Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 8

ΛΟΓΟΣ Η΄
Τὴν τῶν Βαΐων αἰσίως τιμητέον.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τοῖς ἐν σταδίῳ τρέχουσιν ἐπειδὴ πρὸς τέρψιν ἀνθρωπίνην τοὺς ἀγῶνας καταβάλλονται, φθαρτοὶ στέφανοι περιπλέκονται κατὰ τὸν ἀπόστολον· ἡμῖν δὲ τοῖς τὸ πνευματικὸν στάδιον διαδραμοῦσι τῆς ἁγίας τεσσαρακοστῆς, οἷς ὁ ἀγωνοθέτης ἄφθαρτος καὶ τὸ θέατρον ἀγγελικὸν, ἀμαράντινοι δηλονότι οἱ τῆς δόξης στέφανοι. Οἷοι δὲ οἱ ἀγῶνες ὑμῶν; Νενηστείκατε εὐτόνως· ἠγρυπνήσατε δεόντως· μεμελετήνητε νηφαλέως· εἰργάσασθε ἀνολιγώρως· τετηρήκατε τὸν νοῦν ἐν ἁγνότητι, τὴν γλῶτταν ἀπὸ καταλαλιᾶς, τὰ χείλη ἀπὸ ἀργολογίας· πάντα ὑμῶν τὰ μέλη, ἀπὸ πάσης ἁμαρτίας, ὅπλα δικαιοσύνης παραστήσαντες· ὄργανα εὐαρμοστίας τῆς ἐνθέου διαβιώσεως. Οὕτω καλῶς καὶ εὐαποδέκτως διηνύσατε τὸν δρόμον ὑμῶν, ὡς οὐδέποτε δοκῶ πρότερον· ἀλλὰ πόθεν; ἐκ τῆς καλλίστης ὑμῶν προσοχῆς, μᾶλλον δὲ ἐκ τῆς τοῦ θεοῦ ἀγαθότητος, ἐξ ἦς καὶ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ὡς γέγραπται. Ἐν τούτοις κἀμὲ εὐφράνατε τὸν ταπεινὸν πατέρα ὑμῶν· μᾶλλον δὲ ἐλάχιστον ἀδελφὸν, ἐδεξιώσασθε μάλα πλουσίως, ἀνεπαύσατε τῷ πνεύματι. Τί γάρ ἐστι θυμηρέστερον πατρὶ, ἢ τοὺς ἑαυτοῦ παῖδας ὁρᾶν δι᾽ ἀρετῆς αὐξομένους, καὶ ἐν τῇ νοητῇ ἡλικίᾳ προκόπτοντας. Ἀπέχω ὑμῶν τὰς χάριτας· ἀπέλαβον ὑμῶν τὰς εὐεργεσίας· ἀπωνάμην ὑμῶν τὰ ἀνδραγαθήματα· εἶδον ὑμᾶς ἀταράχως διελθόντας τὰς σεπτὰς ἡμέρας, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου· ἑώρακα ὑμῶν εὐκατάνυκτα τὰ ἱλαρὰ πρόσωπα καὶ ἠσθόμην ὑμῶν τὴν κατὰ ψυχὴν λαμπρότητα· ὑπὲρ χρυσίον ὑπὲρ λίθους τιμίων ἐνδόξων καὶ πολυτελῶν· καὶ εἰ καὶ πτωχεύω τῷ πνεύματι, ἀλλ᾽ ἄρτι πεπλούτηκα· καὶ οὐχ ὁ πατὴρ τοῖς τέκνοις, ἀλλὰ τὰ τέκνα τῷ πατρὶ ἀντεσταμμένως τεθησαυρίκατε· εἴη δὲ ὑμῶν ὁ πλοῦτος πεφυλαγμένος καὶ ἀνεπιβούλευτος πρὸς τὸ ἑξῆς· φανείη ὑμῶν τὰ ταμεῖα τῶν ἀγαθῶν ἀνεπιχείρητα καὶ ἀκλοπώτατα· χαρισθείη ὑμῖν χάρις ἐπὶ χάριτι, πλοῦτος ἐπὶ πλούτῳ μέχρι τέλους τῆς ζωῆς ὑμῶν.

