Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 66

ΛΟΓΟΣ Ξϛ΄.
Ζωὴν δι᾽ αἰώνιον ἀθλεῖν ἐνθάδε.

ΤΕΚΝΑ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Εἰ καὶ κατὰ παράδοσιν πατρικὴν ἡ κατήχησις ἡμῖν γίνεται, ἀλλ᾽ οὐχ οὕτως ἔχει· ἐκείνων μὲν γὰρ ὁ λόγος διὰ τῶν ἀγαθῶν πράξεων ἐνεργούμενος, ἐξηχεῖτο καὶ ἠνωτίζετο εἰς τὰ βάθη τῆς καρδίας τῶν ἀκουόντων· οὗ πολὺς ἦν ὁ καρπὸς τοῦ πνεύματος καὶ ἡ ἐπίδοσις· ἡμῶν δὲ τῶν ἀναξίων ἡ φωνὴ ἅτε ὡς ἀπὸ καρδίας ῥυπαρᾶς ἐξιοῦσα, καὶ ἐρημίας ἔργων, ἰσχνὴ τίς ἐστι καὶ ἀδύναμος, μὴ φθάνουσα διεγείρειν τὴν τιμιότητα ὑμῶν, Ὅμως εὐχαριστῶ καὶ ὑπερευχαριστῶ, ὅτι οὐ κατὰ τὸ εὐτελὲς τοῦ λόγου ἡμῶν· ἀλλὰ κατὰ τὸ θερμότατον τῆς ἐπὶ θεὸν ἀγάπης ἡμῶν. ἡμέραν ἐξ ἡμέρας ἔργον ποιεῖσθε καὶ σπουδὴν τοῦ περιπατῆσαι κατὰ τὸ εὐάρεστον τῷ κυρίῳ. Ναὶ, ναὶ, τέκνα μου πορεύθητε πεποιθότες, καὶ εἷς τοῦ ἑνὸς εἰς παροξυσμὸν ἀγάπης κατανοοῦντες ἑαυτοὺς· μὴ παύεσθε εὐλαβούμενοι χρηστευόμενοι, ἀγωνιζόμενοι, ἐγκρατειόμενοι στοιχοῦντες τοῖς διδομένοις· φέροντες τὰ πάροντα, νηστείαν, ὀλιγοδεῖαν, σταθμητικὸν ἄρτον, τὸ μικρὸν πόμα τοῦ οἴνου, τὸ κοπῶδες τοῦ ἔργου, τὴν τοῦ κανόνος ἀπαρολειψίαν, τὴν ταχίστην ἐξανάστασιν καὶ παράστασιν, τὴν ὑπομονὴν μέχρι τέλους τῆς λειτουργίας· καὶ μέντοι, καὶ ταῦτα τὴν ἀδελφοῦ πρόσπληξιν, τὴν τοῦ οἰκονομοῦντος παραθεώρησιν· οὐ γὰρ πρὸς τὴν τοῦ παντὸς θέλησιν ἐπιφθάνει ἡ διοίκησις, τὴν ἄλλου προτίμησιν ἢ ὑπερανάβασιν· γίνεται γὰρ κατὰ πολλοὺς τοὺς τρόπους, τὸν τῶν ἰδίων ἀπομακρισμὸν, καὶ τὸ μὴ ἐθέλειν παραβάλλειν εἰς τοὺς πατρικοὺς οἴκους, τὸ στιχολογητικὸν, τὸ πρᾶον, τὸ ἀνεξίκακον, τὸ ἀγόγγυστον· γογγύσει γάρ τις, ἁμαρτία αὐτῷ φησιν.

