Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 73
ΛΟΓΟΣ ΟΓ΄.
Ἔνθεν μέχρις αἵματος ἀγωνιστέον.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἀπαιτούμεθα ὑμῖν διδόναι τὸ σιτομέτριον ἑκάστοτε τό τε πνευματικὸν καὶ σωματικὸν· ἀλλ᾽ ἐὰν μὲν τὸ πνευματικὸν μὴ δῶμεν, οὐχ ὁρῶ τινας τάχα δυσχεραίνοντας· ἐὰν δὲ μὴ σωματικὸν, καὶ πάνυ· καίπερ οὐ τοσοῦτον τοῦ δευτέρου χρεία, ὅσον τοῦ προτέρου. Δώσω γάρ φησιν, αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον θεοῦ. Χαλεπὸν οὖν ἐστι ὄντως ἐὰν μὴ περὶ τοῦ προτέρου τὸν πάντα ἀγῶνα ἔχωμεν· διότι καὶ νῦν παρακαλῶ καὶ ἀντιβολῶ καὶ δέομαι· στῆτε γενναίως πρὸς τὴν ἄθλησιν τῆς ὑποταγῆς ὑμῶν ὑποφέροντες τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸν τῆς νυκτὸς, καὶ νοητῶς καὶ αἰσθητῶς· ἀλλὰ νοητῶς μᾶλλον. Πάρεστι τὸ πῦρ τῆς ἐπιθυμίας ὑπὲρ τὴν Χαλδαϊκὴν κάμινον ἀνακαιόμενον παρὰ τοῦ ἀοράτου Ναβουχοδονόσορ· ἐπιτίθενται ἡμῖν τὰ λοιπὰ πάθη, ἄλλο κατ᾽ ἄλλο διαμερίζον καὶ ἕλκον τὴν ἐλεεινὴν ψυχὴν· ὁ θυμὸς, ἡ ὀργὴ, ἡ μνησικακία, ἡ ὑπερηφανία, ἡ ἀκηδία τε καὶ χαύνωσις, ἡ προσπάθειά τε καὶ φιλαυτία καὶ τὸ μεῖζον τῶν κακῶν ἡ ἀπιστία. Πολλῆς ἡμῖν δεῖ τῆς εὐανδρείας, τῆς μεγαλοψυχίας· πολλῆς τῆς ἀνολιγώρου κραταιότητος καὶ ἰσχύος, τῆς ὑπομονῆς μακροθυμίας νήψεως τε καὶ γρηγόρσεως· ἵνα ἐντεῦθεν δυνηθῶμεν ἀποκρούσασθαι τοὺς ἐπηρτημένους ἡμῖν πειρασμοὺς καὶ δόλους τοῦ διαβόλου· ἵνα μὴ κάμψωμεν γόνυ τῇ Βάαλ, ἵνα μὴ προσκυνήσωμεν τῇ εἰκόνι τῶν παθῶν, ἵνα μὴ ἀπολέσωμεν ἃ καλῶς ἐκτησάμεθα, ἵνα μὴ καταλύσωμεν, ἃ θεοῦ δυνάμει ᾠκοδομήσαμεν.
Πῶς γὰρ ἂν ἄλλως ἐκφύγωμεν ἐκ τῶν προειρημένων παθῶν, ἀλλ᾽ ἢ ἐκ τοῦ ὁλοκαρδίως πεποιθέναι ἐπὶ κύριον; καὶ ἐκ τοῦ ἐπιφέρεσθαι ἡμᾶς τὰ πνευματικὰ ὅπλα πρὸς καθαίρεσιν τῶν ἐναντίων δυνάμεων; Τὰ δὲ πνευματικὰ ὅπλα, ἡ προσευχὴ καὶ ἡ ἐλπὶς, καὶ ἡ ταπεινοφροσύνη, καὶ ἡ ὑπακοὴ, ἡ ἀγάπη καὶ ἡ πίστις, ἡ ἀπροσπάθεια καὶ ἡ παντελὴς μετάθεσις τοῦ νοῦ ἀπὸ τῶν ἐν κόσμῳ· τὸ ἀεὶ μελετᾷν καὶ λαλεῖν περὶ σωτηρίας· τὸ μὴ ἀδιαφορεῖν ὡς ἔτυχεν ἐν ταῖς ὁράσεσιν, ἐν ταῖς ἀκοαῖς, ἐν τοῖς χείλεσιν, ἐν ταῖς χερσὶν· ἀλλὰ πάντοθεν κατησφαλίσθαι τῷ θείῳ φόβῳ καὶ τῇ περὶ θεοῦ ἐννοίᾳ, καὶ ἀκόρεστον ἔχειν τὴν ἐπιθυμίαν τῶν μελλόντων ἀγαθῶν. Εἰ μὴ γὰρ ταῦτα εἶεν, πῶς οὐκ ἀποπεσούμεθα εἰς