Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 64

ΛΟΓΟΣ ΞΔ΄.
Πρώτας καθέδρας μὴ θέλειν, ἀλλ᾽ ἐσχάτας.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Οἱ στρατηγοὶ τοῖς στρατιώταις, τοῖς παισὶν οἱ διδάσκαλοι, οἱ χειροτέχναι τοῖς παιδευομένοις, καὶ ἡμεῖς ὑμῖν χρεωστοῦμεν προφθέγγεσθαι ὡς τέκνοις τὰ δέοντα. Στῆτε οὖν, τέκνα μου, πρὸς τοὺς ἀγῶνας καὶ πρὸς τὴν ὑποτακτικὴν ἄθλησιν ὑμῶν, καὶ πρὸς τὴν μαρτυρικὴν ὑπακοὴν ὑμῶν· καὶ ἡμέραν ἐξ ἡμέρας παραβιβάζοντες τὸν χρόνον τῆς παραυτίκα ζωῆς κτήσασθε τὰς ψυχὰς ὑμῶν ἐν ἀρεταῖς, καὶ ἀῤῥαβωνίζεσθε τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ θησαυρίζετε τὰ ἐν ἐπαγγελίαις ἀναποκείμενα ἀγαθά. Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τοῦ θεοῦ, σύμφημι κἀγώ· ἀλλὰ πλατεῖα καὶ εὐρύχωρος ἡ μέλλουσα ἀπαντᾶ ἡμῖν ἀνάπαυσις· οἱ δαιμονικοὶ πειρασμοὶ ἀλλεπάλληλοι οἷον ἐμπιπρῶντες τὴν ψυχικὴν ὑμῶν οἰκίαν· ἀλλ᾽ ἡ δρόσος τοῦ Πνεύματος κατασβεννύουσα τούτους προευτρεπίζει ὑμῖν τὸ ἀλλόμενον ὕδωρ εἰς ζωὴν αἰώνιον. Στενοχωρία καὶ θλίψις, ἀκηδία καὶ ὀλιγωρίᾳ, ἐργασία καὶ ἀγρυπνία, ἐπιθυμία καὶ ἀποτυχία, ῥυπαροφορησία καὶ φθειροποιία, κόπος καὶ μόχθος, τόνος καὶ πόνος, πνιγμὸς καὶ ἱδρὼς, ἐλεγμὸς καὶ παραπληκτισμὸς, ἀφορισμὸς καὶ ἀπεξορισμὸς· ἀλλ᾽ ὅμως ὑπὲρ τούτων ἁπάντων χαρὰ ὑμῖν ἀνεκλάλητος ταμιεύεται καὶ εὐφροσύνη ἀπέραντος. Δεῦρο δὴ λοιπὸν, τέκνα μου, τὰς ὀλιγοστὰς, μᾶλλον δὲ παλαιστὰς ἡμῶν ἡμέρας ταύτας γενναίως ὑπομείνωμεν, καὶ τὸν τῆς δικαιοσύνης στέφανον ἀναδησύμεθα.