Ἰδοὺ τὰ ἄθλα, τὰ σκάμματα τῶν ὑποτακτικῶν, ἐν τούτοις τὸ μαρτύριον· ἀντὶ πυρὸς καὶ ὀβελίσκου καὶ ἀρτεμβόλων καὶ τροχῶν καὶ καταπελτῶν καὶ ξιφῶν καὶ σταυροῦ τὰ εἰρημένα καὶ ῥηθησόμενα, ὕβρις, ἀτιμία, ἐπιτίμια, παραστάσιμον, ξηροφαγία, τῆξις σαρκὸς, ἐξ ἐγκρατείας βία, ὑπομονὴ, εὐτελεία ἱματίου, ὑποδήματος ἢ σκεπάσματος, οὗ τινος ἄλλου τῶν κατὰ τὴν ζωήν. Ἐπεὶ οὖν στέφανοι ἡμῖν τῆς ἀθλήσεως, μαρτυρήσωμεν κατὰ συνείδησιν, ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὦ ἀδελφοὶ καὶ συστρατιῶται, ἵνα σὺν τοῖς ἁγίοις μάρτυσιν εὑρεθησώμεθα, ἀντὶ τῆς ἐκ τούτων στενώσεως καὶ θλίψεως καὶ στενοχωρίας ἀναδιδομένης ἡμῖν ζωῆς αἰωνίου, χαρᾶς ἀνεκλαλήτου, φωτὸς ἀπροσίτου, εὐφροσύνης· Ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία φησί. Πόλις οὖν ἡμῖν οὐ πάρεστι διὰ τῆς ἀποταγῆς, ἀλλὰ πολῖται τῆς ἄνω Ἰερουσαλὴμ γενησόμεθα. Πατέρα κατὰ σάρκα καλεῖν οὐκ ἀνεχόμεθα· καὶ διὰ τοῦτο πατέρα τὸν κύριον ἐν τῷ αἰῶνι ἐκείνῳ εὑρήσομεν· ἄκληροι ἐπὶ γῆς ἐσμὲν, ἀλλὰ κλῆρος ἡμῖν μετὰ Χριστοῦ δοθήσεται· τὰς ἀπολαύσεις τῆς σαρκὸς ἀπεθέμεθα· ταυτασδὶ λέγω τὰς διὰ κρεῶν πολυειδῶς κατεργαζομένας· διὰ καλοοινίας ἢ καὶ πολυοινίας ὄψων πολυαρτύτων, ἄρτων ἐξειλεγμένων, καὶ ἄλλων δι᾽ ὧν ἡ κοιλία θεὸς ὀνομάζεται τῶν φιληδόνων· ἀλλ᾽ εὖ ἴστε ὅτι ἀντὶ τούτων, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη τρυφήσετε· γυναῖκα οὐ περιφέρετε, οὐδὲ τὴν τῆς ἐπιθυμίας ἡδονὴν ἐπληροῦτε· ἀλλὰ σύζυγον εὑρήσετε τὸ πανάγιον Πνεῦμα, καὶ ἡ ἡδονὴ τῆς ἀφθαρσίας καταλάβῃ ὑμᾶς.

Διὰ τοῦτο χαίρετε· καὶ πρὸς ταῦτα ὁρῶντες, μὴ ἀποδυσπετεῖτε, μὴ κατοκνεῖτε, μὴ πτοεῖσθε, μηδὲ τὰ παρόντα, μηδὲ τὰ γενησόμενα κἂν εἰ βαρυτέρα προσγίνωνται. Τί δὲ λέγω ταῦτα; κἂν πῦρ κἂν ξίφος, κἂν θάνατος, πάντα δεύτερα ἡγούμενοι, ἔχεσθε τῆς μακαρίας ὁδοῦ ἡμῶν· ὁρᾶτε γὰρ διὰ τῆς τῶν ἀδελφῶν ἡμῶν κοιμήσεως, ὅτι μὴ τῷ θανάτῳ πᾶσαν ὥραν πλησιάζομεν. Χθὲς εἷς παρῆλθε καὶ ἄλλος πρὸ ἡμερῶν, καὶ ἐπὶ θύραις ἔτερος ἵσταται· καὶ μετ᾽ αὐτὸν τίς ἄρα; ἴσος ἐγὼ ὁ ἄθλιος, οὗ ἡ ἀπαλλαγὴ τάχα σωτήριος ὑμῖν γενήσεται. Πλὴν οἱ ὀφθαλμοί μου διὰ παντὸς καὶ ἡ μέριμνα ἐν τούτῳ τήκονταί μου τοὺς μυελοὺς, καὶ δαπανῶνται αἱ πονηραὶ σάρκες εἰς τὸ σώζεσθαι πάντας ὑμᾶς· τῆς δὲ ἁμαρτίας ἐνεργουμένης, κατὰ κενῆς ὁ κόπος. Γινώσκετε ὅτι ἐπαύξετε ἡ ἀδελφότης· καὶ ὡς ὁρᾶτε ὅτι καὶ ἀπὸ ἀλλοδαπῆς προσῆλθον ἡμῖν ἀδελφοὶ, καὶ ἄλλοι ἐκ τῶν ἐνταῦθα προσλαλοῦσι. Καὶ τίς ἐπιστήμων ἢ δυνατὸς ἀφηγεῖσθαι τοῦδε τοῦ ποιμνίου; καὶ ἐκτρέφειν αὐτὸ ἐν χλόῃ διδασκαλίας χρηστῆς καὶ ζωηφόρου, καὶ μή πως ἐπὶ κρημνοῦ ὠθίζειν διὰ τῆς ἀμελείας, ἀλλὰ καὶ τὸ ἀῤῥαστοῦν ἐπισκέπτεσθαι κατὰ ψυχὴν, καὶ τὸ συνδεσμεῖν, καὶ τὸ πεπλανημένον ἀνακαλεῖσθαι, καὶ τὸ ἠσθενηκὸς ἐνισχύειν, ἀποσοβεῖν τε τοὺς νοητοὺς λύκους, ἀσφαλῶς διατειχίζειν τὴν ποίμνην ἐν εὐχῇ καθαρᾷ καὶ κραταιᾷ; Ταῦτα τὰ ἔργα τοῦ ἀληθοῦς ἐπιστάτου. Τί δὲ λέγετε αὐτοὶ πρὸς τὰ ἐμὰ κακὰ ὁρῶντες, ἢ ἐπαίρειν ὁσίας χεῖρας ὑμῶν, καὶ βοᾶν ἀπὸ καρδίας εἰς θεὸν, ἵνα δι᾽ ὑμῶν, ἔλθῃ ἐπ᾽ ἐμὲ ἰσχὺς, καὶ ἀναστήσῃ με ἐκ τοῦ πτώματος τῶν ἁμαρτιῶν μου καὶ δώσει εἰς καταρτισμὸν τῶν ψυχῶν ὑμῶν;

