Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 65

ΛΟΓΟΣ ΞΕ΄.
Τὴν ἰδίαν φρόνησιν εἶναι μωρίαν.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἐλλιπής ἐστιν ὁ λόγος πρὸς τὴν ταπεινὴν ἡμῶν πρόθεσιν· ὅτι ἡ μὲν πολλὰ ἐπιφέρει, ὁ δὲ στενὸς ὢν, ἐπ᾽ ὀλίγον τι καὶ κατὰ μικρὸν διαγορεύει τὰ διανοήματα. Οὐ τοίνυν διὰ τοῦτο καταναρκήσομεν, οὐδὲ ἀμελήσομεν τοῦ ἐπιμελητικοῦ καθήκοντος· ἀλλὰ νύξομεν καὶ ἑαυτοὺς ἐπεγείρομεν, τὰ τῆς δυνάμεως ἡμῶν ποιεῖσθαι· οἶδα δὲ ὅτι καὶ αὐτοὶ εὐαίσθητοι ὄντες καὶ συνειθισμένοι τὰς ἀκοὰς, ἐξ ὀλίγων ἀρκεσθήσεσθε, τὰ πολλὰ ἀφ᾽ ἑαυτῶν συνεισφέροντες. Ἄνω τοίνυν τὸ ὄμμα τῆς διανοίας, τέκνα· ὦδε γάρ εἰμι λέγων, καὶ τὸν τοῦ μακαρίου ἐκείνου πατρὸς ἀοίδιμον λόγον ἐπιφῶμεν· Ἀρσένιε δι᾽ ὃ ἐξῆλθες· διὸ τοιγαροῦν ἐξήλθομεν καὶ ἐληλύθαμεν ἐνταῦθα, τέκνα, κατανοοῦντες καὶ ἐρευνῶντες, μὴ πεσώμεθα· διὰ τοῦτο δὲ πάντως, ἵνα θεὸν κτησώμεθα, ἵνα βασιλείαν οὐρανῶν κληρονομήσωμεν, ἵνα υἱοὶ ὑψίστου χρηματίσωμεν· ἵνα μηκέτι ὦμεν σὰρξ καὶ αἷμα, ἃ οὐ κληρονομεῖ βασιλείαν οὐρανῶν· ἀλλ᾽ ὅλοι θεοειδεῖς καὶ πνευματικοὶ· πατέρα καὶ μητέρα μὴ καλέσητε ἐπὶ τῆς γῆς φησιν ὁ κύριος· εἷς γὰρ ἐστιν ὑμῶν πατὴρ καὶ διδάσκαλος· Ταῦτα δὲ μοὶ εἴρηται, ἵνα μὴ ἀναμνημονεύωμεν καὶ λυπώμεθα ἐν ταῖς τυχούσαις ἀκοαῖς· καὶ ὅτι οὕτως δὲ καὶ τοιώσδε διαφέρεται ὁ γεννήτωρ ἢ ἡ τεκοῦσα ἢ ὁ σύναιμος· κλήσει ἁγίᾳ κέκληκεν ὑμᾶς ὁ θεὸς κατὰ τὴν κλῆσιν αὐτοῦ τὴν ἐπουράνιον.

