγάπης τοῦ θεοῦ ἀνάπτοι καθ᾽ ἑκάστην ἡμέραν ἐν τῇ καρδίᾳ ὑμῶν, ἐπιθυμήσομεν καὶ τὰς σάρκας καταξαίνεσθαι, καὶ τὰ μέλη κατακόπτεσθαι, καὶ τὸ αἷμα καταῤῥαίνεσθαι. Ταῦτα γὰρ οἱ μάρτυρες ἀγαπήσαντες αὐτὰ πεπόνθασι· καὶ οὕτως οἱ ὅσιοι φιλήσαντες αὐτὸν ὑπομεμενήκασι· μεθ᾽ ὧν καὶ ὑμεῖς εἴητε, τέκνα μου, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.