Γινώσκειν δὲ ὑμᾶς βούλομαι τὸ λυπηρὸν τῆς ψυχῆς μου, ὅτι ὁ τελευτήσας ὁ ἀδελφὸς διὰ τὰς ἁμαρτίας μου ἀσυνείδητος παρῆλθεν· εὑρέθησαν γὰρ ἐν αὐτῷ δύο ἀργύρια· καὶ φεῦ τῆς ἀπανθρωπίας μου! ποῦ αὐτὸν κεκράτηκεν ὁ διάβολος; ἐν ποίᾳ ἐλπίδι δύο ἀργύρια ἐλογίσατο εἶναι ἀντάξια βασιλείας οὐρανῶν; Οὐ γὰρ εἰκῆ τοῦτο παρορῶ, τέκνα μου· ἀλλὰ πολύς εἰμι περὶ τὸ πρᾶγμα κατασκεπτόμενος· καίπερ πολλάκις ἠνειχόμην αὐτοῦ ἐμπίπτοντος εἰς τὰ τοιαῦτα· ὀβολὸν, ἢ ῥαφίδα, ἢ πινακίδιον, ἢ λωρίον, ἢ ῥαμματίδα ἢ ἄλλο τι ἀποκρατεῖν ἢ ἀποκρύπτειν, καὶ δι᾽ αὐτοῦ ἀναπληροῦν ὅλον τὸν τόπον τῆς ἁμαρτίας δίκαιον ἐστι; Οὐκ ὁρᾶτε ὅτι ταῦτα ἐν τῷ ἁγίῳ Κασιανῷ γέγραπται· Καὶ ἀναπληροῖ τὸν τόπον τῶν ἕνδεκά φησι κατὰ τὸν θεῖον Μάρκον τὸ ἓν ἁμάρτημα. Οὔπω γὰρ ἔσχεν ὁ ταπεινὸς ἐκεῖνος μίαν ψυχὴν καὶ καρδίαν, καὶ ἀποταγὴν· τὸ οἰκεῖον λογιζόμενος καὶ ἔχων· ἐν γὰρ τῷ θησαυρῷ αὐτοῦ ἦν ἡ ψυχὴ αὐτοῦ; ὥσπερ γάρ τις κεκλοφὼς ἓν τάλαντον χρυσίου, καὶ ἕνα ὄβολον πάλιν ἄλλος, ὑπεύθυνοι ἐξίσου τῷ κλέμματι γεγόνασι, καὶ ἂν διάφορος καὶ ἡ κλεψία καὶ ἡ τιμωρία. Οὕτω καὶ ἡ ἀποθησαύρισις ἐν τοῖς ἀποτακτίταις, κἂν ἐν ῥαφίδι εὑρεθῇ ἀναλόγως ἐντάσσεται εἰς κρῖμα παρὰ τῷ δικαίῳ κριτῇ. Καὶ οἴμοι οἴμοι, τῷ ἁμαρτωλῷ· πῶς ὑμᾶς ὑποσκελίζει ὁ διάβολος; Τί κρίνετε; τί δίδοτε ἀπόφασιν; Οὐ φοβεῖσθε φόβον μέγαν, καὶ τρέμετε δικαιώματα θεοῦ; Εὐξώμεθα τοίνυν ὑπὲρ αὐτοῦ, παρακαλῶ τέκνα μου, καὶ ποιήσωμεν πάντες μίαν ἑβδομάδα, κατ᾽ ἑκάστην ἡμέραν ὑπὲρ ἐκείνου ποιοῦντες τρεῖς μετανοίας καὶ τριάκοντας εὐχὰς, ἵνα κύριος παραβιβάσῃ τὸ ἁμάρτημα αὐτοῦ· εἰ ὅλως καὶ παραβιβάσει· πλὴν δυνατός ἐστιν ἐπακοῦσαι τῆς δεήσεως ἡμῶν.

Καὶ ταῦτα μὲν ἐπ᾽ ὀλίγα λελάληκα ἀρτίως, θεοῦ δὲ διδόντος λόγον ἐν ἀνοίξει τοῦ ταπεινοῦ μου στόματος, καὶ ὑμῶν προθυμουμένων ἀκούειν ἐν καιρῷ τῷ δέοντι, μᾶλλον δὲ ὡς ἂν ἐμπνέωμεν, καὶ λαλήσομεν, καὶ ὑπομνήσομεν, καὶ διδάξομεν ὑμῖν τά τε παρόντα, τά τε μέλλοντα, ὡς οἷοι τε ἐσμὲν, ἵνα μή που τῷ κέντρῳ τῆς ἁμαρτίας πεσόντες ὀλισθήσωμεν εἰς βάραθρον ἀπωλείας· μᾶλλον δὲ ὀρθοποδοῦντες τύχωμεν τῶν ἐπαγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·