Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 70
ΛΟΓΟΣ Ο΄.
Μὴ δεῖν ὁμιλεῖν ἐν μονῇ κόσμου πράγη.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ἡ ἐπιθυμία τῆς ἀκροάσεως ὑμῶν, προθυμότερόν με ποιεῖ περὶ τὴν κατήχησιν· καὶ διανιστῶ τὴν ἐμαυτοῦ καρδίαν πάλιν τὰ κοινωφελῆ λαλεῖν, καὶ τῶν αὐτῶν ἔχεσθαι λόγων. Ἐμοὶ οὖν οὐκ ἐξὸν ἦν ἐν τοιούτῳ βαθμῷ εἶναι, οὐδὲ τοιαῦτα ἐγχειρίζεσθαι· γινώσκω γὰρ τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τοῦ θεοῦ· ἀλλ᾽ ἐφ᾽ ὅσον παραχωρήσει αὐτοῦ, οὐ γὰρ ἂν εἴποιμι, εὐδοκίᾳ προίσταμαι, δέον ἐπιβάλλειν τὴν ἐμαυτοῦ δύναμιν, καὶ μὴ ἀποσιωπᾶν τὸ καθόλου, νουθετοῦντος καὶ κοινῶς καὶ ἰδίως ἕνα ἕκαστον ὑμῶν, καὶ φανεροῦντος ὅποι πορευτέον τὴν φωτεινὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ· καὶ ὅθεν παραφυλακτέον, ἵνα μὴ παραῤῥυῶμεν ἐκτραπέντες τῆς ἀληθείας· πολλοὶ μὲν οὖν ἐξ ὑμῶν γινώσκετε καὶ ἐξεδιδάχθητε, καὶ τάχα περὶ ὑμῶν οὐ πολλὴ χρεία· πλὴν διὰ τοὺς ἄλλους καὶ πρὸς ὑμᾶς εἰρεῖσθαι οὐκ ἀνόνητον. Παρέρχονται οὖν αἱ ἡμέραι ἡμῶν καὶ ὑποδαπανᾶται ὁ χρόνος τῆς ζωῆς ἡμῶν, καὶ ἐγγίζομεν εἰς τὸ τοῦ θανάτου κατάλυμα· καὶ οὐκ οἴδαμεν, εἰ ἐσμὲν εὐτρεπισμένοι, καὶ ἡτοιμασμένοι, τὰ ἐφόδια τῆς ἐκεῖσε ὁδοῦ περιποιησάμενοι. Χρόνος περίππευσε τοίνυν ἐξότου ἀδελφὸς ἡμῶν ἐκοιμήθη· καὶ τάχα, ὡς λήσμονες τοῦ θανάτου γεγόναμεν.
Προσέχετε, ἀδελφοὶ, ἄφνω γὰρ σήμερον τυχὸν ἢ αὔριον πεπλήρωται ὁ τῆς ζωῆς ἡμῶν ὅρος, ὃν ἔπηξεν ἡ δικαία τοῦ θεοῦ ψῆφος· καὶ ἐξαποστέλλεται ἄγγελος ἀπ᾽ οὐρανῶν, ἵνα λύσῃ ἡμᾶς, ὡς ἐκ δεσμῶν, τῆς φρουρᾶς τοῦ σώματος, ἵνα ἀπαγάγῃ πρὸς τὸν κτίσαντα θεὸν καὶ ζωοπλαστήσαντα. Οἷοι τοίνυν ὀφείλομεν εἶναι παρατεταγμένοι, νουνεχεῖς, μεμελετημένοι, ἀπηκριβωμένοι κατὰ τὰς ἐννοίας, κατὰ τοὺς λόγους, κατὰ τὰς πράξεις· καὶ ἐγγύθεν ἡμῖν τὸ παράδειγμα· ἀναμνημονεύσωμεν γὰρ τοῦ ἀοιδίμου ἐκείνου Ἡσυχίου τοῦ Χωρηβίτου, πῶς τῇ ἐναργεῖ αἰσθήσει τῆς μεταστάσεως μετὰ τὴν ἀπόζευξιν ἐκεῖνο τὸ ἀοίδιμον ἀπεφθέγξατο, ὡς οὐδεῖς θάνατον ἐγνωκὼς δυνήσεται ἁμαρτῆσαί ποτε. Ἀναμνησθῶμεν δὲ κἀκείνου τοῦ πατρὸς· πῶς ἐπειδὴ εἶδε τὸν ἀδελφὸν γελάσαντα, ὡς θαμβούμενος καὶ ἠπορηκὼς· Τί ἄρα ἔχει ὁ ἀδελφὸς οὗτος, φησιν, ὅτι γελᾶ; Φόβος οὖν πάρεστι μέγας καὶ κριτὴς ἀνερμήνευτος, καὶ ἐξετασμὸς ἀπαραλόγιστος, καὶ βάσανοι ἀτελεύτητοι, καὶ πικρὸς ὁ σκώληξ, καὶ δριμὺς ὁ τάρταρος, καὶ ἀφεγγὲς τὸ σκότος, καὶ ἄσβεστον τὸ πῦρ, καὶ τὸ χάος ἀπέραντον, καὶ τὰ χάσματα πληκτικὰ καὶ βαθύτατα, καὶ οἷα οὐ παραστήσει λόγος, οὐδὲ παραδέξεται ἀκοή. Καὶ τίς διηγήσεται τὸ ὑπερβάλλον καὶ ὑπερέχον τῶν δειχθησομένων καὶ φανθησομένων ἐν τῇ ὥρα ἐκείνῃ, ἐν ᾗ ἐμφανῶν ἥξει ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεταί, φησι, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Ἆρα τότε ποῖοι φανθησόμεθα, καὶ πῶς ἴδωμεν ἀλλήλους, καὶ ποῦ ταχθησόμεθα; Πρὶν οὖν εἰσέλθωμεν εἰς πεῖραν τῶν τοιούτων, τῷ φόβῳ τῆς προσδοκίας, ὡς ἤδη παρόντα καὶ ἴδωμεν καὶ μελετήσωμεν· ἵνα ἥκοντα, εὔκολα ἡμῖν γένηται· καὶ δυνηθῶμεν διελθεῖν ἐκεῖνο τὸ ἀνυπόστατον τῶν προσδοκωμένων.
