Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 74

ΛΟΓΟΣ ΟΔ΄.
Κόπτειν φρόνημα σαρκικὸν πᾶν ἐμπόνως,

ΠΑΤΕΡΕΣ ΜΟΥ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,

Διπλοῖ ἐσμὲν οἱ ἄνθρωποι ψυχικῶς διακείμενοι καὶ σαρκικῶς ἑτέρως ἔχοντες· τοίνυν γινώσκετε καὶ περὶ τῆς ἐμῆς ταπεινώσεως, ὅτι εἰ καὶ ἔξωθεν ὡς ἐν ἀνέσει πως περιφέρομαι ἐν μέσῳ ὑμῶν, ἀλλ᾽ οὖν γε ἔνδοθεν συνέχομαι καὶ περιθλίβομαι, καὶ οἷον εἰπεῖν, ἀποστενοῦμαι ἐν ὑμῖν· ἀναγκάζομαι γὰρ καί πέρ ὢν ἄσωτος καὶ μή τι ποιμαντικῆς ἀρετῆς ἐπιφερόμενος ἰδίωμα, ὅμως ἐν τῇ ταπεινῇ μου καρδίᾳ καὶ ἐν τοῖς σπλάγχνοις μου ἔχειν ἅπαντας καὶ περιορᾶν καὶ ἀγκαλίζεσθαι πρὸς τὰς ἑκάστου ἕξεις καὶ προαιρέσεις καὶ περιπαθήσεις συγκλινόμενος καὶ συναμιγνύμενος καὶ πανταχόθεν ἀποπειρώμενος διατρέφειν καὶ περιθάλπειν ἕνα ἕκαστον ὑμῶν· εἶτα λοιπὸν ἡ ἐπεισαγωμένη προσθήκη τῆς ἀδελφότητος, προσθήκη γινομένη μοι φροντίδος καὶ ἐπιμελείας, ἐκβιάζεται τὰ ἐντὸς εὐρύτερα γίνεσθαι καὶ ἀστεναχώρητα.

Δεήθητε οὖν, τέκνα, παρακαλῶ τοῦ κυρίου ἡμῶν καὶ θεοῦ, ἵνα καὶ καθαρίσῃ τὰ ἐντός μου διὰ Πνεύματος ἁγίου, καὶ πλατύνῃ τὴν καρδίαν μου καὶ πλουτίσῃ τὴν ἐργασίαν, ὅτι πολὺς ὁ θερισμὸς κατὰ τὸ ὀλιγοστόν με εἶναι καὶ ἀνάξιον εἰς ἐργάτην κυρίου καλεῖσθαι. Δόξα μὲν οὖν θεῷ ἀναπέμπεται, ὡς ἀεὶ λέγομεν, ἐπὶ τῇ ἐν θέῳ συστάσει ὑμῶν, καὶ ἐπὶ τῇ ἀρίστη αὐξήσει καὶ προκοπῇ ὑμῶν· καὶ ὡς ἀληθῶς πόλις τοῦ θεοῦ ἐπάνω τοῦ τῆς ἀρετῆς ὄρους ἀναβιβαζόμενοι καὶ ἀνακείμενοι, ἐμφανεῖς γεγόνατε ἐν τῇ βασιλευούσῃ πόλει· καὶ παρακαλεῖται ὑμῶν τὸ θεοπολίτευτον καὶ διὰ τιμῆς ἄγουσι τὸ ἱερὸν ὑμῶν ὄνομα οἱ εὐσεβοῦντες μέχρι καὶ τοῦ ἀρχιερέως καὶ αὐτῆς τῆς βασιλείας. Καὶ χάρις τῇ πολυευεργεστάτῃ αὐτοῦ ἀγαθότητι, παρ᾽ ῆς πᾶν ἀνθρώποις τὸ κατορθούμενον· ἐξ αὐτοῦ γὰρ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Καὶ τίς τολμήσειεν οἰηθῆναι εἶναί τι καὶ ἀκοῦσαι παρὰ τοῦ ἱεροκήρυκος ἀποστόλου· Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών;

