Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 71

ΛΟΓΟΣ ΟΑ΄.
Θεὸν φοβεῖσθαι, καὶ φυλάττειν ἃ λέγει.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,

Ἐφ᾽ ὅσον εἰμὶ ἀναξίως ἐφιστάμενος ὑμῖν, οἱονεὶ ἀμπελῶνι κυρίου, χρεὼν κατὰ πᾶσαν ἡμέραν σχεδὸν εἰπεῖν οὐ μόνον ἐπισκέπτεσθαι· ἀλλὰ καὶ ποτίζειν καὶ περικαθαίρειν διὰ τῆς τοῦ λόγου ἀρδείας τε καὶ γεωργίας, εἴπερ καὶ δυναίμην ἐν τῇ ἀμαθείᾳ μου. Χαίρει δὲ ὁ γεωργὸς, ὅταν ὁρᾷ εὐκληματοῦσαν τὴν ἄμπελον· χαίρω κἀγὼ ὁ ἁμαρτωλὸς ἐπειδὰν ἴδοιμι, ὅτι καρποφορεῖ τίς ἐν ὑμῖν. Εὐλογημένον τοίνυν τὸ κλῆμα τὸ καρποφόρον, καὶ κατάκομον τῶν πνευματικῶν βοτρύων, τῶν ἐκβλυζόντων οἶνον κατανύξεως, καὶ εὐφραινόντων πρῶτον μὲν θεὸν, ἔπειτα καὶ τὴν ἐμὴν ταπείνωσιν. Πρὸς γὰρ ταύτην ὁ θεὸς, ἐκεῖνο τὸ τοῦ Δαβὶδ ἀνακράζει· Αὕτη ἡ ἄμπελος, ἣν ἐφύτευσεν ἡ δεξιά μου. Κατάρας δὲ ἄξιον τὸ ἄκαρπον καὶ ἀποξηραινόμενον τῆς πιότητος τῶν ἀγαθῶν πράξεων· καὶ τάχα ἐκεῖνο ἀκούσει· εἴπερ καὶ πτοεῖται· τὸ ἄνωθεν διὰ τοῦ προφήτου Μωϋσέως ὡς ἐκ προσώπου τοῦ θεοῦ εἰρημένον. Ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Μὴ γένοιτο δὲ ταῦτα ἔν τινι ὑμῶν ῥηθῆναι· ἀπειλὴ γὰρ φοβερὰ ἀνατείνεται ἐν τοῖς εὐαγγελίοις καθὼς Ἰωάννης γράφει, τόδε φάσκουσα· Ὅτι πᾶν κλῆμα μὴ ποιοῦν καρπὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται ἀτελεύτητον.

Πάντως ἔχω δὲ χάριτι Χριστοῦ ἐν ταύτῃ τῇ θεοφυτεύτῳ ἀμπέλῳ διάφορα κλήματα· καὶ οἱ μὲν τοὺς χρυσεπωνύμους φέρουσι βότρυας· οἱ δὲ τοὺς διλυβωνύμους· ὃς μὲν γὰρ ἔχει μετὰ τῆς γλυκείας πράξεως καὶ τὸ ἔξωθεν περιχαρὲς τοῦ ἐν ἅλατι πνευματικοῦ ἡρτυμένου θείου λόγου· ὃς δὲ, τὸ κυανίζον τῆς βαθείας ταπεινώσεως, καὶ ἀμφότεροι χρήσιμοι· καὶ καθέτερον θάτερος χαρίσματος θείου ἠξιωμένος· ἄλλος, καὶ πολυπληθεῖ τοῖς καρποῖς καὶ καταπλατύνει τοὺς ὅρπηκας. Λάβε μοι τοῦτον εἶναι τὸν προσθήκαις ἐπὶ προσθήκαις ἐπαυξανόμενον· καὶ ἕτερος τοσοῦτον εὐριζός ἐστιν, ὑψίκομός τε καὶ τεθραμμένος τῷ Πνεύματι, ὡς καὶ ἑτέροις μεταφύτευσις γίνεσθαι ἀμπελουργίας· οὗτος δέ ἐστιν ὁ μετὰ τῆς οἰκείας ἀσφαλείας καὶ τοὺς πλησίον ὠφελῶν, ἐφόσον γνοίη καὶ ἴδοι τινὰ καταπίπτοντα ἢ λυπούμενον ἐξ ἐπηρείας τοῦ διαβόλου. Ἀλλὰ μὲν οὖν τὰ φρυγανώδη κλήματα αἴσθησιν οὐκ ἔχοντα, οὐκ ἔχει τὴν πρὸς ἄλληλα παραζήλωσιν. Ὑμεῖς δὲ ἐπειδὴ ἔμψυχα ἐστὲ καὶ θεοφύτευτα, συμπαραμιλλάσθε καὶ συναυξάνεσθε, καὶ συγκαρποφορεῖτε· ἵνα μηδεὶς εἴη, ὡς εἴρηται, ἄκαρπος· πάντες δὲ πεπληρωμένοι τοῦ θείου γεωργίου καὶ ἀγαπώμενοι ἐπὶ πολλῶν βοτρύων· εἰ δὲ μὴ, ἐπὶ τόσων καὶ τόσων, ἐπεὶ τέως κἂν ἐπὶ μιᾶς σταφυλῶν ἀρετῆς. Εἴτε οὖν παραδείγμασιν, εἴτε μεταφοραῖς χρώμεθα, εἴτε ἀλληγορίαις, εἴτε τίσιν ἄλλοις τρόποις οὐκ ἔξω τοῦ εἰκότος· εἰ γὰρ καὶ ὡς ἀναγινώσκομεν, οὐ δυνάμεθα διαλεχθῆναι, ἀλλ᾽ οὖν χρήσιμον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν ἢ τὸ πᾶν ἐλλείπειν. Φησὶ γάρ τις τῶν θεοπνεύστων πατέρων. Οὐχ ὁ μὴ δυνηθεὶς τὰ τοιαῦτα, ἀλλ᾽ ὁ μὴ βουληθεὶς, ὑπαίτιος.