Πόσα ἐπόνησαν οἱ τρισμακάριοι πατέρες ἡμῶν ἐν νηστείαις, ἐν δάκρυσιν, ἐν ἀγρυπνίαις, ἐν προσευχαῖς, ἐν πάσῃ τῇ ἀσκητικῇ ταλαιπωρίᾳ, καὶ ἄρτι οὐδεμία αὐτοῖς ἀλγηδὼν τῶν προλαβόντων. Διεδέξατο δὲ ἡ ἀγαλλίασις ἀνεκλάλητος· καὶ ἀπόλαυσις ἀειμακάριστος. Ὡσαύτως καὶ ὑμεῖς, παρακαλῶ, ἐλαφρόνως ὡς μηδαμινῶν οὐσῶν τῶν παραυθίκα θλίψεων, καὶ ὡς θᾶττον παρερχομένων καθάπερ ὅναρ καὶ σκιὰ, καὶ μηδὲν ὑποπτήζωμεν, μηδὲ κατακλάσωμεν· ἀλλὰ νεαζούσῃ προθυμίᾳ τὰς ἐντολὰς τοῦ κυρίου ἐργασώμεθα. Μὴ λυπεῖτω ὑμᾶς ὕβρις, μὴ ἐκτρεπέτω ὑμᾶς ὀνειδισμὸς, μὴ ἀποβουκολείτω ὑμᾶς ἐλεγμὸς, μὴ ῥιπτέτω ὑμᾶς παροξυσμὸς, μὴ ἀποτυμπανιζέτω ὑμᾶς ὑπερηφανία· κάτω νενευκότες ὦμεν τοὺς ὀφθαλμοὺς, ἄνω δὲ τὴν ψυχὴν, εἰς ἀλλήλους χρηστοὶ καὶ ἐπιεικεῖς, ὑπομονητικοὶ, ἀνεκτικοί· Ἔτυχε καὶ ἐλάλησε σκληρότερόν τι, παρὰ τοῦτο τί ὑβριοπαθεῖς τέκνον; Ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, — Δαιμόνιον ἔχεις, — ἤκουσε, καὶ σεσιώπηκε· καὶ — ἐν Βεελζεβοὺλ ἐκβάλλεις τὰ δαιμόνια· — ὠνειδίσθη καὶ οὐκ ἐταράχθη, καὶ ἡμεῖς φύσει τεταπεινωμένοι, καὶ ἀξιώματι ὑπάρχοντες, ἀνακανθαρούμεθα ὥσπερ σῦες· Τί μὴ τρυγῶμεν μᾶλλον τὴν γλυκύτητα τῆς ταπεινοφροσύνης; Τί μὴ μανθάνομεν τὴν πεῖραν καλῶς τῆς ὑποταγῆς; Τί μὴ κτώμεθα τὰ ἐργαλεῖα τῶν ὄντως μοναχῶν; Ταῦτα δὲ οὐ τὸ γράφειν ἐστὶν, οὐ τὸ ψάλλειν, οὐ τὸ νίπτειν τὰ χειρίδια, οὐ τὸ ἀνατείνειν τὴν ἡλικίαν, οὐδὲ τὸ καλὰ περιβεβλῆσθαι ἱμάτια· οὐδὲ τὸ θρύπτεσθαι καὶ ἀκκίζεσθαι, οὐδὲ τὸ σεμνύνεσθαι καὶ ἠθικεύεσθαι κοσμικῶς· οὐδὲ τὸ μεγαλοῤῥημονεῖν καὶ αὐθαδειάζειν καὶ ἀντιτείνειν, καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον. Ἀλλὰ τὸ ἔχειν πρόθεσιν ἐσχατίζουσαν, καὶ ἡγεῖσθαι τοὺς πολλοὺς ὑπερέχοντας, καὶ μὴ προχείρως ἐκφέρειν λόγον καὶ μάλιστα σκληρότερον· τὸ μὴ πέρπερον εἶναι καὶ εὐπερίβλεπτον, μᾶλλον δὲ δύσβλεπτον, ἀλλὰ τὰ ταπεινὰ, ὡς εἴρηται, διώκειν, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι τὸ ἐξαγγελτικὸν εἶναι τὸ ἀγαπητικὸν, τὸ ἄμαχον εἶναι καὶ ἄφθονον.

Πάντα οὖν ἐξεδιδάχθητε, ὡς διδακτοὶ θεοῦ· τὰ ἀρεστὰ αὐτῷ πράττετε· καὶ τέλος κατὰ τὰς παρούσας ἡμέρας φέρετε γενναίως, τέκνα μου, καὶ τὴν παροῦσαν ἀσθένειαν· νοσηλεύεσθε γὰρ οἱ πολλοὶ, εὐχαρίστως δέχεσθε τὰ διδόμενα· εἰ δὲ καὶ χρεία γένηται ἄλλου, ἐν ὑπομονήσει ταπεινῇ· καὶ κατὰ πάντα ἐστὲ ἄρτιοι καὶ εἰλικρινεῖς καὶ εὐπρόσωποι, πληροῦντές μου τὴν χαρὰν, ἵνα τῷ αὐτῷ στοιχῆτε κανόνι ἐν μιᾷ τῇ ἐλπίδι τῆς κλήσεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·