Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 68
ΛΟΓΟΣ ΞΗ΄.
Στείβειν ἀτραπὸν τὴν μέσην, μονωτάτην.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἐξ ἀποστολικῆς προσφωνήσεως ἀπάρξομαι ὑμῖν τῆς παρούσης κατηχήσεως· Χαίρετε ἐν κυρίῳ πάντοτε. Καὶ ἵνα τί γὰρ μὴ χαρᾶς ἔμπλεοι ἐστὲ καὶ γεγηθότες πορεύεσθε· ὅτι ἠξιώθητε ἐν τῷ εὐαγγελικῷ σχήματι τούτῳ προληφθῆναι ὑπὸ τῆς προγνωστικῆς καὶ προοριστικῆς κλήσεως τοῦ πάντα ἐν τῇ ἑαυτοῦ σοφίᾳ διοικοῦντος θεοῦ; Καὶ ἀρτίως ἐν μετεώρῳ τινὶ τῆς ὑψηλῆς πολιτείας καθήμενοι περιωπῇ ἀποβλέπετε πρὸς τὰ τῶν ἀνθρώπων ταπεινὰ καὶ χαμαίζηλα, καὶ ὡς ἐν θαλάσσῃ κλυδωνιζόμενα, ἄλλοτε καὶ ἄλλως ὑπὸ τῆς φερομένης τῶν πραγμάτων ἀστάτου κινήσεως μεταφερόμενα. Οὐδὲν οὖν ἐπίμονον, οὐδὲ τῆς αὐτῆς ἔχεται καταστάσεως, ὡς ὁρᾶτε· ἀλλὰ καὶ βασιλεῖς μεταλλάσσονται, καὶ ἄρχοντες πίπτουσι, καὶ οἱ κρατοῦντες δυνάσται γῆς, ὡς ἄνθρωποι ἀποθνήσκουσι· οἵ τε ἐγγαμιζόμενοι ὡς μικρόν τι καὶ διαζεύγνυνται, ἀφιέμενοι καὶ ἀφιέντες· τὸ κάλλος εὐμάραντον, ἡ νεότης εὐπαρακόμιστος, ἡ ἀπόλαυσις εὐδιάβατος, ὁ πλοῦτος διαῤῥυϊσκόμενος, καὶ πᾶσα κτηματικὴ κατάσχεσις ὡς σκιὰ ὀνειροπολοῦσα τοῖς κατέχειν νομίζουσιν ἀφίσταται. Θρῆνος καὶ κοπετὸς ἐν ταῖς ἀποτυχίαις καὶ δυσπραγίαις τῶν ἐπικήρων· ἀθυμία καὶ ἀπόγνωσις ἐπὶ τῇ τῶν ἐφετῶν ἀπολειψίᾳ, δρόμος καὶ ἀγὼν ἄσπονδος ἐν τοῖς εἰκῆ καὶ μάτην σπουδαζομένοις ἢ δι᾽ ἐπιτυχίαν γαμικὴν, ἢ δι᾽ ἀξίαν ἀρχοντικὴν, ἢ διὰ κτῆσιν χρηματικὴν, ἢ διὰ νῖκος ἐπισφαλὲς, ἢ διὰ ζῆλον πλησιαστικὸν, ἢ διὰ φθόνον ἐριστικὸν, ἢ δι᾽ ὀλλυμένην καὶ φθοροποιὸν ἡδονὴν· καὶ οὐδενὶ σχεδὸν ἐν τοῖς ἑστῶσι καὶ μένουσι τὸ πυπτικὸν· ἀλλὰ συμφράζεται ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐξίσταται ἐν τῇ τοῦ βίου ἀπάτῃ καὶ ἐν τῷ ἀμελετήτῳ τοῦ θανάτου φθάζεται ὁ ἐλεεινὸς ἄνθρωπος, μᾶλλον δὲ ὁ λογικὸς καὶ θεοείκελος, ὡς ἄλογον καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν παρερχόμενον.