ὄλεθρον ἁμαρτίας; Πῶς οὐκ ἐμπεσούμεθα εἰς χεῖρας τῶν μισούντων ἡμᾶς ἐχθρῶν; Οὐαὶ, οὐαὶ, ἐσμὲν ἀκηκοότες; πόσα ἐπάδουσιν ἡμῖν αἱ γραφαί; πόσα διδάσκουσι ἡμᾶς οἱ θεοφόροι πατέρες; καὶ ὅμως ἐπιλανθανόμεθα· καὶ ὅμως οὐ φροντίζομεν· καὶ οἷον ὡς ἐπὶ σπόρου βαλλομένου ἐν τῇ γῇ παρὰ τοῦ γεωργοῦ πρὶν ὑπὸ τοῦ ἀρότρου καταχωσθῇ, οὕτως ἐν ἡμῖν τὸν θεῖον λόγον ἁρπάζει ὡς ἐκ στόματος τὰ πονηρὰ πετεινὰ τοῦ σατανᾶ. Καὶ μένουσι μὲν ἀνανέργητοι οἱ πνευματικοὶ σπορεῖς· μένομεν δὲ ἡμεῖς ἄκαρποι μὴ φέροντες βλαστὸν τῶν ἀρετῶν. Τί γὰρ ἄλλο ἔστι κατανοεῖν καὶ οὐχὶ τοῦτο ὁπόταν περὶ σωφροσύνης, περὶ ἀνδρείας, περὶ δικαιοσύνης ἢ τινὸς ἄλλης ἀρετῆς διαλέγονται ἡμῖν οἱ πατέρες· καὶ εὐθὺς μετὰ τὴν ἀκρόασιν ὡς οὐδὲ ἀκηκοότες τοῖς ἐναντίοις ὁρώμενοι; Διηγοῦνται ἡμῖν περὶ κρίσεως καὶ δακρύων· καὶ ἡμεῖς ἐξιόντες ἀρχόμεθα γελᾶν καὶ ἀνακαγχάζειν· ἐπιστύφουσιν ἡμῶν τὰς ψυχάς τοῖς τῆς ἁγνείας λόγοις, καὶ εὐθὺς μετὰ τὴν ἀκρόασιν λαγχνεύομεν καὶ ὑποβλέπομεν ἀλλήλους πορνικῶς, καὶ λόγους δίδομεν καὶ λαμβάνομεν παῤῥησιαστικοὺς· ὑποτυποῦσιν ἡμῖν πρὸς ταπεινοφροσύνην καὶ εὐηκοῖαν, καὶ μετὰ τὴν κατήχησιν ἐξογκούμεθα καὶ ἀγριαινόμεθα καὶ παρακούομεν· περὶ νηστείας, καὶ γαστριμαργοῦμεν· περὶ ἀγρυπνίας, καὶ τῷ ὕπνῳ βαλλόμεθα· περὶ πραΰτητος καὶ τηνικαῦτα ὀργιζόμεθα· περὶ ἡσυχίας καὶ παραυτὰ ἀργολογοῦμεν· περὶ εὐτονίας ἔργου, καὶ τηνικαῦτα ἀπεκλυόμεθα· καὶ ἁπλῶς εἰπεῖν, κατὰ τὰς ἁμαρτίας μου τὴν ἐναντίαν ὁδὸν τῆς ἀναγγελλομένης ἡμῖν τρεπόμεθα. Οὐ λέγω περὶ τῶν νεοταγῶν μόνον, ἀλλὰ περὶ τῶν δοκούντων εἶναι τι, καὶ εἰς προστασίαν κεκλημένων· ἀλλὰ μὴν καὶ εἰς ἱερουργίαν τεταγμένων. Φεῦ· ἀβάλε τῆς ἀπάτης τί πανθάνομεν ὑπὸ τοῦ ἀπαταιῶνος σατανᾶ; ἵνα τί τὸ πρόσωπον ἡμῶν ἀποστρέφομεν ἀπὸ θεοῦ ζῶντος, ἀπὸ τοῦ ὡραίου κάλλους ἐκείνου καὶ ἀμηχάνου, κεχηνότες εἰς τὰ μάταια καὶ πρόσυλα καὶ ἀπολλύμενα; Ἵνα τί φιλοῦμεν καὶ ἀσπαζόμεθα τὰ πικρὰ καὶ πρόσκαιρα ἐῶντες τὰ γλυκερὰ καὶ ἀθάνατα; Ἀλλ᾽ ὅτι οὐκ ἐστὶ ἡμῖν κεκαθαρμένον τὸ ὅμμα καὶ ἡ ἀκοὴ τῆς ψυχῆς, διατοῦτο ἀμβλυνωποῦμεν καὶ ἀποπίπτομεν τῆς μεταλήψεως τῶν ἀγαθῶν. Δεῦτε οὖν, τέκνα καὶ ἀδελφοὶ, πάλιν ἐναρξώμεθα οἱ ἤδη ἐπωκλακότες· πάλιν ἀναβιώσωμεν οἱ ἤδη ἀπονεκρωθέντες· πάλιν ἀνανήψωμεν οἱ ἤδη ἀπονυστάξαντες· ἕν ἐστιν ἡμῖν μόνον