Ναὶ, δεσπόται μου καὶ ἀδελφοί μου, ναὶ κύριοι καὶ σωτῆρες τῆς ταπεινῆς μου ψυχῆς, ἐγὼ μὲν οὖν οἶδα, ὅτι κατὰ τὰ ἔργα μου ἀπόπεμπτος γενήσομαι τῆς βασιλείας τῶν οὐρανῶν· ὑμεῖς δὲ εἴπερ τὴν πρόθεσιν ὑμῶν καὶ τὴν ἀποταγὴν· ἣν καλῶς ἀπετάξασθε τελειώσετε· τὰς ἡδονὰς νεκρώσαντες, καὶ τὸ σῶμα ἁγνὸν τηρήσαντες καὶ τὸ ἀδιάσπαστον τῆς ὁμολογίας φυλάξαντες, κληρονόμοι θεοῦ ἔσεσθε, καὶ υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας, ὡς ἄγγελοι μετὰ ἀγγέλων συναυλιζόμενοι καὶ τῶν ἁγίων ἁπάντων. Δέξασθε οὖν τέκνα μου, νεῦρα ἰσχύος καὶ δυνάμεως· καὶ ἀνορθώσατε τὰ τῆς ψυχῆς γόνατα ἵνα δύνησθε καλῶς βαδίζειν τὴν ὁδὸν τοῦ θεοῦ. Δέξασθε πνεῦμα σωφροσύνης. Δέξασθε πνεῦμα εὐταξίας. Πάντες κοινῇ ἀνεγερθῶμεν προθύμως πρὸς πάντα· ἀποθώμεθα τὸ ῥάθυμον, τὸ ὀκνῶδες· δράμωμεν πρὸς τὰς προσευχὰς, πρὸς τοὺς ὄρθρους, πρὸς τὰς ψαλμῳδίας, πρὸς τὰς ὑπακοὰς, πρὸς τὰ ἐργόχειρα. Φυλάξωμεν τὰς κοσμικὰς ὁμιλίας· τοῦτο γὰρ ὁρῶ λυμαινόμενον οὐκ ὀλίγους ὑμῶν. Τί ὑμῖν καὶ τὸ λαλεῖν τὰ τῶν ἀνθρώπων; Διὰ τοῦτο ὁ ἅγιος Δαβὶδ διὰ τοὺς λόγους τῶν χειλέων σου, φησὶ πρὸς τὸν κύριον· ἐν τῷ μὴ λαλεῖν τὰ τοῦ κόσμου. Ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς; Καὶ γὰρ σκληρόν ἐστι τὸ ἀσκητικὸν, καὶ τὸ μὴ διηγεῖσθαι τὰ τῶν ἀνθρώπων, καὶ τὰ τῶν πόλεων, καὶ τὰ τῶν βασιλέων, καὶ τὰ καθ᾽ ἑκάστην ἡμέραν γενόμενα ἐν τῷ κόσμῳ τούτῳ.
Τέως ἐγὼ μηδὲν ἔχων ἀγαθὸν ἄλλο, εἰ ἐπέτυχον συνεργοῦντος μοί τινος, ἀπ᾽ αὐτοῦ ἐλεγχόμενος καὶ μόνον ἐκεῖνα ὁμιλεῖν ἐθέλοντος, ἃ ὁμιλοῦσιν ἅγιοι καὶ δίκαιοι καὶ ὅσιοι καὶ πατέρες φυλαξάσθαι εἶχον, μὴ ταχὺ ἐκβάλλειν λόγον ἐκ τοῦ πονηροῦ μου στόματος ἐπὶ τοῖς μὴ προσηκοῦσι. Μὴ ἀπομένετε οὖν καὶ αἰτιᾶσθε τὰ πράγματα ψευδολόγως ἐκ τοῦ κανόνος· ἐνεργεῖτε τὰ ἐγκείμενα ἐπιτίμια, ἀδελφοί, ἵνα μὴ ἐπιτιμηθῆτε αἰώνια, ἔῤῥωσθε οἱ ἀσθενοῦντες· ἀνεγέρθητε οἱ ὀλισθαίνοντες· εὐλογία κυρίου ἐφ᾽ ὑμᾶς· ἡ χάρις τοῦ κυρίου ἐπὶ τὰ στόματα ὑμῶν· ἡ ἰσχὺς τοῦ ὑψίστου ἐπὶ τὸν κάμνοντα· νίκη Θεοῦ ἐπὶ πάντας ὑμᾶς· ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.