Τὰ παραυτίκα οὐχ οὕτως ἔστι τέκνα; Οἶδ᾽ ὅτι συμφήσετέ μοι· οὐ κατακριτικῶς, ἀλλὰ διαγνωστικῶς τὴν φύσιν τῶν πραγμάτων κατασκεπτόμενοι. Ὑμεῖς δὲ ὦ πῶς καὶ ποῦ ἐκλήθητε, ἀδελφοὶ μου, καὶ πῶς ἀνήλθετε εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ πῶς θεωρεῖτε τὰ ἐξαίσια τῆς οὐρανίου διαγωγῆς; Ἔχετε οὖν καύχημα πρὸς τὸν θεὸν μετὰ τούτων, καὶ τὸ λέγειν, ὅτι ἕνεκέν σου καὶ τοῦ εὐαγγελίου σου κατελίπομεν μητέρα καὶ πατέρα, ἀδελφοὺς καὶ ἀδελφὰς, γυναῖκα, τέκνα, συγγενεῖς, φίλους, πάντα τὰ περὶ σάρκα καὶ κόσμον καὶ τὰ τοῦ κοσμοκράτορος. Ὁ ἀναγαγὼν ἡμᾶς θεὸς εἰς τὴν περιωπὴν ταύτην κρατύνοι καὶ βεβαιώσοι ἐπὶ τὸ ποιεῖν αὐτοῦ τὸ εὐάρεστον πάντοτε ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Βλέπετε γὰρ, τέκνα μου, τὴν κλῆσιν οἷα καὶ πηλίκη· καὶ βλέψατε καὶ ἰχνηλατήσατε τὰς ὁδοὺς τῶν ἐν αὐτῇ περιπατησάντων ἁγίων πατέρων ἡμῶν. Ἀντὶ γῆς οὐρανὸς ἡμῖν πρόκειται, ἀντὶ γονέων ὁ θεὸς πρῶτος καὶ ἀληθινὸς πατὴρ, ἀντὶ συγγόνων οἱ συνασκηταὶ καὶ πνευματογέννητοι ἀδελφοὶ, ἀντὶ φίλων οἱ ἀσώματοι καὶ θεοειδεῖς ἄγγελοι, ἀντὶ θησαυρῶν πολλῶν ὁ πλοῦτος τῶν ἀρετῶν, ἀντὶ ὑψηλῶν ἀξιωμάτων ἡ μεγάλη καὶ ἀτελεύτητος καὶ ἀνεκδιήγητος βασιλεία τῶν οὐρανῶν, ἀντὶ φιληδονίας πορνικῆς ἡ γλυκεῖα καὶ ἀκόρεστος ἀπάθεια, ἀντὶ γαυρισμοῦ ἵππων καὶ περιουσίας παντοίας τὰ ἀπερινόητα καὶ ἄφραστα ἀγαθά. Φοβήθητε οὖν τὸν μόνον ζῶντα θεὸν, τέκνα μου, συμφράξατε ἑαυτοὺς καὶ θωρακίσασθε πνευματικῶς, καὶ ὁπλοφορήσατε ἐντολικῶς, καὶ ἀναλάβετε τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, καὶ καταῤῥάξασθε τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου καὶ τὰ πνεύματα τῆς πονηρίας, ἵνα λέξητε μετὰ τοῦ ἁγίου Παύλου· Τὸν ἀγῶνα τὸν καλὸν ἠγωνισάμεθα, τὸν δρόμον τετελέκαμεν, τὴν πίστιν τετερήκαμεν, λοιπὸν ἀπόκειται ἡμῖν ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει ἡμῖν ὁ κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀναβαίνουσι ἕως τῶν οὐρανῶν, ὥς φησιν ὁ ψάλλων, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων. Τοῦτο δὲ ἡμεῖς ἐκλαβώμεθα ψυχικῶς. Ἔστι δὲ πῶς ἡ κατὰ μικρὸν κατόρθωσις· ἀνίησι γάρ τις εἰς ἀκρότητα τῆς ἀρετῆς, καὶ διὰ τῆς ἀμελείας κάτεισιν εἰς τὸ βάραθρον τῆς ἀπωλείας.