θελῆσαι καὶ τὸ πᾶν εἴργασθαι. Ἐν αὐτῇ γὰρ ταύτῃ τῇ ἡμέρᾳ εὐπροθετοῦντες φθάνομεν εἰς μέτρα σωτηρίας. Οὐ γὰρ ἐσμὲν συνδεδεμένοι τοῖς βιωτικοῖς πράγμασι, ἵνα δύσληπτον ἔχωμεν τὴν πρὸς τὸ καλὸν ἐνέργειαν· ἀλλ᾽ εὔκολον ἡμῖν τὸ δράξασθαι τῆς σωτηρίας κατὰ πᾶσαν ἡμέραν, εἴπερ βουλόμεθα. Τῷ ἕωθεν εὐθὺς ψάλλειν τὸ δαυϊτικὸν ἐκεῖνο συνετῶς· Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου· τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με. Καὶ τῇ τρίτῃ ὥρᾳ· Τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Καὶ τῇ ἕκτῃ· Ῥῦσαι με ἀπὸ συμπτώματος μεσημβρινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. Καὶ τῇ ἐννάτῃ· Κλῖνον κύριε τὸ οὖς σου, καὶ ἐπάκουσόν μου. Καὶ τῇ ἑσπέρᾳ· Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ ὅσα προηγούμενα καὶ ἑπόμενα.
Ἐὰν γὰρ οὕτω καθεκάστην ἡμέραν ποιῶμεν· καὶ ἀλλήλους ὑψῶμεν· καὶ φωτίζωμεν δι᾽ ἀγαθῶν τρόπων καὶ λόγων, ἀλλὰ μὴ καταβιβάζωμεν καὶ σκοτίζωμεν δι᾽ ἀδιαφορίας καὶ λογολεσχίας, οὕτως δυνάμεθα σώζεσθαι· δυνάμεθα καλῶς διανύειν τὸ μέτρον τῆς ἡμέρας· δυνάμεθα τὰ ὠφλημένα ἡμῖν ἀπὸ πρωῒ ἕως ἑσπέρας. Πάντως γὰρ οὐκ ἐστι μὴ παρεκτραπῆναι καὶ τὸν λίαν νήφοντα, ἢ εἰς λόγον προπετῆ, ἢ εἰς ἐπιθυμίαν πονηρὰν, ἢ εἰς ἄλλο τι πάθος, δι᾽ ἱκεσίας πρὸς θεὸν εὐκατανύκτου συγχωρηθῆναι. Καὶ ὥσπερ ἡμέραν ἐξ ἡμέρας διαβαίνοντες βαδιοῦμεν τὴν ὁδὸν τοῦ θεοῦ, ἀπεκδεχόμενοι τὸν καιρὸν τῆς ἀναλύσεως ἐν ᾧ οἱ στέφανοι καὶ ἡ χαρὰ καὶ ἡ ἀνταπόδοσις τῶν οὕτως ἀγωνιζομένων καὶ ἐμβιαζομένων ἑαυτοὺς διὰ κύριον.
Προσέχετε λοιπὸν τῷ κόπῳ ὑμῶν, τοῖς ἀγῶσι, τοῖς θελήμασι τὸ ῥάθυμον ἀποδιώκοντες τὸ πρόθυμον ἀντιλαμβανόμενοι· πιστεύοντες ὅτι δυνατόν ἐστι παντὶ τῶ θέλοντι εὐβιοῦν, ἐπανάγεσθαι εἰς τελειότητα καὶ καταρθοῦν τὰς ἀρετάς. Εἰ γὰρ ὁ θεὸς ἡμῶν φῶς καὶ ζωὴ καὶ ἀλήθεια, πῶς οὐχὶ τὸ πρὸς αὐτὸν νεύειν ἐπιθυμητόν ἐστι καὶ εὐάνυστον; Καὶ εἰ ὁ σατανᾶς ὅπερ ἐστιν ἀληθῶς σκότος καὶ ψεῦδος, καὶ κρημνὸς καὶ ἀπώλεια, πῶς οὐχὶ καὶ ἡ πρὸς αὐτὸν νεῦσις θάνατος, καὶ μάχαιρα, καὶ σκότος, καὶ ἀπώλεια; Διὸ τῆς ζωῆς ἡμῖν καὶ τοῦ θανάτου προκειμένων ἑλώμεθα τὴν ζωὴν, ἑλώμεθα τὸ φῶς, ἑλώμεθα τὴν ἀθανασίαν. Φύγωμεν τὸ σκότος καὶ τὸν ζόφον καὶ τὴν ἀπώλειαν, ἵνα ἀξιώμεθα βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.