Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 69

ΛΟΓΟΣ ΞΘ΄.
Πράξεις μιμεῖσθαι τῶν ὁσίων πατέρων.

ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Ἀξίως μὲν ὑμῶν οὐκ εἰμὶ οὐδὲ εὑρίσκομαι ἐκπληρῶν τὴν καθήκουσαν ἐπιστασίαν ἐφ᾽ ὑμῖν, πλὴν ὅτι μέριμνά μοι καὶ φροντὶς περὶ πάντων ὑμῶν οὐ μικρὰ, ἀλλὰ καὶ ἀδολεσχία καὶ διανόησις καὶ θροησμὸς καὶ ἀνατιναγμὸς τῆς καρδίας μου· οὐκ οἶδα δὲ μή τι καὶ πρόσκομμα οἷον καὶ τὸ φθάσαν χθὲς καὶ τρίτην ἡμέραν· οὐχὶ γὰρ ὁ ἐχθρὸς καὶ πολέμιος προσραγεὶς ἀφήρπασεν ἕνα ἀδελφὸν ἐκ τῆς θεολέκτου στρατείας ἡμῶν; ἀλλ᾽ ἐκεῖνος μὲν ἐπανήχθη χάριτι Χριστοῦ. Τί δὲ τἆλλα; Οὐχὶ καθημέραν μετὰ τοσαύτης καὶ τηλικαύτης ἐπείξεως αὐτοῦ τοῦ ταπεινοῦ ἡμῶν λόγου, θείας τε ἀναγνώσεως καὶ πατρικῆς ἐντεύξεως, προσευχῆς τε ἀεννάου, καὶ κανονικῆς ἐπιστήμης· ἔτι ἀστασίαι καὶ μικροψυχίαι, γογγυσμοί τε καὶ παρακοαὶ, ὑπεριφανίαι τε καὶ κενοδοξίαι, ἀργολογίαι τε καὶ παῤῥησίαι, ὕπνοι τε βαρεῖς καὶ ἐπ᾽ αὐτοῦ τοῦ κανόνος· ἀβλεψίαι τε καὶ χλιαρότητες, ἀνυπομονησίαι τε καὶ ὀλιγοψυχίαι τῶν τινῶν. Οὐ γὰρ ἁπάντων κατηγορήσω· οὐ γὰρ θέμις. Εἶθα τί με οἴεσθε ἐν τούτοις γίνεσθαι; καὶ ὁπόσον ἀθυμεῖν καὶ καταδύεσθαι καὶ ἀπολέγειν τῆς ἐμαυτοῦ ζωῆς; Τὸ δὲ αἴτιον, ὡς εἴρηται, αἱ ἐμαὶ ποικίλαι καὶ μυρίαι ἁμαρτίαι εἰσίν.

Ἀναβλέψατε οὖν, τέκνα, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε πῶς ἐβίωσαν οἱ πατέρες ἡμῶν· ἐπίγνωτε τὸ πολυχρόνιον αὐτῶν τῆς καρτερίας, καὶ ἀνένδοτον τῆς ὑπομονῆς· ἤσκουν οὐχ ἕνα ἢ δύο ἐνιαυτοὺς, οὐδὲ μέχρι δέκαδος· ἀλλ᾽ ὁ μὲν τόσα, ὁ δὲ τόσα ἔτη ἡσυχάζων· οὗτος ἢ ἐκεῖνος ὑποτασσόμενος, ἢ ἕτερος εἰς τήνδε τὴν διακονίαν ἀποτεταγμένος, ἢ ὁ μὲν εἰς τήνδε τὴν ὑπηρεσίαν προβεβλημένος· καὶ ἡ προθυμία ἦν ἐν αὐτοῖς ζέουσα, πᾶσαν ἐκτέμνουσα διψυχίαν καὶ ὁδοποιοῦσα τὰ κατὰ θεὸν διαβήματα τῇ ψυχῇ, ἀποδείκυντο ἐκ τῶν ἐν κόσμῳ πρὸς τὰ οὐράνια· καὶ ἐλάμβανον φῶς ἀγαθὸν ἀτενίζοντες τοῖς νοεροῖς ὀφθαλμοῖς· καὶ γλυκέα ἦν αὐτοῖς τὰ πικρὰ τοῦ κατὰ θεὸν βίου, καὶ τὰ τραχέα καὶ ἀνώμαλα τῶν εὐσεβῶν ἐπιτηδευμάτων, λεῖα καὶ εὐβαδῇ. Μνημονεύεις ὁ ἀκούων τοῦ μεγάλου Ἀντωνίου· τοῦ πεφωτισμένου Εὐθυμίου· τοῦ ἡγιασμένου Σάβα· τοῦ τρισμάκαρος Θεοδοσίου· τοῦ ἀοιδίμου Ἰλαρίωνος· τοῦ ἰσαγγέλου Ἀρσενίου; Εἰ βούλει καὶ τοῦ ἡγιασμένου Θεοδώρου· τοῦ πανυμνήτου Δοσιθέου· τοῦ εὐλογημένου Δομετιανοῦ· τοῦ ἠγαπημένου Ἀββακύρου· τοῦ ὁσιωτάτου Μηνᾶ· τοῦ θεοφιλοῦς Ἀκακίου καὶ τῶν σὺν αὐτοῖς; Πῶς ἔσομαι μετὰ τοῦ Ἰὼβ, φησὶν ὁ μέγας Βασίλειος ἐν τισί που τῶν ἱερωτάτων αὐτοῦ λόγων, ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετ᾽ εὐχαριστίας ὑπενεγκών. Καὶ αὖθις· πῶς ἔσομαι μετὰ τοῦ Δαβὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον γενναίως ἀγωνισάμενος;