Διαμείνωμεν, ἀδελφοὶ ἠγαπημένοι· ἐβεβαιώθητε, ἐστηρίχθητε, ἐδυναμώθητε ἐλευκάνθητε ὡς χιὼν τῆ ἀγγελικῇ καὶ καθαρᾷ ὑμῶν πολιτείᾳ· καὶ τολμῶ εἰπεῖν, φωστῆρες ἐστὲ ἐν τῇ βασιλευούσῃ πόλει, οὐ μόνον τοῖς ἐν κόσμῳ, ἀλλὰ καὶ τοῖς ὁμοσχήμοις τῷ καλλίστῳ ἐπιτηδεύματι τῆς ἀγωγῆς ὑμῶν, καὶ τῇ πατρομοίῳ ἀρχαιοτάτῃ ἐπιζηλώσει, καί γε μακαρίζεσθε ὑπὸ πολλῶν, καὶ νεόκτιστόν τι ἐστὲ σύναγμα καὶ καινότατον ἄθρισμα παρὰ τὴν παροῦσαν γενεὰν καὶ ἀκουόμενοι, καὶ ὀρώμενοι. Ἀλλ᾽ οὐκ ἐμὸν τὸ κατόρθωμα τῆς δὲ ὑμετέρας πρὸς θεὸν, εἰλικρινοῦς ἐπιποθήσεως. Ἄραντες οὖν ἤρατε τὸν σταυρὸν τοῦ κυρίου, καὶ οὐ παικτῶς καὶ ἐπιπλάστως αὐτῷ ἀκολουθείτε κόσμῳ καὶ αὐτῷ μεμερισμένοι· ἀλλὰ τὸ πᾶν ἀνεθήκατε καὶ ἀφιερώσατε τῷ πνεύματι καὶ συνήχθητε καὶ συνωμολογήθητε πρὸς τὴν ταπείνωσιν ἡμῶν καὶ πρὸς ἀλλήλους, ὡς οὐκ ἂν ὀστοῦν πρὸς ὀστοῦν ἑνὸς τινὸς καὶ ὁλοκλήρου σώματος· καὶ ἐπὶ πᾶσι ψυχὴ μία, ὅτι καὶ ἓν θέλημα. Ἀγωνίζεσθε· λοιπὸν, ὦ τέκνα, τὸν καλὸν ἀγῶνα ἀγωνίζεσθε· καὶ διατελεῖτε τὸν δρόμον ὑμῶν φέροντες τὰ συμπίπτοντα· γενναίως εὐφραινόμενοι καὶ κουφιζόμενοι, τοῖς ἐλπιζομένοις ἀγαθοῖς. Πνεύματα πολλὰ τῆς πονηρίας προσρήσσουσι, προσπαίουσιν ἔνδοθεν καὶ ἔξωθεν· Ἐκ γὰρ τῆς ψυχῆς, φησὶν, ἐξέρχονται διαλογισμοὶ πονηροὶ, πορνεῖαι, μοιχεῖαι, φόνοι καὶ τὰ ὅμοια. Πρὸς τὰς πνεύσεις τὰ ἱστία τῆς ψυχῆς ἀναπετάσωμεν, ἐξουρίας πλεῖν· ἀλλὰ μὴ κατὰ ποδὸς συναρπασθῆναι εἰς κίνδυνον· βράχη καὶ ὕφαλοι πέτραι οὐ μόνον ἡ ἄγνοια, ἀλλὰ καὶ ἡ ἀνεξάγγελτος ἐπίκρυψις· τοὺς προδεδηλωμένους καὶ βλαπτικοὺς τόπους φυλάττεσθε εὖ μάλα, ἐφ᾽ οἷς τίς προσρήσσεται καὶ προσαπόλλεται· δεξιὰ καὶ ἀριστερὰ μὴ προσθιτέον, τὴν δὲ μέσην καὶ βασιλικὴν ὁδόν. Διὰ τοῦτο μήτε νωθεῖς ὦμεν πρὸς τὸ καλὸν ὥσπερ τι ναρκῶδες κίνημα, μηδ᾽ αὖ διὰ θερμότητος ἀλόγου πόῤῥῳ τῆς νύσσης θέωμεν· δεξιοῦ δεξιώτερον ἐξευρίσκοντες καὶ ἀγαπῶμεν φαίνεσθαι τῶν ἄλλων κρείττους. Καὶ οἰήσει περιπειρόμενοι καὶ τὸ προφητικὸν οὐαὶ κληρονομοῦντες τῆς ταυτοσυνεσίας καὶ ταυτεπιστήμης. Σὺ οὖν τοίνυν ὦ ἄνθρωπε, φεῦγε τὴν ἀμφίκρημνον πλάνην καὶ ὀφθαλμὸν ἔχων, μὴ ζητεῖ ἄλλοθεν ἐμβλέπειν καὶ ὁδηγὸν κεκτημένος μὴ σπούδαζε παρατρέχειν· ἐνεχθήση γὰρ ἀμφοτέρωθεν εἰς βάραθρον ἀπωλείας.

Ἐμοὶ τοίνυν τὸ λαλεῖν, τέκνα, καὶ ὑπομιμνήσκειν πρόσεστιν· ὑμῖν δὲ τὸ ἀσφαλὲς, εἴπερ προσέχετε· καὶ μὴ ἐξῆτε λέγειν, ὅτι ἰδοὺ πάλιν ὁ λάλος καὶ φλύαρος περιττολογεῖ τῷ συνεχεῖ τῆς ὑπομνήσεως καὶ τῇ ταυτολογίᾳ πλήττων ἡμᾶς. Οὐ τοίνυν παύσομαι εὐκαίρως ἀκαίρως ἐλέγχων, παρακαλῶν, νουθετῶν· εἴγε ἄρα καὶ καταξιωθῶ τὸ ἀποστολικὸν πληρῶσαι ἕως ἂν ἐμπνέω· ἄλλως τε καὶ τὸ τῆς σιωπῆς φοβερὸν κρῖμα τὸ ὅσον εἰς δύναμιν ἀποσκευαζόμενος· ἀλλ᾽ εὖ οἶδα ὅτι καὶ προκόψετε μᾶλλον, καὶ οἱ καλοὶ καλλιωτέρως, καὶ οἱ χθομαλοὶ διαναστικωτέρως, καὶ οἱ πάντες εὖ πράττοντες σωθησώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·