Τίνα δὲ τὰ αἴτια, ὑμεῖς ἀποκρίθητε ὧν καὶ ἡ γνῶσις, τὰ μὲν δεξιὰ ἡ χριστομίμητος ὑπακοὴ, ἡ θεοσύζευκτος ταπεινοφροσύνη, τὸ ἀπέρπερον, τὸ ἀφιλόπρωτον, τὸ ἀφιλένδεικτον, τὸ ἁπλούστατον, τὸ ἀχαιρέκακον, τὸ ἀφιλότιμον, τὸ ἀγελοίαστον, τὸ ἀκαύχητον, τὸ ἀναπόμπευτον τῆς προτέρας τοῦ βίου διαγωγῆς· ὡς ὅτι ἐγώ, φησι, ἤμην τοῦ δεῖνος· καὶ τάδε μοι ὑπῆρχε, καὶ τοιῶσδε διεπραξάμην. Ὦ τῆς αἰσχύνης· ἐν οἷς ἔδει ἐγκαλύπτεσθαι, ἐν τούτοις ὡραίζεται, μὴ εἰδὼς τὸ θεομίμητον αὐτοῦ ἀξίωμα. Προσθήσω δὲ τοῖς προλεχθεῖσι ἐπαγόμενος καὶ τὸ σύννουν καὶ εὐκατάμικτον εἰς τὴν ἀδελφότητα, καὶ τὸ εὐαπολόγητον καὶ προσκεκυφὸς τῶν αὐχένων καὶ τῆς κεφαλῆς. Οἱ μὲν γάρ εἰσι ὡς ἱέρακες ἀνατεινόμενοι. Ἀλλ᾽ ὦ τῆς αἰσχημοσύνης μετὰ τούτων καὶ τῶν βλεφάρων κάτω νενευκὸς καὶ τὸ ἀπερίκλυστον τῆς χειρὸς καὶ τοῦ ποδὸς, τὸ ἠμελημένον καὶ ῥυπῶδες τῆς ἐσθῆτος, καὶ πρό γε πάντων καὶ μετὰ πάντων, τὸ ἐξαγγελτικὸν κατὰ πᾶσαν κίνησιν τῆς ψυχῆς. Καὶ ἵνα μὴ μακρὰν ἀποτείνοιμι λόγον, καὶ ὅσα τῆς αὐτῆς ἔχετε δυνάμεως ἀριστειῶν. Τὰ δὲ εὐώνυμα ἡ τοῦ θεοῦ ἀφοβία, οὗ δὲ φόβος θεοῦ ἀπολείπεται, ἐκεῖ πᾶσα πικρία καὶ θυμὸς καὶ βλασφημία, κατὰ τὸν ἀπόστολον, καὶ τὰ ἀκόλουθα τούτων, ὀγκότης φρονήματος, οἰδησμὸς προσώπου, ἐκστροφὴ ὀφθαλμῶν, διάνοιξις μυκτήρων, δῆσις βλεφάρων, τριχὸς ἀναπηδησμὸς, ὥσπερ τινας ἔστιν, ὅτε ἐκ τῶν ἐμῶν ἁμαρτιῶν ὁρῶ καθάπερ σῦας διαστρεφομένους ἐν μέσῳ τῆς ἀδελφότητος, ἀμνημονήσαντας τῶν πρὸς θεὸν συνθηκῶν καὶ τῶν φρικτῶν ὑποσχέσεων, καὶ τὸ μᾶλλον ἀπαντᾷν φοβερὸν ἡμῖν κριτήριον.
Ὦ ἀνόητοι, καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ μὴ συνιέναι, ἐφ᾽ οἷς διελαλήσαμεν τὸ πρότερον, καὶ οἷα συνεταξάμεθα ἀσπάζεσθαι. Οὐχὶ ταῦτα καθωμολογησάμεθα διψῇν καὶ πινῇν, γυμνητεύειν καὶ μυκτηρίζεσθαι καὶ χλευάζεσθαι καὶ λογχεύεσθαι καὶ ἀποθνήσκειν; Καὶ ποῦ, μάταιε καὶ ὅμοιέ μου, ὅτι πρὸς ταῦτα ἐκ μικρῶν συμβάσεων ἀνατρέπῳ. Διὰ τοῦτο ἥκατε πάντες εἰς διαλογισμὸν· συνέλθετε εἰς φόβον θεοῦ· καὶ μὴ, ἃ ἀπειπάμεθα, ἀναλαμβάνωμεν· καὶ μὴ τοὺς κοσμικοὺς κατακλαίοντες, ὑπ᾽ αὐτῶν ἡμεῖς καταθρηνηθῶμεν κἀντεῦθεν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Τί ὅτι καλῇ ἅγιος; Τί ὅτι εὐλογεῖσθαι ἐπιζητοῦσιν οἱ ἄνθρωποι ὑφ᾽ ἡμῶν τῶν ἀγρίων καὶ ἀνευλογήτων; Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ταῖς εὐχαῖς τῶν πατέρων ἡμῶν συντηρήσοι καὶ τοὺς εὐθυποροῦντας ἔτι ἐν τῇ ὁδῷ αὐτοῦ, καὶ τοὺς ὑποσκελιζομένους ἐπεισάξοι εἰς τὰς τρίβους τῶν ἐντολῶν αὐτοῦ· καὶ δῴη μετὰ τῶν προειρημένων ἀπέχεσθαι ὑμᾶς καὶ γελοίου παντὸς καὶ τῆς ὀλεθρίου παῤῥησίας καὶ τῆς συμπλησιάσεως καὶ κροτήσεως σαρκὸς χειρῶν· ὡς γὰρ μὴ ἀκούσαντές τινα τὸ παράπαν τῶν τοιούτων παραγγελμάτων ὀλισθαίνουσι πειραζόμενοι. Ἀλλ᾽ ὑμεῖς μὲν ἅπαντες σώθητε καὶ σώξοισθε εὖ οἶδ᾽ ὅτι, εὔξασθε καὶ ἐμοὶ τῷ ἀσώτῳ καὶ αὐτοκαταρίτῳ, μὴ ἐμβληθῆναι εἰς κάμινον πυρὸς αἰωνίου· ἀλλὰ ποῦ ποτε σὺν ὑμῖν ἔσχατον εὑρεθῆναι εἰς ζωὴν ἀτελεύτητον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.