Ἐγὼ τοιγαροῦν ἐβουλόμην καὶ ἀπεθύμουν ἂν κλίμακα ἀπὸ τῆς γῆς μέχρις αὐτοῦ τοῦ οὐρανοῦ ἐφικνουμένην τεκτήνασθαι ὑμῖν διὰ τῶν ταπεινῶν μου λόγων, ἵν᾽ εἴχετε ἀνιέναι καὶ ἐπιβατεύειν ἐπὶ τὰ ὕψη τῶν μετεώρων ἀρετῶν, καὶ κατασκοπεῦσαι τὸ τῆς καρδίας βάθος; καὶ τὴν περιδορὰν τοῦ σώματος τούτου, καὶ τὸ ἄστατον καὶ ῥευματῶδες τῆς ἀνθρωπίνης ζωῆς· καὶ τὸ κατὰ πάντα ματαιότατον καὶ ἀνεπίμονον τῶν ἀνθρωπίνων πραγμάτων. Ἐβουλόμην ἀπεντεῦθεν ἤδη διὰ τῶν ῥημάτων μου μεταθῆσαι ὑμᾶς εἰς τὸν ἐκεῖ κόσμον, καὶ δεῖξαι ἄῤῥητα καὶ φρικτὰ καὶ ἐξαίσια, ὧν οὐκ ἔστι λόγος, οὐδὲ ἀριθμὸς, οὐδὲ ποσότης, οὐδὲ πηλικότης τῆς ἑρμηνεύσεως τῶν ἀποκειμένων ἀγαθῶν. Ἐβουλόμην ἂν παραστῆσαι ὑμᾶς κατὰ πρόσωπον τοῦ ζῶντος θεοῦ τοῦ δημιουργοῦ τῶν ἁπάντων, τοῦ δεσπότου τῶν ὅλων, δι᾽ ἀναγωγῆς τινὸς καὶ γνωρίσαι ἡλίκη ἡ ἐκεῖσε χώρα, καὶ ὁποία τῶν τοιούτων ἡ κληρουχία, ἡ διαιωνίζουσα ἀνάπαυσις καὶ ἀπέραντος εὐφροσύνη, καὶ ἡ διηνεκὴς ἀγαλλίασις, ἡ ἀκόρεστος ἀθανασία, καὶ ἡ σὺν ἀγγέλοις ὁμοσκηνία· ἡ ἄλυτος τῶν πάντων ἁγίων ἑορταστικὴ χοροστασία καὶ θεοκληρία· ἵν᾽ ἐντεῦθεν συνεχόμενοι καὶ φωτιζόμενοι καὶ διατρεφόμενοι, ἐκφύγοιτε πᾶσαν τὴν μοχθηρὰν κατάπραξιν· καὶ γλυκὺ μόνον ἐκεῖνο ἦν ἐν ὑμῖν, τὸ διαιωνίζον καὶ ἀποκείμενον ἀγαθὸν· πικρὸν δὲ τὸ παραυτίκα λαμβανόμενον καὶ ἀπολλύμενον. Ἀναλαβέτωσαν ὑμῶν καὶ πάλιν αἱ καρδίαι, θερμὴν τοῦ ἁγίου Πνεύματος· καὶ συνανάστητε ἐπὶ τὸν δρόμον τῆς εὐσεβείας· καὶ ἀποτινάξασθε τὸν ὄκνον τῆς ῥαθυμίας, μήτε πολὺ τρέχοντες, ἐξ οὗ συμβαίνει τὸ ὀλισθαίνειν, μὴ δ᾽ αὖ πάλιν, ἀργῶς κινούμενοι, ὡς πρὸς τοὺς ἄλλους γίνεσθαί τινας ἀπομονίτας.

Καὶ ἰδοὺ κἀγὼ ὁ ὑστερίζων πάντων, καὶ ἀνακείμενος τῇ ἁμαρτίᾳ ταῖς ὑμετέραις τῶν προσευχῶν χερσὶν ἀνεγειρόμενος σύνειμι καὶ συμβαδίζω· οὐκ ἔχω γὰρ εἰπεῖν ὅτι καὶ προηγοῦμαι· καὶ ἐὰν ἀποβαδίσωμεν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν, εἰσδέξεται ἡμᾶς ἡ πλατεῖα καὶ εὐρύχωρος βασιλεία τῶν οὐρανῶν· καὶ ἐὰν οὐκ ἀπείπωμεν πρὸς τὸ τραχὺ τῆς ὁδοῦ καὶ ἐπίκοπον, ἀνάπαυσις ἡμᾶς ἀΐδιος εἰσδέξεται· καὶ τρίτον, ἐὰν ἀκούσωμεν τῶν ἐντολῶν, σωθησόμεθα καὶ μακαρισθησόμεθα, καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι, ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·