Ἔσται δὲ τοῦτο πῶς; ἀλλ᾽ ἢ ἐκ τοῦ μὴ ἀμερινῆσαι καὶ ἀναπεσεῖν κατὰ τὸν ἑξῆς χρόνον· καὶ μάλιστα ἡνίκα ἐπεισίῃ τὸ ἅγιον Πάσχα, τοῦ καιροῦ ἐπιφέροντος ὑποστολὴν τῆς ψαλμῳδίας, τῶν ὡρῶν, γονυκλισιῶν, προσευχῶν, τῶν τόνων, τῶν νυκτεριῶν· προσθήκην ἐν τοῖς βρώμασι φημὶ, οἴνου, ἐλαίου, ὄψου καὶ τῶν κατ᾽ ἄνεσιν ἄλλων τρόπων· ὕπνου μεσημβρινοῦ, διφαγίας, προόδου τε καὶ εἴ τινος τῶν συμβαινόντων· ὡς ἐὰν μὴ εἴη νήφων ὁ νοῦς καὶ πάντα αὐτάρκως καὶ κατὰ τάξιν ποιούμενος κινδυνεύσειεν ἂν ἀπολέσαι ἃ καλῶς ἐκτήσατο, καὶ ἐκ πλουσίου ἀθρόον φανεῖται πένης· καὶ ἐξ ὕψους δόξης κατενεχθήσεται εἰς ἀτιμίας πτῶμα. Διὸ παρακαλῶ καὶ δέομαι, ἀσφαλῶς ἔχετε πάντοτε, μέχρις ἂν φύγοιμεν ἐκ τῶν ἐνθένδε πρὸς τὰ ἐκεῖ ἀσφαλῆ καὶ ἄσυλα μεθιστάμενοι. Τί δὲ αἱ μακάριαι αὗται ἡμέραι ἐν αἷς ὁ Κύριος καὶ θεὸς ἡμῶν ἥκει τὸν Δάζαρον ἀναστῆσαι ἐκ νεκρῶν τετραήμερον; εἴ τις οὖν ὑμῶν ἔχει νοῦν νενεκρωμένον καὶ οἷον δεδεμένον τοῖς πάθεσιν, αἰνησάτω, ὡς αἱ περὶ Μάρθαν, καὶ ἀκούσει· Λάζαρε δεῦρο ἔξω· ἐξ ἐμπαθείας εἰς ἀπάθειαν. Τί γὰρ τὸ ἀντιστατοῦν τῷ λόγῳ καὶ οὐκ εἶκον τῇ θείᾳ φωνῇ; μόνον εἰ θερμῶς αἰτοίμεθα καὶ προσκείμεθα, οὐ τότε μόνον, ἀλλὰ καὶ νῦν θεὸς πάρεστι· καὶ καθὼς φησὶν, Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· φίλον αὐτῷ πολλοὺς Λαζάρους νόας καθ᾽ ἐκάστην ἐγείρειν τὲ καὶ ζωοποιεῖν. Τί δὲ ἡ τῶν Βαΐων ὑπαπαντὴ καὶ προπομπὴ τοῦ βασιλέως τῶν ἁπάντων; ἀλλ᾽ ἐκεῖ μὲν ἐν Ἰερουσαλὴμ εἰσεληλυθότος, ἐσείσθη τὰ Ἱεροσόλυμα βοῶντα καὶ λέγοντα· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλομένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Μέγα γὰρ ἦν τὸ κατὰ τὸν Λάζαρον θεωρούμενον, καὶ προφητεία πέρας ἐλάμβανεν. Ἐνταῦθα δὲ ἡ πρὸς τὴν πόλιν τῆς ψυχῆς ἡμῶν εἴσοδος αὐτῷ εἰ γένοιτο, σεσισθήσεται πᾶσα δαιμονικὴ ἐπήρεια ἀλαλαζούσης τῆς καρδίας ἡμῶν εὐχαριστήρια καὶ ὑμνητήρια· οὕτω μεθαρμόζειν δεῖ τὰ πράγματα, καὶ ἐνεργούσας ἀεὶ δεικνύειν ἐν ἑαυτῷ κατὰ τὰς ἐπιστασίας τῶν δεσποτικῶν ἑορτῶν, τὰς τοῦ δεσπότου θείας ἐπελεύσεις τὲ καὶ θεοσημείας.

