Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 67
ΛΟΓΟΣ ΞΖ΄.
Πτώσεις ἰδίας ἐννοεῖν τὰς τῶν πέλας.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Τὸ καθ᾽ ἡμᾶς τί ἔοικεν ἄλλο ἢ καθὼς καὶ αἱ θεῖαι ὑποθῆκαι φασὶν, ἢ κυβερνήτου τάξις καὶ τρόπος; Πολλὰ οὖν εἴωθε τῷ κυβερνήτῃ συμβαίνειν πλέοντι τὸ μέγα τοῦτο καὶ νοητὸν πέλαγος· πνεύσεις ἀνέμων ἤτοι πνευμάτων ἀκαθάρτων, κυμάτων ἀλλεπαλληλίαι, τάραχος καὶ κλύδων ἀκαταμάχητος· Ἦχους γὰρ κυμάτων αὐτῆς, κατὰ τὸ ψαλμικὸν, τίς ὑποστήσεται; Καὶ οἶον ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων αἱ ψυχικαὶ ὀκλάδες ἡμῶν τῶν ταπεινῶν. Ἐπεὶ οὖν ταῦτα οὕτως ἔσθ᾽ ὅτε συμβαίνει καὶ κυματίζεσθαι ἡμᾶς καὶ ἐπικλύζειν τὸ ὕδωρ καὶ διατινάσσεσθαι τὸ πλοῖον καὶ διαῤῥήγνυσθαι σχοίνους καὶ φέρεσθαι κατὰ βράχους, οὐκ ἀθυμητέον ἐν τούτῳ, εἰ καὶ ἀθυμητέον, ἀλλ᾽ οὖν οὐδὲ ἀφετέον· ἀλλ᾽ ἔτι μᾶλλον καὶ νεανικῶς διεγερτέον· ἐν ᾧ καὶ ἡ δοκιμὴ τοῦ κυβερνήτου, καὶ τῆς περισώσεως τὸ θαῦμα. Ἐπεὶ εἰ πρὸς τὰς ἀντιπνεύσεις τῶν πνευμάτων καὶ τὰς εἰσκλύσεις τῶν ὑδάτων καὶ τὰς εὐμεταπτώτους τῶν πορισμάτων ἰλιγγιῶν ἰλιγγιάσει ὁ κυβερνῶν καὶ καταπέσῃ τῷ λογισμῷ, μέχρι καὶ φωνῆς καὶ εἴδους προσωπικοῦ αὐτῷ τε πρώτῳ, ἔπειτα καὶ τοῖς ναυτιλλομένοις καὶ πρὸ τοῦ κινδύνου ἐνεποίησε τὸν ὄλεθρον καὶ τὴν ἀπόγνωσιν.
Τοιγαροῦν, ὦ τέκνα, ἐὰν ἐν τῷ ταραχθῆναι τινὰς τῶν ἀδελφῶν ὡς ὕδατα θαλάσσης, ἢ ἐν τῷ διαῤῥαγῆναι τινὰ ὡς κάλως νηὸς, ἢ ἐν τῷ ἀντιλογῆσαι τινὰ καὶ αὐθαδειάσαι ὡς ἐναντίων ἀνέμων καταπέσωμεν ἡμεῖς οἱ τάλανες, παραλύομεν ὑμᾶς ἐφ᾽ ἅπαξ, καὶ φερόμεθα κινδυνεύοντες ἀκυβερνήτως. Θλιπτικὸν οὖν καὶ τὸ ἐξ ἀβουλίας ἀποῤῥαγῆναι ἀδελφὸν, ὥσπερ νῦν ἐπὶ τοῦ ταπεινοῦ συνέβη Ἀρσενίου. Πῶς γὰρ οὐ λυπητικὸν καὶ τὸ ἀσυστροφεῖν τινὰ καὶ κατακλυδωνίζεσθαι; Δίκαιον γὰρ· ἀλλ᾽ οὐ μέντοιγε διατοῦτο ἐγκοπτέον τῆς προθέσεως ἡμῶν καὶ τῆς διαπλεύσεως· ζητεῖν δὲ μᾶλλον καὶ τὰ διαῤῥησσόμενα συνάπτειν καὶ τὰ ἐναντιούμενα ὁμαλίζειν, καὶ πάντα ποιεῖν καὶ λέγειν πρὸς τὸ συμφέρον καὶ σωματικὸν ἡμῶν.
Διατοῦτο ὑπὲρ μὲν τῶν ὀλισθαινόντων ἀεὶ προσευχώμεθα, καὶ μάλιστα ὑπὲρ τοῦ εἰς ἀπόνοιαν ἐμπεσόντος, οὗ οἴδατε οἰηματία καὶ λαιλαπιστοῦ καὶ φενακιστοῦ. Οὐ γὰρ οὕτως μισεῖ ὁ θεὸς καὶ ἀποστρέφεται πτωματιζόμενον, ὡς τὸν ὑπερήφανον· φησὶ γὰρ καὶ ὁ Ἀδελφόθεος· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἑαυτοὺς δὲ περιφρουρήσωμεν καὶ ἀσφαλισώμεθα, καὶ ἐκ στόματος ζητοῦντος καταπιεῖν ἡμᾶς δράκοντος διὰ τῆς ἀναχωρήσεως ἀποφύγωμεν, καὶ εἰς τὰς αὐλὰς τῶν ἐντολῶν τοῦ κυρίου διαμείνωμεν. Ἐκεῖ ἐκτρεφόμενοι καὶ ἐκεῖ νομευόμενοι ἔνθα οὐ λοιμική τις καὶ νοσερὰ καὶ θανατικὴ βοτάνη, ἀλλὰ ζωηφόρος καὶ εὐεκτοῦσα καὶ λιπαίνουσα τὰς τιμίας ὑμῶν ψυχὰς· καὶ ἐκεῖ ποτιζόμενοι, ἔνθα οὐ δυσπρόσιτα πόματα καὶ πικρίζοντα τῶν ἁμαρτημάτων, ἀλλὰ γλυκερὰ καὶ ἀναπαυστικὰ καὶ θεοδώρητα νάματα. Τὴν πέτραν ἐπέταξεν ἡμῖν ὁ θεὸς· πίνετε ὕδατα τὰ σωτήρια· τὸ μάννα οὐρανοδώρητον, ἀναλέγετε καὶ σιτίζεσθε· ἡ θάλασσα σχίζεται, διέρχεσθε καὶ πορεύεσθε καὶ περαιοῦσθε εἰς τὴν γῆν τῶν αἰωνίων ἀγαθῶν. Καὶ ἵνα μὴ μακρύνω τὸν λόγον διὰ τὸ βραχυμερὲς τῆς νυκτὸς τὰ πάντα κατέχετε, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπέχεστε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.