Ἀλλ᾽ οὖν γε ἀγῶνος χρεία, τέκνα καὶ ἀδελφοὶ, καὶ δρόμου σφοδροτάτου καὶ σπουδῆς ἀδιαπαύστου μετὰ τῆς συγκρατούσης καὶ ὀχυρούσης καὶ θεμελιούσης τὸν νοῦν ἡμῶν ἐπ᾽ εὐσεβείᾳ θείᾳ, ταπεινοφροσύνης, τὸ μὴ ἐκπεσεῖν ἐκ τῆς καλῆς ἐνάρξεως ὑμῶν, μηδὲ καταισχῦναι τὰ προλαβόντα τοῖς ἐπισυμβαίνουσι, μηδὲ ἐξ ἀρετῆς εἰς κακίαν φανῆναι. Ἀλλ᾽ ἵνα τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενοι καθαιρώμεθα καὶ φωτιζώμεθα καὶ ἀναγώμεθα τὸ καθεκάστην ἐκ φωτὸς φωτοειδέστεροι γινόμενοι, καὶ ἐξ ἀστέρος εἰς ἡλίου λαμπρότητα ἀναγόμενοι, καὶ ἐκ δυνάμεως εἰς δύναμιν ἀριστοτέραν ἐπανατρέχοντες. Ῥήξατε πάντα τὰ σαρκικὰ φρονήματα, παρακαλῶ, καὶ τὸ μέγιστον ἐμπόδιον τῆς ἀρετῆς, τὸ κοσμικὸν δοξάριον· καὶ τῇ πνευματικῇ μαχαίρᾳ κατεάξαντες πᾶσαν προσπάθειαν καὶ πᾶσαν φιληδονίαν σαρκὸς, τῷ θεῷ συναπτόμενοι καὶ ταῖς διανοητικαῖς κλίμαξι πρὸς αὐτὸν ἀναγόμενοι τὸ καθημέραν βάλλοντες ἀρχὰς θεοειδεῖς καὶ πηγνύντες θεμελίους πνευματικοὺς καταβάλλοντες τὰ θράση τῆς σαρκὸς διὰ τῆς τῶν θελημάτων ἐκκοπῆς, τοὺς ἀναπτομένους ἐμπυρισμοὺς σβεννύντες ταῖς ἐπιχύσεσι τῶν δακρύων, τὰς ἀγχούσας ἡδονὰς βρώσεως ἢ πόσεως ἢ ἄλλης τινὸς ματαιότητος τῇ τῶν μελλόντων ἀγαθῶν ἀντεπεξάγοντες ἀναθεωρήσει. Καλῶς οὖν ἕως τοῦ παρόντος κύριος εὐχαῖς τῶν πατέρων ἡμῶν διατηρῶν διετήρησεν ὑμᾶς. Προεκόψατε, ἐβαδίσατε, εἰσεληλύθατε εἰς τὰ τῆς ἀρετῆς βασίλεια· περιελάμφθητε τῷ κάλλει τῆς ἀπαθείας.

Εἴδετε τὸ ὄντως καλὸν καὶ ἐραστὸν, ὡς οὐδὲν ἄλλο, ἢ τὸ τῶν παθῶν ἀπαλλοτριωθῆναι· καὶ ὑπεράνω γενομένους βασιλεύειν καὶ δεσπόζειν πάντων τῶν ἐπὶ γῆς καὶ συμβασιλεύειν θεῷ. Μὴ ἐπιλαθήσεσθε, μὴ ἀπονυστάξητε ἀπὸ τῆς παραδοθείσης καὶ ἐνεργηθείσης ὑμῖν ἀγγελικῆς πολιτείας· ἀλλὰ μᾶλλον καὶ μᾶλλον εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς ἐν ὕμνοις. Διεγέρθητε ὀρθρίζοντες, μεσονυκτίζοντες, ἑσπερίζοντες, μεσημβρίζοντες, τοῦ ἐξομολογεῖσθαι τῷ κυρίῳ. Τρυγᾶτε τοὺς τῆς ὑπακοῆς καρποὺς ἀπλήστως καὶ ἀκορέστως· ὅτι ἐν αὐτοῖς πίνετε οἶνον κατανύξεως εὐφραίνοντα τὰς ἱερὰς ὑμῶν καρδίας· τὰς ἄλλας κανονίσεις τῶν θεολήπτων ἐργασιῶν ὑμῶν· τουτέστι τὸ ἀσκεῖν ὑμᾶς σιωπὴν, μὴ πλήσσειν ἀδελφοῦ τὴν συνείδησιν διὰ τῆς ψευδεπιπλάστου καὶ ἰδιοτελοῦς τῷ δοκεῖν ἐγκρατείας μικροῦ τινος βρώματος· μὴ τραχυλογεῖν, μὴ μεγαλοῤῥημονεῖν, μὴ σοβαρεύεσθαι, μὴ καταφθονεῖν, μὴ ἐθελοθρησκεῖν, μηδὲ τῆς τοῦ πλησίον ἀναπαύσεως προκρίνειν τὸ ἑαυτοῦ συμφέρον. Ἀλλήλοις χαριζόμενοι ἰδιοποιεῖσθε τὰ τῶν πέλας· καὶ ἐστὲ οἱ πάντες μία ψυχὴ, μία καρδία, ἓν θέλημα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, αὐτὸν, ἔχοντες κεφαλήν. Καὶ λοιπὸν ἐνδυναμοῦσθε ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ, φέροντες τὰ προπίπτοντα λυπηρὰ, προορῶντες τὸ κοινὸν μυστήριον τοῦ θανάτου ἡμῶν· σμικρύνοντες καὶ καταλογιζόμενοι τὸ τῆς ζωῆς ἡμῶν διάστημα ὡς βραχύ τι καὶ ὠκύμορον· ὅλος γὰρ ὁ βίος, κατὰ τὸν θεολόγον Γρηγόριον, ἡμέρα μία τοῖς πόθῳ κάμνουσι.

Διὰ οὖν τὴν μίαν ἡμέραν, τέκνα μου, διὰ τὸ ἐπίκηρον ὅναρ, διὰ τὴν εὐδιάβατον καὶ ταχύῤῥοπον ὀξύτητα τοῦ χρόνου κτησώμεθα βασιλείαν οὐρανῶν καὶ εὐφροσύνην ἀτελεύτητον καὶ αἰῶνας αἰώνων ἐν αὐτῷ τῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·