Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 72

ΛΟΓΟΣ ΟΒ΄.
Μηδὲ μεριμνᾶν τοὺς καλοὺς ὑπηκόους.

ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,

Ἐπιβλέπων ἐπιβλέπω ὡς καθ᾽ ἑκάστην αὔξεται ὁ χορὸς τῆς ἀδελφότητος ἡμῶν, οἷον ἄρουρά τις εὔκαρπος, καὶ δέδια, ὡς ὁ σπόρος τοῦ ταπεινοῦ ἡμῶν λόγου οὐ μόνον βραχὺς, ἀλλὰ καὶ ἰσχνός πως ἐστι, μὴ δυνατὸς ὢν περιλαβεῖν ἅπασαν, καὶ τῷ διδασκαλικῷ τρόπῳ καθᾶραι καὶ νεῶσαι καὶ κατασπεῖραι ἐν αὐτῇ πρὸς αὐξητικὴν τελειότητα τῶν θείων ἐντολῶν σπέρματα. Πλὴν προθυμοῦμαι τὰ κατὰ ἐμαυτὸν ὁπωσδηποτοῦν ποιεῖν· εἰ ἄρα γε ὠφελήσειεν. Ὑμεῖς δὲ ὡς γῆ ἀγαθὴ ὄντες, ἀδελφοί μου, κατὰ τὸν λόγον κυρίου καρποφορεῖτε καὶ ἡμῖν καὶ αὐτῷ τὸ τῶν ψυχῶν ἡμῶν σῶσμα καὶ σωτήριον. Κόπος δ᾽ ἐστι, καθὼς γέγραπται, ἕως ἂν εἰσέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, καὶ συνῶμεν εἰς τὰ ἔσχατα αὐτοῦ. Διὸ χρεία μόχθου, ἱδρῶτος πνευματικοῦ, ἀγῶνος ἐνθέου, ζήλου δεξιοῦ, δρόμου ψυχικοῦ, ἵνα καταλάβωμεν, ἵνα φθάσωμεν εἰσελθεῖν εἰς τὸ στάδιον καὶ τοὺς τῆς νίκης στεφάνους ἀναδήσασθαι διὰ θανάτου ὁσίου. Αὐτοὶ γὰρ ἐφ᾽ ἑαυτῶν ἐπίστασθε, ὡς οἱ πόνοι τὰς αἰνέσεις ἀποτίκτουσι, καὶ πάντως τὰς θλίψεις χαρμοσύναι ἀμείβουσι, καὶ οἱ στεναγμοὶ τὰς ἐμψύχους ἡδονὰς θηλάζουσι, καὶ αἱ στενοχωρίαι τὰς εὐρυχωρίας προσαποτίκτουσι· αἱ πεῖναι καὶ αἱ νηστεῖαι, αἱ τοῦ λοιμοῦ καταθλίψεις τὰς ἀθανάτους χοροστασίας γεωργοῦσιν· αἱ δίψαι καὶ οἱ φλογμοὶ τῶν πτυέλων, τὸ ὕδωρ ἐκεῖνο, ὡς ὁ κύριος εἴρηκεν, εἰς ζωὴν αἰώνιον ἀποπηγάζουσι· καὶ ἵνα ὑμῖν καὶ τὰ τοῦ ἱεροψάλτου Δαυῒδ προσείσω ῥήματα· οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν.