Κἀγὼ ἡμῖν ἐπιλέγω, ὦ τέκνα· πῶς ἔσῃ σὺ ἢ ἐγὼ μετὰ τῶν προειρημένων, ἐὰν μὴ τοῖς ἴχνεσιν αὐτῶν ἐπακολουθήσωμεν, ἐὰν μὴ ἀφομοιωθῶμεν τῷ βίῳ αὐτῶν, καθόσον δυνατόν; Ὁ ταπεινούμενος τοίνυν καὶ εἰς βυθὸν ἑαυτὸν ἑκάστοτε καταβιβάζων ταπεινοφροσύνης, εἰς οὐρανοὺς ἀνέρχεται· ὁ ὑπακούων ἀδιακρίτως καὶ συνωθούμενος πρὸς πᾶσαν εὐπείθειαν, υἱὸς θεοῦ κληθήσεται· ὁ ἀμετακίνητος καὶ ἀδιάσειστος, τῆς ἐπὶ θεῷ μαρτυριομολογίας αὐτοῦ, καὶ μὴ κλέπτων ἑαυτὸν καὶ ἀφαρπάζων τῶν λοιπῶν ἀδελφῶν μετὰ Παύλου ἀνθομολογήσεται λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς καὶ τὰ ἐξῆς· ὁ ἀπροσπαθῆς καὶ ἀσύνδετος ταῖς τε γονικαῖς ἀγαπήσεσι καὶ ταῖς συγγενικαῖς καὶ κοσμικαῖς σχέσεσι, παῤῥησιάσεται μετὰ τοῦ ἁγίου Δαβὶδ, φάσκων· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου· ὁ πᾶσαν ἡμέραν ἐν κατανύξει καὶ φόβῳ ῥημάτων θεοῦ, καὶ ἐννοίᾳ θανάτου καὶ μεταστάσεως θεωρία ἑαυτὸν ἐπιστρέφων ἐπιλέξει· Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα κυρίου· ὁ τὰς ἐντολὰς καὶ τοὺς κανόνας φυλάσσων, καὶ ἐν εὐλαβεῖ καταστάσει, καὶ εὐκαίρῳ σιωπῇ, καὶ εὐκαίρῳ λαλιᾷ παριστῶν ἑαυτὸν, στεφανηφορήσει ἐν οὐρανοῖς.

Καὶ λοιπὸν, ὦ τέκνα, εἴ τι μου πείθεσθε καλῶς συμβουλεύοντι καὶ οὐκ ἀπατῶντι, κράζων βοῷ μεγάλῃ τῇ φωνῇ· Ἔως καιρὸς ἐνδοίη καὶ ἕως ἡ πανήγυρις πάρεστι, καὶ ἕως οἱ ἁρπασταὶ τῆς βασιλείας τῶν οὐρανῶν δύνανται βιάζεσθαι, ἀγωνισώμεθα, ἀνακτησώμεθα ἑαυτοὺς, ἀναδράμωμεν, ἀνυψωθῶμεν, ἀναθεωρήσωμεν, ἀναλαβώμεθα, τελειωθῶμεν ἐν ἁγίαις ἀναστροφαῖς, καθὼς γέγραπται· οὐκ οἴδαμεν γὰρ τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ῇ ὁ κύριος ἔρχεται· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·