Πρόσεισι μετὰ τούτων εἰς ἐπιβουλὰς ὁ ἀνεπιβούλευτος τῷ κράτει τῆς θεότητος· συνεδριάζει κατ᾽ αὐτοῦ τὸ τῶν Ἰουδαίων βουλευτήριον. Φύγοιμεν τῶν τοιούτων συνεδρίων, καὶ τὸ λαλεῖν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· ἐνίχεται ὁ δόλιος μαθητὴς εἰς τὸ τῆς προδοσίας ὀλετήριον· ἐκπορευόμενος καὶ εἰσπορευόμενος δολερῶς, καὶ λαλῶν ἐπιτοαυτό· καὶ τὴν πράσιν τοῦ διδασκάλου συμφωνούμενος· τίς οὖν οὐ θρυνήσει καὶ στενάξει μετ᾽ ἐκεῖνον καὶ τοὺς κατ᾽ ἐκεῖνον πορευομένους; τοὺς τοῖς διδασκάλοις ἐφισταμένους, καὶ τὰ ὅμοια τυχὸν ἔκτοπα συνεισπράττοντας; Μὴ ἡμῖν Κύριε μὴ ἡμῖν· ἀλλ᾽ ἢ μετὰ τῶν λοιπῶν ἀποστόλων καὶ πιστῶν μαθητῶν, Χριστῷ συνεῖναι τὲ καὶ συναυλίζεσθαι. Καὶ ἀγωνιῶσι μὲν, κατὰ τὰς ἐπιχορὰς τῶν πειρασμῶν καὶ περιστάσεων, συναγωνιᾶν, οὐ μὴν ἐξαρνεῖσθαι, ἀλλὰ καὶ μέχρι θανάτου κατατολμᾶν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας, ὡς ἔδειξαν μετὰ ταῦτα οἱ ἀπόστολοι. Ὁ δὲ Χριστός μου καὶ προδίδοται καὶ κριτηρίῳ παρίσταται· ῥαπίζεταί τε καὶ μαστίζεται ὑπὸ χειρῶν ὧν ἔπλασε· χλευάζεται καὶ μυκτηρίζεται· καὶ τέλος, ἐπὶ σταυροῦ ἄνεισι· καθηλοῦται τὰς χεῖρας καὶ τοὺς πόδας καὶ λογχεύεται· ὄξος καὶ χολὴν ποτίζεται, καὶ πάντα ὑπομένει. Τίς οὐκ αἰνεῖ τὸν φιλάνθρωπον; τίς οὐχ ὑμνεῖ τὸν οἰκτίρμονα; ὅτι δι᾽ ἡμᾶς τοιαῦτα τετέλεκεν· ὁ ἀπαθὴς ἔπαθεν· ὁ ἀθάνατος ἐσταυροῦτο· ὁ ζωοπλάστης ἐνεκροῦτο, ὁ ἀπρόσιτος τῇ δόξῃ τῆς θεότητος, ἠδόξει κατὰ τὸν προφήτην Ἡσαΐαν· τὸ εἶδος γὰρ αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ· αὐτὸς δὲ ὑπὲρ ἡμῶν ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν. Ἀράγε, εἰ καὶ λιθίνη ψυχὴ εἴη, οὐ δυσωπηθείη ταῦτα ἐννοοῦσα καὶ ὁρῶσα ἐν τῷ δεσπότῃ Ὁμοιοπαθήσωμεν αὐτῷ τοίνυν καὶ ὑμεῖς, φίλοι καὶ ἀδελφοὶ, παρακαλῶ, καὶ ἀγαπήσωμεν ὑβρίζεσθαι, ἐρεσχελεῖσθαι, ὀνειδίζεσται· τυχὸν δὲ καὶ ῥαπίζεσθαι καὶ ἐμπτύεσθαι· εἰ δέοι ἡμῖν καὶ σταυροῦσθαι, καὶ ἀποθνήσκειν διὰ τῆς τῶν παθῶν νεκρώσεως· ἢ καὶ καιροῦ μαρτυρίου ἐπιστάντος, ἵνα ὡς συσταυρούμενοι, καὶ συνδοξασθησόμεθα, ὡς συνθαπτόμενοι καὶ συναναστησώμεθα· ὡς συμπάσχοντες, καὶ συμβασιλεύσωμεν. Ὅτι αὐτός ἐστιν ὁ βασιλεὺς τῶν ἁπάντων· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοῦς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·