Ἐπεὶ οὖν ταῦτα οἴδατε, μακάριοι ἐστὲ, κατὰ τὸ γεγραμμένον, ἐὰν ποιῆτε αὐτά· Ἀνὴρ δὲ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Ὑμεῖς οὖν φρόνιμοι καὶ εὐαίσθητοι, ἐλάφρονες καὶ νουνεχεῖς καὶ ἐξετασταὶ· καὶ διὰ τοῦτο τὰ μὲν κατελάβετε τῶν ἀρετῶν· τὰ δὲ καταλαμβάνετε· προσθήσω δὲ, ὅτι καὶ καταλήψεσθε· μέτρον γὰρ ἡ ἐντολὴ οὐκ ἔχει· ἀλλ᾽ ἐφ᾽ ὅσον ἂν τις τὸν θεὸν ἀγαπᾷ, τοσοῦτον καὶ μακρὰν γινώσκει ἑαυτὸν ἀπὸ τῆς ἐντολῆς. Ἤδη νομοθετοῦμεν ὑμᾶς, ἤδη ἐφοδηγοῦμεν· καὶ ἐκ μὲν τῶν, εἴργομεν, ἐκ δὲ τῶν, ἀσφαλιζόμεθα· πρὸς ἃ δὲ, πορεύεσθαι ὑμᾶς ἀφίεμεν· καὶ ὑμεῖς ἐν ἅπασι εὐπειθῆτε. Καὶ ὡς σίδηρος χαλκεῖ ὑποτάσσεσθε, πρὸς ὅπερ ἂν καὶ βουλόμεθα κατ᾽ ἐντολὴν, καὶ ἀμέριμνός ἐστιν ἤδη ὁ πλοῦς, καὶ ὁ βίος ὑμῶν ἀκλυδώνιστος, καὶ αὐτοὶ δὲ πρὸς ἑαυτοὺς εἴ τι καλὸν, εἴ τι χρηστὸν ἐννοούμενοι πράττετε καὶ ὑπομιμνήσκετε. Πρὸς τὸ κοινῇ γὰρ συμφέρον ἅπαντες ἀποσκοποῦμεν· καὶ ὡς ἐν νηῒ ποντοπόρῳ παρέστημεν, καὶ κυβερνήτης σύνεστι καὶ ναυτίλος· οὕτως τὸ κατ᾽ ἐμὲ καὶ καθ᾽ ὑμᾶς ἔχει. Ἐμοὶ χρεία πηδαλιουχεῖν καὶ ἀγρυπνοτέρως διάγειν ἄνω τὸ ὄμμα ἔχοντι εἰς οὐρανὸν καὶ τὸν ἀστέρα τῆς δικαιοσύνης προσβλέποντι εὐθύνεσθαι τὸ σκάφος. Ἐπιβάλλει δὲ καὶ ὑμῖν ἀγρυπνεῖν καὶ συμμεταχειρίζεσθαι καὶ συμπεριθέειν καὶ περιάγεσθαι ὦδε κἀκεῖσε διασκοποῦσι μή τι τῶν ναυαγίμων, μὴ βράχος ἀγνοίας προκύψῃ, μὴ σπιλὰς αἰφνίδιον κατασπάσῃ, καὶ ἵνα μοι πείθησθε τὰ ὅπλα κρατοῦντες τῆς νηὸς καὶ τὰ σχοινίσματα, πρός τε ἀφέσεις καὶ ἐπικρατήσεις, ἵνα ἀποσωθῇ τὸ ἀγώγιμον τῶν ψυχῶν ἡμῶν εἰς λιμένα σωτηρίας.

Διὰ τοῦτο καταλείψαμεν κόσμον, σάρκας, σχέσεις, θελήματα. Μείνωμεν οὖν, ἀδελφοὶ, ἀθλοῦντες, καὶ τὰ τῆς ὑπομονῆς σκάμματα παραντλοῦντες· καὶ οἶδ᾽ ὅτι στεφανηφορήσομεν καὶ οὐρανοπολήσομεν, καὶ εὐφρανθησόμεθα ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Λάβετε ἰσχὺν· λάβετε δύναμιν· καὶ ὁ λύχνος τῆς προθυμίας ὑμῶν αὐγαζέσθω ἐν ἐλαίῳ καρτερίας, ἵνα μὴ ἀποσβεσθῇ καὶ πάθωμεν τὸ ἀπευκταιότατον πάθος τῶν ἀφρόνων παρθένων. Κτήσασθε, τιμιώτατοί μου πατέρες, ἡσυχίαν, καὶ οὐ πάντη λέγω σιωπηλοὺς ὑμᾶς εἶναι. Οὐδὲ γὰρ ὁ βίος ἡμῶν ἀπαιτοίη τοῦτο· ἀλλὰ τὸ τὰ μὴ ἀνήκοντα ὁμιλεῖν ὑμᾶς, καὶ μὴ τὸ ἐκ τούτων γέλωτα προφέρειν· Ἐκ πολυλογίας γὰρ οὐκ ἐκφεύξεται ἁμαρτία, ἡ σοφία διαγορεύει. Φειδόμενος δὲ χειλέων, νοήμων ἔσται, φησί. Προσέχετε ἐν ταῖς διακονίαις ὑμῶν, καὶ μὴ ἀμελὼς ἐργαζόμενοι συντρίβετε τὰ πρὸς χρείαν σκεύη· κἂν τούτου συμβαίναι ἀδολεσχεῖσθαι ὑμᾶς καὶ τὴν προσεδρίαν, ἣν ἔχειν δεῖ εἰς τὰ πνευματικώτερα, ἀναλίσκειν εἰς τὰ μάταια.

Ὑπομιμνήσκω ὑμᾶς εἰς τὴν ἑστίασιν μὴ πλεῖον τοῦ διωρισμένου, οὗ ἔδωκα ὑμῖν τεινόμενοι ἀτονήσητε· Μὴ ἐκκλίνῃς γάρ φησι, εἰς τὰ δεξιὰ, μὴ δὲ εἰς τὰ ἀριστερὰ· ἀλλ᾽ ὁδῷ βασιλικῇ πορεύθητι. Διότι ἔργα βαρύτατα εἰσὶν· οἷς δὲ μὴ ὑπάρχει καὶ τὸ ἐγκρατὲς, μᾶλλον ὠφέλιμον. Προσέχετε ἐν τοῖς ὑμῶν κατὰ πάντα σπουδαιοτέρως· καὶ εὔχεσθε τὸ ἔλεος τοῦ θεοῦ, καὶ πρὸς τοὺς ἀοράτους ἐχθροὺς καὶ πρὸς τοὺς ὁρωμένους καταπεμφθῆναι ἡμῖν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·